G4524 — 45 wystąpień
G4524 · Σαδώκ (Sadōk) · Zadok — Σαδώκ , ὁ indecl. (Heb. צָדוֹק, see supr., see word Σαδδουκαῖος) ; Sadoc, Zadok : Mat.1:14. †; (AS) [STEPBible CC BY]
2 Sm 131 Krl 112 Krl 11 Krn 152 Krn 2Ne 1Mt 2
-
2 Sm 15,24
LXX · N.NSM
καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευῖται μετ᾿ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀνέβη Αβιαθαρ ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως -
2 Sm 15,25
LXX · N.DSM
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς -
2 Sm 15,27
LXX · N.DSM
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ τῷ ἱερεῖ ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ καὶ Αχιμαας ὁ υἱός σου καὶ Ιωναθαν ὁ υἱὸς Αβιαθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ᾿ ὑμῶν -
2 Sm 15,29
LXX · N.NSM
καὶ ἀπέστρεψεν Σαδωκ καὶ Αβιαθαρ τὴν κιβωτὸν εἰς Ιερουσαλημ καὶ ἐκάθισεν ἐκεῖ -
2 Sm 15,35
LXX · N.NSM
καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδωκ καὶ Αβιαθαρ οἱ ἱερεῖς καὶ ἔσται πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως καὶ ἀναγγελεῖς τῷ Σαδωκ καὶ τῷ Αβιαθαρ τοῖς ἱερεῦσιν -
2 Sm 15,35
LXX · N.DSM
καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδωκ καὶ Αβιαθαρ οἱ ἱερεῖς καὶ ἔσται πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως καὶ ἀναγγελεῖς τῷ Σαδωκ καὶ τῷ Αβιαθαρ τοῖς ἱερεῦσιν -
2 Sm 15,36
LXX · N.DSM
ἰδοὺ ἐκεῖ μετ᾿ αὐτῶν δύο υἱοὶ αὐτῶν Αχιμαας υἱὸς τῷ Σαδωκ καὶ Ιωναθαν υἱὸς τῷ Αβιαθαρ καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσητε -
2 Sm 17,15
LXX · N.ASM
καὶ εἶπεν Χουσι ὁ τοῦ Αραχι πρὸς Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς οὕτως καὶ οὕτως συνεβούλευσεν Αχιτοφελ τῷ Αβεσσαλωμ καὶ τοῖς πρεσβυτέροις Ισραηλ καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ -
2 Sm 18,19
LXX · N.GSM
καὶ Αχιμαας υἱὸς Σαδωκ εἶπεν δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ ὅτι ἔκρινεν αὐτῷ κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ -
2 Sm 18,22
LXX · N.GSM
καὶ προσέθετο ἔτι Αχιμαας υἱὸς Σαδωκ καὶ εἶπεν πρὸς Ιωαβ καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσι καὶ εἶπεν Ιωαβ ἵνα τί τοῦτο τρέχεις υἱέ μου δεῦρο οὐκ ἔστιν σοι εὐαγγελία εἰς ὠφέλειαν πορευομένῳ -
2 Sm 18,27
LXX · N.GSM
καὶ εἶπεν ὁ σκοπός ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Αχιμαας υἱοῦ Σαδωκ καὶ εἶπεν ὁ βασιλεύς ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται -
2 Sm 19,12
LXX · N.ASM
καὶ ὁ βασιλεὺς Δαυιδ ἀπέστειλεν πρὸς Σαδωκ καὶ πρὸς Αβιαθαρ τοὺς ἱερεῖς λέγων λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ιουδα λέγοντες ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ καὶ λόγος παντὸς Ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα -
2 Sm 20,25
LXX · N.NSM
καὶ Σουσα γραμματεύς καὶ Σαδωκ καὶ Αβιαθαρ ἱερεῖς -
1 Krl 1,8
LXX · N.NSM
καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναθαν ὁ προφήτης καὶ Σεμεϊ καὶ Ρηι καὶ οἱ δυνατοὶ τοῦ Δαυιδ οὐκ ἦσαν ὀπίσω Αδωνιου -
1 Krl 1,26
LXX · N.ASM
καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν -
1 Krl 1,32
LXX · N.ASM
καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ καλέσατέ μοι Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως -
1 Krl 1,34
LXX · N.NSM
καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε ζήτω ὁ βασιλεὺς Σαλωμων -
1 Krl 1,38
LXX · N.NSM
καὶ κατέβη Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης καὶ Βαναιας υἱὸς Ιωδαε καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ ἐπεκάθισαν τὸν Σαλωμων ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυιδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸν Γιων -
1 Krl 1,39
LXX · N.NSM
καὶ ἔλαβεν Σαδωκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν Σαλωμων καὶ ἐσάλπισεν τῇ κερατίνῃ καὶ εἶπεν πᾶς ὁ λαός ζήτω ὁ βασιλεὺς Σαλωμων -
1 Krl 1,44
LXX · N.ASM
καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ᾿ αὐτοῦ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεθθι καὶ τὸν φελεθθι καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως -
1 Krl 1,45
LXX · N.NSM
καὶ ἔχρισαν αὐτὸν Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐν τῷ Γιων καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις αὕτη ἡ φωνή ἣν ἠκούσατε -
1 Krl 2,35
LXX · N.ASM
καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ᾿ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ιερουσαλημ καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Αβιαθαρ καὶ ἔδωκεν κύριος φρόνησιν τῷ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου καὶ ἔλαβεν τὴν θυγατέρα Φαραω καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον αὐτοῦ καὶ τὸν οἶκον κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ιερουσαλημ κυκλόθεν ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει καὶ ἐποίησεν Σαλωμων τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν καὶ ᾠκοδόμησεν τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψεν τὴν πόλιν Δαυιδ οὕτως θυγάτηρ Φαραω ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυιδ εἰς τὸν οἶκον αὐτῆς ὃν ᾠκοδόμησεν αὐτῇ τότε ᾠκοδόμησεν τὴν ἄκραν καὶ Σαλωμων ἀνέφερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν τῷ κυρίῳ καὶ ἐθυμία ἐνώπιον κυρίου καὶ συνετέλεσεν τὸν οἶκον καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμων τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα καὶ ᾠκοδόμησεν τὴν Ασσουρ καὶ τὴν Μαγδω καὶ τὴν Γαζερ καὶ τὴν Βαιθωρων τὴν ἐπάνω καὶ τὰ Βααλαθ πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος Ιερουσαλημ κύκλῳ μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόλεις ταύτας καὶ ἐν τῷ ἔτι Δαυιδ ζῆν ἐνετείλατο τῷ Σαλωμων λέγων ἰδοὺ μετὰ σοῦ Σεμεϊ υἱὸς Γηρα υἱὸς σπέρματος τοῦ Ιεμινι ἐκ Χεβρων οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ιορδάνην καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ καὶ νῦν μὴ ἀθῳώσῃς αὐτόν ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου -
1 Krl 2,46
LXX · N.GSM
καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμων τῷ Βαναια υἱῷ Ιωδαε καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν καὶ ἀπέθανεν καὶ ἦν ὁ βασιλεὺς Σαλωμων φρόνιμος σφόδρα καὶ σοφός καὶ Ιουδα καὶ Ισραηλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες καὶ Σαλωμων ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ καὶ Σαλωμων ἤρξατο διανοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου καὶ αὐτὸς ᾠκοδόμησεν τὴν Θερμαι ἐν τῇ ἐρήμῳ καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμων τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραφι ἕως Γάζης ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν καὶ κατῴκει Ιουδα καὶ Ισραηλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ ἐσθίοντες καὶ πίνοντες ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε πάσας τὰς ἡμέρας Σαλωμων καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμων Αζαριον υἱὸς Σαδωκ τοῦ ἱερέως καὶ Ορνιου υἱὸς Ναθαν ἄρχων τῶν ἐφεστηκότων καὶ Εδραμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβα γραμματεὺς καὶ Βασα υἱὸς Αχιθαλαμ ἀναμιμνῄσκων καὶ Αβι υἱὸς Ιωαβ ἀρχιστράτηγος καὶ Αχιρε υἱὸς Εδραϊ ἐπὶ τὰς ἄρσεις καὶ Βαναια υἱὸς Ιωδαε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου καὶ Ζαχουρ υἱὸς Ναθαν ὁ σύμβουλος καὶ ἦσαν τῷ Σαλωμων τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου Σαλωμων υἱὸς Δαυιδ ἐβασίλευσεν ἐπὶ Ισραηλ καὶ Ιουδα ἐν Ιερουσαλημ -
1 Krl 4,2
LXX · N.GSM
καὶ οὗτοι οἱ ἄρχοντες οἳ ἦσαν αὐτοῦ Αζαριου υἱὸς Σαδωκ -
2 Krl 15,33
LXX · N.GSM
υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ιερουσα θυγάτηρ Σαδωκ -
1 Krn 5,34
LXX · N.ASM
καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ καὶ Σαδωκ ἐγέννησεν τὸν Αχιμαας -
1 Krn 5,34
LXX · N.NSM
καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ καὶ Σαδωκ ἐγέννησεν τὸν Αχιμαας -
1 Krn 5,38
LXX · N.ASM
καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ καὶ Σαδωκ ἐγέννησεν τὸν Σαλωμ -
1 Krn 5,38
LXX · N.NSM
καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ καὶ Σαδωκ ἐγέννησεν τὸν Σαλωμ -
1 Krn 6,38
LXX · N.NSM
Σαδωκ υἱὸς αὐτοῦ Αχιμαας υἱὸς αὐτοῦ -
1 Krn 9,11
LXX · N.GSM
καὶ Αζαρια υἱὸς Χελκια υἱοῦ Μοσολλαμ υἱοῦ Σαδωκ υἱοῦ Μαραιωθ υἱοῦ Αχιτωβ ἡγούμενος οἴκου τοῦ θεοῦ -
1 Krn 12,29
LXX · N.NSM
καὶ Σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο -
1 Krn 15,11
LXX · N.ASM
καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας τὸν Ουριηλ Ασαια Ιωηλ Σαμαιαν Ελιηλ Αμιναδαβ -
1 Krn 16,39
LXX · N.ASM
καὶ τὸν Σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον σκηνῆς κυρίου ἐν Βαμα τῇ ἐν Γαβαων -
1 Krn 18,16
LXX · N.NSM
καὶ Σαδωκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Σουσα γραμματεὺς -
1 Krn 24,3
LXX · N.NSM
καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν -
1 Krn 24,6
LXX · N.NSM
καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθαμαρ -
1 Krn 24,31
LXX · N.NSM
καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ααρων ἐναντίον τοῦ βασιλέως καὶ Σαδωκ καὶ Αχιμελεχ καὶ ἀρχόντων πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν πατριάρχαι αρααβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι -
1 Krn 27,17
LXX · N.NSM
τῷ Λευι Ασαβιας ὁ τοῦ Καμουηλ τῷ Ααρων Σαδωκ -
1 Krn 29,22
LXX · N.ASM
καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμων υἱὸν Δαυιδ καὶ ἔχρισαν αὐτὸν τῷ κυρίῳ εἰς βασιλέα καὶ Σαδωκ εἰς ἱερωσύνην -
2 Krn 27,1
LXX · N.GSM
υἱὸς εἴκοσι πέντε ἐτῶν Ιωαθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ιερουσα θυγάτηρ Σαδωκ -
2 Krn 31,10
LXX · N.GSM
καὶ εἶπεν πρὸς αὐτὸν Αζαριας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἶκον Σαδωκ καὶ εἶπεν ἐξ οὗ ἦρκται ἡ ἀπαρχὴ φέρεσθαι εἰς οἶκον κυρίου ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν ὅτι κύριος ηὐλόγησεν τὸν λαὸν αὐτοῦ καὶ κατελίπομεν ἔτι τὸ πλῆθος τοῦτο -
Ne 3,4
LXX · N.NSM
καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ Ραμωθ υἱὸς Ουρια υἱοῦ Ακως καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Μοσολλαμ υἱὸς Βαραχιου υἱοῦ Μασεζεβηλ καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Σαδωκ υἱὸς Βαανα -
Mt 1,14
SBLGNT · ----ASM-
Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχίμ, Ἀχὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, -
Mt 1,14
SBLGNT · ----NSM-
Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχίμ, Ἀχὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ,
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)