G4578 — 28 wystąpień
G4578 · σεισμός (seismos) · earthquake — σεισμός , -οῦ, ὁ; (σείω), [in LXX chiefly for רַעַשׁ ;] ; a shaking, commotion, as a tempest at sea : Mat.8:24; esp. an earthquake: Mat.24:7 27:54 28:2 , Mrk.13:8 , Luk.21:11 , Act.16:26 , Rev.6:12 8:5 11:13, 19 16:18 .†; (AS) [STEPBible CC BY]
Est 1Hi 1Iz 2Jr 3Ez 4Am 1Na 1Za 1Mt 4Mk 1Łk 1Dz 1Ap 7
-
Est 1,1
LXX · N.NSM
ἔτους δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου τῇ μιᾷ τοῦ Νισα ἐνύπνιον εἶδεν Μαρδοχαῖος ὁ τοῦ Ιαϊρου τοῦ Σεμεϊου τοῦ Κισαιου ἐκ φυλῆς Βενιαμιν ἄνθρωπος Ιουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει ἄνθρωπος μέγας θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας ἧς ᾐχμαλώτευσεν Ναβουχοδονοσορ ὁ βασιλεὺς Βαβυλῶνος ἐξ Ιερουσαλημ μετὰ Ιεχονιου τοῦ βασιλέως τῆς Ιουδαίας καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος βρονταὶ καὶ σεισμός τάραχος ἐπὶ τῆς γῆς καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔθνος καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου θλῖψις καὶ στενοχωρία κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς καὶ ἐταράχθη δίκαιον πᾶν ἔθνος φοβούμενοι τὰ ἑαυτῶν κακὰ καὶ ἡτοιμάσθησαν ἀπολέσθαι καὶ ἐβόησαν πρὸς τὸν θεόν ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας ὕδωρ πολύ φῶς καὶ ὁ ἥλιος ἀνέτειλεν καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους καὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο καὶ τί ὁ θεὸς βεβούλευται ποιῆσαι εἶχεν αὐτὸ ἐν τῇ καρδίᾳ καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός καὶ ἡσύχασεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβαθα καὶ Θαρρα τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασσόντων τὴν αὐλὴν ἤκουσέν τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύνησεν καὶ ἔμαθεν ὅτι ἑτοιμάζουσιν τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ αὐτῶν καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους καὶ ὁμολογήσαντες ἀπήχθησαν καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων καὶ ἦν Αμαν Αμαδαθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως καὶ ἐζήτησεν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν -
Hi 41,21
LXX · N.GSM
ὡς καλάμη ἐλογίσθησαν σφῦραι καταγελᾷ δὲ σεισμοῦ πυρφόρου -
Iz 15,5
LXX · N.NSM
ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγωρ δάμαλις γάρ ἐστιν τριετής ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουιθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Αρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός -
Iz 29,6
LXX · N.GSM
παρὰ κυρίου σαβαωθ ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα -
Jr 10,22
LXX · N.NSM
φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις Ιουδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθῶν -
Jr 23,19
LXX · N.NSM
ἰδοὺ σεισμὸς παρὰ κυρίου καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμόν συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει -
Jr 29,3
LXX · N.GSM
ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων αὐτοῦ ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπέστρεψαν πατέρες ἐφ᾿ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν -
Ez 3,12
LXX · N.GSM
καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτοῦ -
Ez 3,13
LXX · N.GSM
καὶ εἶδον φωνὴν πτερύγων τῶν ζῴων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν καὶ φωνὴ τοῦ σεισμοῦ -
Ez 37,7
LXX · N.NSM
καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι καὶ ἰδοὺ σεισμός καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ -
Ez 38,19
LXX · N.NSM
καὶ ὁ ζῆλός μου ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ -
Am 1,1
LXX · N.GSM
λόγοι Αμως οἳ ἐγένοντο ἐν νακκαριμ ἐκ Θεκουε οὓς εἶδεν ὑπὲρ Ιερουσαλημ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ τοῦ Ιωας βασιλέως Ισραηλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ -
Na 3,2
LXX · N.GSM
φωνὴ μαστίγων καὶ φωνὴ σεισμοῦ τροχῶν καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος -
Za 14,5
LXX · N.GSM
καὶ ἐμφραχθήσεται φάραγξ ὀρέων μου καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ιασολ καὶ ἐμφραχθήσεται καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἥξει κύριος ὁ θεός μου καὶ πάντες οἱ ἅγιοι μετ᾿ αὐτοῦ -
Mt 8,24
SBLGNT · ----NSM-
καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν. -
Mt 24,7
SBLGNT · ----NPM-
ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· -
Mt 27,54
SBLGNT · ----ASM-
Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος. -
Mt 28,2
SBLGNT · ----NSM-
καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισε τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. -
Mk 13,8
SBLGNT · ----NPM-
ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ἔσονται σεισμοὶ κατὰ τόπους, ⸁ἔσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα. -
Łk 21,11
SBLGNT · ----NPM-
σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα ἔσται. -
Dz 16,26
SBLGNT · ----NSM-
ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. -
Ap 6,12
SBLGNT · ----NSM-
Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα, -
Ap 8,5
SBLGNT · ----NSM-
καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός. -
Ap 11,13
SBLGNT · ----NSM-
καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ. -
Ap 11,13
SBLGNT · ----DSM-
καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ. -
Ap 11,19
SBLGNT · ----NSM-
Καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη. -
Ap 16,18
SBLGNT · ----NSM-
καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας, -
Ap 16,18
SBLGNT · ----NSM-
καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας,
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)