G4700 — 40 wystąpień
G4700 · σποδός (spodos) · ashes — σποδός , -oῦ, ὁ ; [in LXX chiefly for אֵפֶר ;] ; ashes : Heb.9:13; ἐν σάκκῳ καὶ σ. ( Isa.58:5 , Jhn.3:6 , Dan LXX 9:3, al.), Mat.11:21 , Luk.10:13 .†; (AS) [STEPBible CC BY]
Rdz 1Kpł 1Lb 12 Sm 1Jdt 2Est 41 Mch 22 Mch 5Hi 3Ps 2Mdr 1Syr 3Iz 3Jr 1Lm 1Ez 2Dn 2Jon 1Ml 1Mt 1Łk 1Hbr 1
-
Rdz 18,27
LXX · N.NSM
καὶ ἀποκριθεὶς Αβρααμ εἶπεν νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον ἐγὼ δέ εἰμι γῆ καὶ σποδός -
Kpł 1,16
LXX · N.GSF
καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς καὶ ἐκβαλεῖ αὐτὸ παρὰ τὸ θυσιαστήριον κατὰ ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ -
Lb 19,9
LXX · N.ASM
καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν καὶ ἔσται τῇ συναγωγῇ υἱῶν Ισραηλ εἰς διατήρησιν ὕδωρ ῥαντισμοῦ ἅγνισμά ἐστιν -
2 Sm 13,19
LXX · N.ASF
καὶ ἔλαβεν Θημαρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ᾿ αὐτῆς διέρρηξεν καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα -
Jdt 4,15
LXX · N.NSM
καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν καὶ ἐβόων πρὸς κύριον ἐκ πάσης δυνάμεως εἰς ἀγαθὸν ἐπισκέψασθαι πᾶν οἶκον Ισραηλ -
Jdt 9,1
LXX · N.ASM
Ιουδιθ δὲ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐγύμνωσεν ὃν ἐνεδεδύκει σάκκον καὶ ἦν ἄρτι προσφερόμενον ἐν Ιερουσαλημ εἰς τὸν οἶκον τοῦ θεοῦ τὸ θυμίαμα τῆς ἑσπέρας ἐκείνης καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδιθ πρὸς κύριον καὶ εἶπεν -
Est 4,1
LXX · N.ASM
ὁ δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδὸν καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως ἐβόα φωνῇ μεγάλῃ αἴρεται ἔθνος μηδὲν ἠδικηκός -
Est 4,2
LXX · N.ASM
καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως καὶ ἔστη οὐ γὰρ ἦν ἐξὸν αὐτῷ εἰσελθεῖν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν -
Est 4,3
LXX · N.ASM
καὶ ἐν πάσῃ χώρᾳ οὗ ἐξετίθετο τὰ γράμματα κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ιουδαίοις σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς -
Est 4,17
LXX · N.GSM
καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Εσθηρ καὶ ἐδεήθη κυρίου μνημονεύων πάντα τὰ ἔργα κυρίου καὶ εἶπεν κύριε κύριε βασιλεῦ πάντων κρατῶν ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ισραηλ ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπ᾿ οὐρανὸν καὶ κύριος εἶ πάντων καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ κυρίῳ σὺ πάντα γινώσκεις σὺ οἶδας κύριε ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Αμαν ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ισραηλ ἀλλὰ ἐποίησα τοῦτο ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης θεοῦ καὶ οὐ προσκυνήσω οὐδένα πλὴν σοῦ τοῦ κυρίου μου καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ καὶ νῦν κύριε ὁ θεὸς ὁ βασιλεὺς ὁ θεὸς Αβρααμ φεῖσαι τοῦ λαοῦ σου ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου μὴ ὑπερίδῃς τὴν μερίδα σου ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα κύριε καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σοι καὶ πᾶς Ισραηλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτῶν ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν καὶ Εσθηρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κοπριῶν ἔπλησεν τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσεν σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς καὶ ἐδεῖτο κυρίου θεοῦ Ισραηλ καὶ εἶπεν κύριέ μου ὁ βασιλεὺς ἡμῶν σὺ εἶ μόνος βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ ὅτι κίνδυνός μου ἐν χειρί μου ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου ὅτι σύ κύριε ἔλαβες τὸν Ισραηλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν ἀνθ᾿ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν δίκαιος εἶ κύριε καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν ἀλλὰ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν ἐξᾶραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστήριόν σου καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα μὴ παραδῷς κύριε τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπ᾿ αὐτούς τὸν δὲ ἀρξάμενον ἐφ᾿ ἡμᾶς παραδειγμάτισον μνήσθητι κύριε γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν καὶ ἐμὲ θάρσυνον βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ ἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ κύριε πάντων γνῶσιν ἔχεις καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου σὺ οἶδας τὴν ἀνάγκην μου ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Αμαν καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως οὐδὲ ἔπιον οἶνον σπονδῶν καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ᾿ ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί κύριε ὁ θεὸς Αβρααμ ὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου -
1 Mch 3,47
LXX · N.ASM
καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν -
1 Mch 4,39
LXX · N.ASF
καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέθεντο σποδὸν -
2 Mch 4,41
LXX · N.GSF
συνιδόντες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ Λυσιμάχου συναρπάσαντες οἱ μὲν πέτρους οἱ δὲ ξύλων πάχη τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον -
2 Mch 13,5
LXX · N.GSM
ἔστιν δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πήχεων πλήρης σποδοῦ οὗτος δὲ ὄργανον εἶχεν περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν -
2 Mch 13,5
LXX · N.ASF
ἔστιν δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πήχεων πλήρης σποδοῦ οὗτος δὲ ὄργανον εἶχεν περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν -
2 Mch 13,8
LXX · N.NSF
πάνυ δικαίως ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο -
2 Mch 13,8
LXX · N.DSF
πάνυ δικαίως ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο -
Hi 13,12
LXX · N.DSF
ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ τὸ δὲ σῶμα πήλινον -
Hi 30,19
LXX · N.DSF
ἥγησαι δέ με ἴσα πηλῷ ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς -
Hi 42,6
LXX · N.ASF
διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν -
Ps 102,10
LXX · N.ASF
ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων -
Ps 147,16
LXX · N.ASF
τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος -
Mdr 15,10
LXX · N.NSF
σποδὸς ἡ καρδία αὐτοῦ καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτοῦ -
Syr 10,9
LXX · N.NSM
τί ὑπερηφανεύεται γῆ καὶ σποδός ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ -
Syr 17,32
LXX · N.NSM
δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός -
Syr 40,3
LXX · N.DSM
ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ -
Iz 44,20
LXX · N.NSF
γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ ἴδετε οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου -
Iz 58,5
LXX · N.ASF
οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ οὐδ᾿ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ οὐδ᾿ οὕτως καλέσετε νηστείαν δεκτήν -
Iz 61,3
LXX · N.GSF
δοθῆναι τοῖς πενθοῦσιν Σιων δόξαν ἀντὶ σποδοῦ ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσιν καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας καὶ κληθήσονται γενεαὶ δικαιοσύνης φύτευμα κυρίου εἰς δόξαν -
Jr 6,26
LXX · N.DSF
θύγατερ λαοῦ μου περίζωσαι σάκκον κατάπασαι ἐν σποδῷ πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ κοπετὸν οἰκτρόν ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ᾿ ὑμᾶς -
Lm 3,16
LXX · N.ASF
καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου ἐψώμισέν με σποδόν -
Ez 27,30
LXX · N.ASF
καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν καὶ κεκράξονται πικρὸν καὶ ἐπιθήσουσιν ἐπὶ τὴν κεφαλὴν αὐτῶν γῆν καὶ σποδὸν ὑποστρώσονται -
Ez 28,18
LXX · N.ASF
διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσας τὰ ἱερά σου καὶ ἐξάξω πῦρ ἐκ μέσου σου τοῦτο καταφάγεταί σε καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε -
Dn 9,3
LXX · N.DSF
καὶ ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ κύριον τὸν θεὸν εὑρεῖν προσευχὴν καὶ ἔλεος ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ -
Dn 14,14
LXX · N.DSF
ὁ δὲ Δανιηλ ἐκέλευσε τοὺς παρ᾿ αὐτοῦ ἐκβαλόντας πάντας ἐκ τοῦ ναοῦ κατασῆσαι ὅλον τὸν ναὸν σποδῷ οὐθενὸς τῶν ἐκτὸς αὐτοῦ εἰδότος καὶ τότε τὸν ναὸν ἐκέλευσε σφραγίσαι τῷ τοῦ βασιλέως δακτυλίῳ καὶ τοῖς δακτυλίοις τινῶν ἐνδόξων ἱερέων καὶ ἐγένετο οὕτως -
Jon 3,6
LXX · N.GSF
καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευη καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφ᾿ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ -
Ml 3,21
LXX · N.NSF
καὶ καταπατήσετε ἀνόμους διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ λέγει κύριος παντοκράτωρ -
Mt 11,21
SBLGNT · ----DSF-
Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. -
Łk 10,13
SBLGNT · ----DSF-
Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. -
Hbr 9,13
SBLGNT · ----NSF-
εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)