G4621 — 93 wystąpień
G4621 · σῖτος (sitos) · grain — σῖτος , -ου, ὁ ; [in LXX chiefly for דָּגָן ;] ; wheat, corn : Mat.3:12 13:25, 29-30 Mrk.4:28 , Luk.3:17 12:18 16:7 22:32 , Jhn.12:24 , Act.27:38 , 1Co.15:37 , Rev.6:6 18:13 .†; σιτίοι, -ου, τό ; (dimin. of σῖτος), [in LXX: Pro.30:22 (לֶחֶם)* ;… [STEPBible CC BY]
Rdz 13Lb 2Pwt 8Joz 2Sdz 12 Krl 11 Krn 12 Krn 4Ne 7Jdt 11 Mch 2Hi 10Ps 2Prz 5Pnp 1Iz 2Jr 2Lm 1Ez 2Oz 6Jl 4Ag 1Za 1Mt 4Mk 1Łk 4J 1Dz 11 Kor 1Ap 2
-
Rdz 27,28
LXX · N.GSM
καὶ δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου -
Rdz 27,37
LXX · N.DSM
ἀποκριθεὶς δὲ Ισαακ εἶπεν τῷ Ησαυ εἰ κύριον αὐτὸν ἐποίησά σου καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐποίησα αὐτοῦ οἰκέτας σίτῳ καὶ οἴνῳ ἐστήρισα αὐτόν σοὶ δὲ τί ποιήσω τέκνον -
Rdz 41,35
LXX · N.NSM
καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων καὶ συναχθήτω ὁ σῖτος ὑπὸ χεῖρα Φαραω βρώματα ἐν ταῖς πόλεσιν φυλαχθήτω -
Rdz 41,49
LXX · N.ASM
καὶ συνήγαγεν Ιωσηφ σῖτον ὡσεὶ τὴν ἄμμον τῆς θαλάσσης πολὺν σφόδρα ἕως οὐκ ἠδύναντο ἀριθμῆσαι οὐ γὰρ ἦν ἀριθμός -
Rdz 42,2
LXX · N.NSM
ἰδοὺ ἀκήκοα ὅτι ἔστιν σῖτος ἐν Αἰγύπτῳ κατάβητε ἐκεῖ καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν -
Rdz 42,3
LXX · N.ASM
κατέβησαν δὲ οἱ ἀδελφοὶ Ιωσηφ οἱ δέκα πρίασθαι σῖτον ἐξ Αἰγύπτου -
Rdz 42,25
LXX · N.GSM
ἐνετείλατο δὲ Ιωσηφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου καὶ ἀποδοῦναι τὸ ἀργύριον ἑκάστου εἰς τὸν σάκκον αὐτοῦ καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν καὶ ἐγενήθη αὐτοῖς οὕτως -
Rdz 42,26
LXX · N.ASM
καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοὺς ὄνους αὐτῶν ἀπῆλθον ἐκεῖθεν -
Rdz 43,2
LXX · N.ASM
ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον ὃν ἤνεγκαν ἐξ Αἰγύπτου καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα -
Rdz 44,2
LXX · N.GSM
καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλατε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ ἐγενήθη δὲ κατὰ τὸ ῥῆμα Ιωσηφ καθὼς εἶπεν -
Rdz 47,12
LXX · N.ASM
καὶ ἐσιτομέτρει Ιωσηφ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα -
Rdz 47,13
LXX · N.NSM
σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ ἐνίσχυσεν γὰρ ὁ λιμὸς σφόδρα ἐξέλιπεν δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χανααν ἀπὸ τοῦ λιμοῦ -
Rdz 47,14
LXX · N.GSM
συνήγαγεν δὲ Ιωσηφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Χανααν τοῦ σίτου οὗ ἠγόραζον καὶ ἐσιτομέτρει αὐτοῖς καὶ εἰσήνεγκεν Ιωσηφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραω -
Lb 18,12
LXX · N.GSM
πᾶσα ἀπαρχὴ ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου καὶ σίτου ἀπαρχὴ αὐτῶν ὅσα ἂν δῶσι τῷ κυρίῳ σοὶ δέδωκα αὐτά -
Lb 18,27
LXX · N.NSM
καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ -
Pwt 7,13
LXX · N.ASM
καὶ ἀγαπήσει σε καὶ εὐλογήσει σε καὶ πληθυνεῖ σε καὶ εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὸν καρπὸν τῆς γῆς σου τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου δοῦναί σοι -
Pwt 11,14
LXX · N.ASM
καὶ δώσει τὸν ὑετὸν τῇ γῇ σου καθ᾿ ὥραν πρόιμον καὶ ὄψιμον καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου -
Pwt 12,17
LXX · N.GSM
οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσίν σου τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου καὶ πάσας εὐχάς ὅσας ἂν εὔξησθε καὶ τὰς ὁμολογίας ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν -
Pwt 14,23
LXX · N.GSM
καὶ φάγῃ αὐτὸ ἔναντι κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου ἵνα μάθῃς φοβεῖσθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας -
Pwt 15,14
LXX · N.GSM
ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τῆς ληνοῦ σου καθὰ εὐλόγησέν σε κύριος ὁ θεός σου δώσεις αὐτῷ -
Pwt 18,4
LXX · N.GSM
καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ -
Pwt 28,51
LXX · N.ASM
καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ γενήματα τῆς γῆς σου ὥστε μὴ καταλιπεῖν σοι σῖτον οἶνον ἔλαιον τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου ἕως ἂν ἀπολέσῃ σε -
Pwt 33,28
LXX · N.DSM
καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς μόνος ἐπὶ γῆς Ιακωβ ἐπὶ σίτῳ καὶ οἴνῳ καὶ ὁ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ -
Joz 5,11
LXX · N.GSM
καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα ἐν ταύτῃ τῇ ἡμέρᾳ -
Joz 5,12
LXX · N.GSM
ἐξέλιπεν τὸ μαννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς καὶ οὐκέτι ὑπῆρχεν τοῖς υἱοῖς Ισραηλ μαννα ἐκαρπίσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ -
Sdz 6,11
LXX · N.ASM
καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Εφραθα τὴν Ιωας πατρὸς τοῦ Εσδρι καὶ Γεδεων υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιαμ -
2 Krl 18,32
LXX · N.GSM
ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε καὶ μὴ ἀκούετε Εζεκιου ὅτι ἀπατᾷ ὑμᾶς λέγων κύριος ῥύσεται ἡμᾶς -
1 Krn 21,23
LXX · N.ASM
καὶ εἶπεν Ορνα πρὸς Δαυιδ λαβὲ σεαυτῷ καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦ ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον καὶ τὰς ἁμάξας εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν τὰ πάντα δέδωκα -
2 Krn 2,9
LXX · N.ASM
καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσιν ξύλα εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισίν σου κόρων εἴκοσι χιλιάδας καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας -
2 Krn 2,14
LXX · N.ASM
καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον ἃ εἶπεν ὁ κύριός μου ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ -
2 Krn 31,5
LXX · N.GSM
καὶ ὡς προσέταξεν τὸν λόγον ἐπλεόνασαν οἱ υἱοὶ Ισραηλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πᾶν γένημα ἀγροῦ καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν -
2 Krn 32,28
LXX · N.GSM
καὶ πόλεις εἰς τὰ γενήματα σίτου καὶ ἐλαίου καὶ οἴνου καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια -
Ne 5,2
LXX · N.ASM
καὶ ἦσάν τινες λέγοντες ἐν υἱοῖς ἡμῶν καὶ ἐν θυγατράσιν ἡμῶν ἡμεῖς πολλοί καὶ λημψόμεθα σῖτον καὶ φαγόμεθα καὶ ζησόμεθα -
Ne 5,3
LXX · N.ASM
καὶ εἰσίν τινες λέγοντες ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν ἡμεῖς διεγγυῶμεν καὶ λημψόμεθα σῖτον καὶ φαγόμεθα -
Ne 5,10
LXX · N.ASM
καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν ἐν αὐτοῖς ἀργύριον καὶ σῖτον ἐγκαταλίπωμεν δὴ τὴν ἀπαίτησιν ταύτην -
Ne 5,11
LXX · N.ASM
ἐπιστρέψατε δὴ αὐτοῖς ὡς σήμερον ἀγροὺς αὐτῶν ἀμπελῶνας αὐτῶν ἐλαίας αὐτῶν καὶ οἰκίας αὐτῶν καὶ ἀπὸ τοῦ ἀργυρίου τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον ἐξενέγκατε αὐτοῖς -
Ne 10,38
LXX · N.GPN
καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν -
Ne 10,40
LXX · N.GSM
ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ τοῦ Λευι τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶν -
Ne 13,5
LXX · N.GSM
καὶ ἐποίησεν αὐτῷ γαζοφυλάκιον μέγα καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μανααν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν καὶ ἀπαρχὰς τῶν ἱερέων -
Jdt 11,13
LXX · N.GSM
καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου ἃ διεφύλαξαν ἁγιάσαντες τοῖς ἱερεῦσιν τοῖς παρεστηκόσιν ἐν Ιερουσαλημ ἀπέναντι τοῦ προσώπου τοῦ θεοῦ ἡμῶν κεκρίκασιν ἐξαναλῶσαι ὧν οὐδὲ ταῖς χερσὶν καθῆκεν ἅψασθαι οὐδένα τῶν ἐκ τοῦ λαοῦ -
1 Mch 8,26
LXX · N.ASM
καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσιν σῖτον ὅπλα ἀργύριον πλοῖα ὡς ἔδοξεν Ῥώμῃ καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες -
1 Mch 8,28
LXX · N.NSM
καὶ τοῖς συμμαχοῦσιν οὐ δοθήσεται σῖτος ὅπλα ἀργύριον πλοῖα ὡς ἔδοξεν Ῥώμῃ καὶ φυλάξονται τὰ φυλάγματα ταῦτα καὶ οὐ μετὰ δόλου -
Hi 3,24
LXX · N.GPM
πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ -
Hi 5,26
LXX · N.NSM
ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ᾿ ὥραν συγκομισθεῖσα -
Hi 6,5
LXX · N.APN
τί γάρ μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος ἀλλ᾿ ἢ τὰ σῖτα ζητῶν εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα -
Hi 6,7
LXX · N.APN
οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος -
Hi 12,11
LXX · N.APN
οὖς μὲν γὰρ ῥήματα διακρίνει λάρυγξ δὲ σῖτα γεύεται -
Hi 15,23
LXX · N.APN
κατατέτακται δὲ εἰς σῖτα γυψίν οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει -
Hi 30,4
LXX · N.APN
οἱ περικλῶντες ἅλιμα ἐπὶ ἠχοῦντι οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα ἄτιμοι δὲ καὶ πεφαυλισμένοι ἐνδεεῖς παντὸς ἀγαθοῦ οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου -
Hi 33,20
LXX · N.GSM
πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)