G4678 — 284 wystąpień
G4678 · σοφία (sophia) · wisdom — σοφία , -ας, ἡ ; [in LXX chiefly for חׇכְמָה ;] ; skill, intelligence, wisdom , ranging from knowledge of the arts and matters of daily life to mental excellence in its highest and fullest sense; ; __(a) of human wisdom : 1Co.2:1 2:4-5 , Jas.… [STEPBible CC BY]
Wj 7Pwt 12 Sm 21 Krl 61 Krn 22 Krn 9Ezd 1Jdt 32 Mch 1Hi 18Ps 7Prz 45Koh 28Mdr 30Syr 55Iz 4Jr 6Ba 2Dn 6Mt 3Mk 1Łk 6Dz 4Rz 11 Kor 172 Kor 1Ef 3Kol 6Jk 42 P 1Ap 4
-
Wj 31,3
LXX · N.GSF
καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ -
Wj 35,26
LXX · N.DSF
καὶ πᾶσαι αἱ γυναῖκες αἷς ἔδοξεν τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ ἔνησαν τὰς τρίχας τὰς αἰγείας -
Wj 35,31
LXX · N.GSF
καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων -
Wj 35,33
LXX · N.GSF
καὶ λιθουργῆσαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας -
Wj 35,35
LXX · N.GSF
ἐνέπλησεν αὐτοὺς σοφίας καὶ συνέσεως διανοίας πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας -
Wj 36,1
LXX · N.NSF
καὶ ἐποίησεν Βεσελεηλ καὶ Ελιαβ καὶ πᾶς σοφὸς τῇ διανοίᾳ ᾧ ἐδόθη σοφία καὶ ἐπιστήμη ἐν αὐτοῖς συνιέναι ποιεῖν πάντα τὰ ἔργα κατὰ τὰ ἅγια καθήκοντα κατὰ πάντα ὅσα συνέταξεν κύριος -
Wj 36,2
LXX · N.ASF
καὶ ἐκάλεσεν Μωυσῆς Βεσελεηλ καὶ Ελιαβ καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν ᾧ ἔδωκεν ὁ θεὸς ἐπιστήμην ἐν τῇ καρδίᾳ καὶ πάντας τοὺς ἑκουσίως βουλομένους προσπορεύεσθαι πρὸς τὰ ἔργα ὥστε συντελεῖν αὐτά -
Pwt 4,6
LXX · N.NSF
καὶ φυλάξεσθε καὶ ποιήσετε ὅτι αὕτη ἡ σοφία ὑμῶν καὶ ἡ σύνεσις ἐναντίον πάντων τῶν ἐθνῶν ὅσοι ἐὰν ἀκούσωσιν πάντα τὰ δικαιώματα ταῦτα καὶ ἐροῦσιν ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο -
2 Sm 14,20
LXX · N.NSF
ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου ἐποίησεν ὁ δοῦλός σου Ιωαβ τὸν λόγον τοῦτον καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ θεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ -
2 Sm 20,22
LXX · N.DSF
καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σαβεε υἱοῦ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ καὶ Ιωαβ ἀπέστρεψεν εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα -
1 Krl 2,6
LXX · N.ASF
καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου -
1 Krl 2,35
LXX · N.ASF
καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ᾿ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ιερουσαλημ καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Αβιαθαρ καὶ ἔδωκεν κύριος φρόνησιν τῷ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου καὶ ἔλαβεν τὴν θυγατέρα Φαραω καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον αὐτοῦ καὶ τὸν οἶκον κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ιερουσαλημ κυκλόθεν ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει καὶ ἐποίησεν Σαλωμων τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν καὶ ᾠκοδόμησεν τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψεν τὴν πόλιν Δαυιδ οὕτως θυγάτηρ Φαραω ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυιδ εἰς τὸν οἶκον αὐτῆς ὃν ᾠκοδόμησεν αὐτῇ τότε ᾠκοδόμησεν τὴν ἄκραν καὶ Σαλωμων ἀνέφερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν τῷ κυρίῳ καὶ ἐθυμία ἐνώπιον κυρίου καὶ συνετέλεσεν τὸν οἶκον καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμων τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα καὶ ᾠκοδόμησεν τὴν Ασσουρ καὶ τὴν Μαγδω καὶ τὴν Γαζερ καὶ τὴν Βαιθωρων τὴν ἐπάνω καὶ τὰ Βααλαθ πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος Ιερουσαλημ κύκλῳ μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόλεις ταύτας καὶ ἐν τῷ ἔτι Δαυιδ ζῆν ἐνετείλατο τῷ Σαλωμων λέγων ἰδοὺ μετὰ σοῦ Σεμεϊ υἱὸς Γηρα υἱὸς σπέρματος τοῦ Ιεμινι ἐκ Χεβρων οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ιορδάνην καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ καὶ νῦν μὴ ἀθῳώσῃς αὐτόν ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου -
1 Krl 5,9
LXX · N.ASF
καὶ ἔδωκεν κύριος φρόνησιν τῷ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν -
1 Krl 5,14
LXX · N.GSF
καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμων καὶ ἐλάμβανεν δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ καὶ ἔλαβεν Σαλωμων τὴν θυγατέρα Φαραω ἑαυτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ιερουσαλημ τότε ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργαβ καὶ ἔδωκεν αὐτὰς Φαραω ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμων καὶ Σαλωμων ᾠκοδόμησεν τὴν Γαζερ -
1 Krl 5,14
LXX · N.GSF
καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμων καὶ ἐλάμβανεν δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ καὶ ἔλαβεν Σαλωμων τὴν θυγατέρα Φαραω ἑαυτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ιερουσαλημ τότε ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργαβ καὶ ἔδωκεν αὐτὰς Φαραω ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμων καὶ Σαλωμων ᾠκοδόμησεν τὴν Γαζερ -
1 Krl 5,26
LXX · N.ASF
καὶ κύριος ἔδωκεν σοφίαν τῷ Σαλωμων καθὼς ἐλάλησεν αὐτῷ καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χιραμ καὶ ἀνὰ μέσον Σαλωμων καὶ διέθεντο διαθήκην ἀνὰ μέσον ἑαυτῶν -
1 Krn 22,12
LXX · N.ASF
ἀλλ᾿ ἢ δῴη σοι σοφίαν καὶ σύνεσιν κύριος καὶ κατισχύσαι σε ἐπὶ Ισραηλ καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον κυρίου τοῦ θεοῦ σου -
1 Krn 28,21
LXX · N.DSF
καὶ ἰδοὺ αἱ ἐφημερίαι τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν λειτουργίαν οἴκου τοῦ θεοῦ καὶ μετὰ σοῦ ἐν πάσῃ πραγματείᾳ καὶ πᾶς πρόθυμος ἐν σοφίᾳ κατὰ πᾶσαν τέχνην καὶ οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς εἰς πάντας τοὺς λόγους σου -
2 Krn 1,10
LXX · N.ASF
νῦν σοφίαν καὶ σύνεσιν δός μοι καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον -
2 Krn 1,11
LXX · N.ASF
καὶ εἶπεν ὁ θεὸς πρὸς Σαλωμων ἀνθ᾿ ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν ὅπως κρίνῃς τὸν λαόν μου ἐφ᾿ ὃν ἐβασίλευσά σε ἐπ᾿ αὐτόν -
2 Krn 1,12
LXX · N.ASF
τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέ σου καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως -
2 Krn 9,3
LXX · N.ASF
καὶ εἶδεν βασίλισσα Σαβα τὴν σοφίαν Σαλωμων καὶ τὸν οἶκον ὃν ᾠκοδόμησεν -
2 Krn 9,5
LXX · N.GSF
καὶ εἶπεν πρὸς τὸν βασιλέα ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τῶν λόγων σου καὶ περὶ τῆς σοφίας σου -
2 Krn 9,6
LXX · N.GSF
καὶ οὐκ ἐπίστευσα τοῖς λόγοις ἕως οὗ ἦλθον καὶ εἶδον οἱ ὀφθαλμοί μου καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ τοῦ πλήθους τῆς σοφίας σου προσέθηκας ἐπὶ τὴν ἀκοήν ἣν ἤκουσα -
2 Krn 9,7
LXX · N.ASF
μακάριοι οἱ ἄνδρες μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες σοι διὰ παντὸς καὶ ἀκούουσιν σοφίαν σου -
2 Krn 9,22
LXX · N.DSF
καὶ ἐμεγαλύνθη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοφίᾳ -
2 Krn 9,23
LXX · N.GSF
καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμων ἀκοῦσαι τῆς σοφίας αὐτοῦ ἧς ἔδωκεν ὁ θεὸς ἐν καρδίᾳ αὐτοῦ -
Ezd 7,25
LXX · N.NSF
καὶ σύ Εσδρα ὡς ἡ σοφία τοῦ θεοῦ ἐν χειρί σου κατάστησον γραμματεῖς καὶ κριτάς ἵνα ὦσιν κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσιν τοῖς εἰδόσιν νόμον τοῦ θεοῦ σου καὶ τῷ μὴ εἰδότι γνωριεῖτε -
Jdt 8,29
LXX · N.NSF
ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν ἀλλ᾿ ἀπ᾿ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τῆς καρδίας σου -
Jdt 11,8
LXX · N.ASF
ἠκούσαμεν γὰρ τὴν σοφίαν σου καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ καὶ δυνατὸς ἐν ἐπιστήμῃ καὶ θαυμαστὸς ἐν στρατεύμασιν πολέμου -
Jdt 11,20
LXX · N.DSF
καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ολοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν -
2 Mch 2,9
LXX · N.ASF
διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ -
Hi 4,21
LXX · N.ASF
ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν -
Hi 11,6
LXX · N.GSF
εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας -
Hi 12,2
LXX · N.NSF
εἶτα ὑμεῖς ἐστε ἄνθρωποι ἦ μεθ᾿ ὑμῶν τελευτήσει σοφία -
Hi 12,12
LXX · N.NSF
ἐν πολλῷ χρόνῳ σοφία ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη -
Hi 12,13
LXX · N.NSF
παρ᾿ αὐτῷ σοφία καὶ δύναμις αὐτῷ βουλὴ καὶ σύνεσις -
Hi 13,5
LXX · N.ASF
εἴη δὲ ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν -
Hi 15,8
LXX · N.NSF
ἦ σύνταγμα κυρίου ἀκήκοας εἰς δὲ σὲ ἀφίκετο σοφία -
Hi 26,3
LXX · N.NSF
τίνι συμβεβούλευσαι οὐχ ᾧ πᾶσα σοφία ἢ τίνι ἐπακολουθήσεις οὐχ ᾧ μεγίστη δύναμις -
Hi 28,12
LXX · N.NSF
ἡ δὲ σοφία πόθεν εὑρέθη ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης -
Hi 28,18
LXX · N.ASF
μετέωρα καὶ γαβις οὐ μνησθήσεται καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα -
Hi 28,20
LXX · N.NSF
ἡ δὲ σοφία πόθεν εὑρέθη ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως -
Hi 28,28
LXX · N.NSF
εἶπεν δὲ ἀνθρώπῳ ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη -
Hi 32,7
LXX · N.ASF
εἶπα δὲ ὅτι ὁ χρόνος ἐστὶν ὁ λαλῶν ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν -
Hi 32,13
LXX · N.ASF
ἵνα μὴ εἴπητε εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι -
Hi 33,33
LXX · N.ASF
εἰ μή σὺ ἄκουσόν μου κώφευσον καὶ διδάξω σε σοφίαν -
Hi 38,36
LXX · N.ASF
τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην -
Hi 38,37
LXX · N.DSF
τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν -
Hi 39,17
LXX · N.ASF
ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)