G4710 — 35 wystąpień
G4710 · σπουδή (spoudē) · diligence — σπουδή , -ῆς, ἡ; (σπεύδω), [in LXX chiefly for בָּהַל, its parts and derivatives ;] ; __1. haste, speed : μετὰ σ. ( Wis.19:2 ), Mrk.6:25 , Luk.1:39 . ; __2. zeal, diligence, earnestness : Rom.12:11 , 2Co.7:11-12 8:7-8 ; ἐν σ., Rom.12:8 (see M… [STEPBible CC BY]
Wj 2Pwt 1Sdz 11 Sm 1Ezd 11 Mch 12 Mch 1Ps 1Mdr 2Syr 5Jr 2Lm 1Ez 1Dn 2So 1Mk 1Łk 1Rz 22 Kor 5Hbr 12 P 1Jud 1
-
Wj 12,11
LXX · N.GSF
οὕτως δὲ φάγεσθε αὐτό αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς πασχα ἐστὶν κυρίῳ -
Wj 12,33
LXX · N.DSF
καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐκ τῆς γῆς εἶπαν γὰρ ὅτι πάντες ἡμεῖς ἀποθνῄσκομεν -
Pwt 16,3
LXX · N.DSF
οὐ φάγῃ ἐπ᾿ αὐτοῦ ζύμην ἑπτὰ ἡμέρας φάγῃ ἐπ᾿ αὐτοῦ ἄζυμα ἄρτον κακώσεως ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν -
Sdz 5,22
LXX · N.DSF
τότε ἐνεποδίσθησαν πτέρναι ἵππου σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ -
1 Sm 21,9
LXX · N.ASF
καὶ εἶπεν Δαυιδ πρὸς Αβιμελεχ ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν -
Ezd 4,23
LXX · N.DSF
τότε ὁ φορολόγος τοῦ Αρθασασθα βασιλέως ἀνέγνω ἐνώπιον Ραουμ καὶ Σαμσαι γραμματέως καὶ συνδούλων αὐτῶν καὶ ἐπορεύθησαν σπουδῇ εἰς Ιερουσαλημ καὶ ἐν Ιουδα καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει -
1 Mch 6,63
LXX · N.ASF
καὶ ἀπῆρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν καὶ εὗρεν Φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βίᾳ -
2 Mch 14,43
LXX · N.ASF
τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων ἔσω τῶν θυρωμάτων εἰσβαλλόντων ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους -
Ps 78,33
LXX · N.GSF
καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς -
Mdr 14,17
LXX · N.GSF
καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι ἐμφανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν ἵνα ὡς παρόντα τὸν ἀπόντα κολακεύωσιν διὰ τῆς σπουδῆς -
Mdr 19,2
LXX · N.GSF
ὅτι αὐτοὶ ἐπιτρέψαντες τοῦ ἀπιέναι καὶ μετὰ σπουδῆς προπέμψαντες αὐτοὺς διώξουσιν μεταμεληθέντες -
Syr 1,0
LXX · N.ASF
πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων τῶν κατ᾿ αὐτοὺς ἠκολουθηκότων δεδομένων ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοφίας καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι καὶ λέγοντας καὶ γράφοντας ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς εἴς τε τὴν τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι πολλῷ μᾶλλον ἐπιπροσθῶσιν διὰ τῆς ἐννόμου βιώσεως παρακέκλησθε οὖν μετ᾿ εὐνοίας καὶ προσοχῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι καὶ συγγνώμην ἔχειν ἐφ᾿ οἷς ἂν δοκῶμεν τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν οὐ γὰρ ἰσοδυναμεῖ αὐτὰ ἐν ἑαυτοῖς Εβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν οὐ μόνον δὲ ταῦτα ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητεῖαι καὶ τὰ λοιπὰ τῶν βιβλίων οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος ἐν τῷ διαστήματι τοῦ χρόνου πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν προκατασκευαζομένους τὰ ἤθη ἐννόμως βιοτεύειν -
Syr 20,18
LXX · N.ASF
ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει -
Syr 21,5
LXX · N.ASF
δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται -
Syr 27,3
LXX · N.ASF
ἐὰν μὴ ἐν φόβῳ κυρίου κρατήσῃ κατὰ σπουδήν ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος -
Syr 43,22
LXX · N.ASF
ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει -
Jr 8,15
LXX · N.NSF
συνήχθημεν εἰς εἰρήνην καὶ οὐκ ἦν ἀγαθά εἰς καιρὸν ἰάσεως καὶ ἰδοὺ σπουδή -
Jr 15,8
LXX · N.ASF
ἐπληθύνθησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρίᾳ ἐπέρριψα ἐπ᾿ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν -
Lm 4,6
LXX · N.DSF
καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαοῦ μου ὑπὲρ ἀνομίας Σοδομων τῆς κατεστραμμένης ὥσπερ σπουδῇ καὶ οὐκ ἐπόνεσαν ἐν αὐτῇ χεῖρας -
Ez 7,11
LXX · N.GSF
καὶ συντρίψει στήριγμα ἀνόμου καὶ οὐ μετὰ θορύβου οὐδὲ μετὰ σπουδῆς -
Dn 2,25
LXX · N.ASF
τότε Αριωχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν Δανιηλ πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὅτι εὕρηκα ἄνθρωπον σοφὸν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν τῆς Ιουδαίας ὃς τῷ βασιλεῖ δηλώσει ἕκαστα -
Dn 10,7
LXX · N.DSF
καὶ εἶδον ἐγὼ Δανιηλ τὴν ὅρασιν τὴν μεγάλην ταύτην καὶ οἱ ἄνθρωποι οἱ ὄντες μετ᾿ ἐμοῦ οὐκ εἴδοσαν τὴν ὅρασιν ταύτην καὶ φόβος ἰσχυρὸς ἐπέπεσεν ἐπ᾿ αὐτούς καὶ ἀπέδρασαν ἐν σπουδῇ -
So 1,18
LXX · N.ASF
καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς κυρίου καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν -
Mk 6,25
SBLGNT · ----GSF-
καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. -
Łk 1,39
SBLGNT · ----GSF-
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, -
Rz 12,8
SBLGNT · ----DSF-
εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. -
Rz 12,11
SBLGNT · ----DSF-
τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες, -
2 Kor 7,11
SBLGNT · ----ASF-
ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι. -
2 Kor 7,12
SBLGNT · ----ASF-
ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ⸁ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ’ 1ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ. -
2 Kor 8,7
SBLGNT · ----DSF-
ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ἡμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. -
2 Kor 8,8
SBLGNT · ----GSF-
Οὐ κατ’ ἐπιταγὴν λέγω ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων· -
2 Kor 8,16
SBLGNT · ----ASF-
Χάρις δὲ τῷ θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου, -
Hbr 6,11
SBLGNT · ----ASF-
ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους, -
2 P 1,5
SBLGNT · ----ASF-
καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, -
Jud 1,3
SBLGNT · ----ASF-
Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)