G4417 — 20 wystąpień
G4417 · πταίω (ptaiō) · to stumble — πταίω ; [in LXX chiefly for נָגַף ni. ;] ; __1. trans., to cause to stumble ( 1Ki.4:3 , cf. Deiss., BS, 681). ; __2. Intrans., to stumble. Metaphorical, in moral sense, Rom.11:11 , Jas.2:10 3:2 , 2Pe.1:10 .†; (AS) [STEPBible CC BY]
Pwt 11 Sm 42 Sm 41 Krl 12 Krl 11 Krn 12 Mch 1Syr 2Rz 1Jk 32 P 1
-
Pwt 7,25
LXX · V.AAS2S
τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ᾿ αὐτῶν καὶ οὐ λήμψῃ σεαυτῷ μὴ πταίσῃς δι᾿ αὐτό ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν -
1 Sm 4,2
LXX · V.AAI3S
καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἔκλινεν ὁ πόλεμος καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοφύλων καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν -
1 Sm 4,3
LXX · V.AAI3S
καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν καὶ εἶπαν οἱ πρεσβύτεροι Ισραηλ κατὰ τί ἔπταισεν ἡμᾶς κύριος σήμερον ἐνώπιον ἀλλοφύλων λάβωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν ἐκ Σηλωμ καὶ ἐξελθέτω ἐν μέσῳ ἡμῶν καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν -
1 Sm 4,10
LXX · V.PAI3S
καὶ ἐπολέμησαν αὐτούς καὶ πταίει ἀνὴρ Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα καὶ ἔπεσαν ἐξ Ισραηλ τριάκοντα χιλιάδες ταγμάτων -
1 Sm 7,10
LXX · V.AAI3P
καὶ ἦν Σαμουηλ ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἐβρόντησεν κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ισραηλ -
2 Sm 2,17
LXX · V.AAI3S
καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔπταισεν Αβεννηρ καὶ ἄνδρες Ισραηλ ἐνώπιον παίδων Δαυιδ -
2 Sm 10,15
LXX · V.AAI3S
καὶ εἶδεν Συρία ὅτι ἔπταισεν ἔμπροσθεν Ισραηλ καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό -
2 Sm 10,19
LXX · V.AAI3P
καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Αδρααζαρ ὅτι ἔπταισαν ἔμπροσθεν Ισραηλ καὶ ηὐτομόλησαν μετὰ Ισραηλ καὶ ἐδούλευσαν αὐτοῖς καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Αμμων -
2 Sm 18,7
LXX · V.AAI3S
καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ισραηλ ἐνώπιον τῶν παίδων Δαυιδ καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι χιλιάδες ἀνδρῶν -
1 Krl 8,33
LXX · V.AAN
ἐν τῷ πταῖσαι τὸν λαόν σου Ισραηλ ἐνώπιον ἐχθρῶν ὅτι ἁμαρτήσονταί σοι καὶ ἐπιστρέψουσιν καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τῷ οἴκῳ τούτῳ -
2 Krl 14,12
LXX · V.AAI3S
καὶ ἔπταισεν Ιουδας ἀπὸ προσώπου Ισραηλ καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ -
1 Krn 19,19
LXX · V.XAI3P
καὶ εἶδον παῖδες Αδρααζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ισραηλ καὶ διέθεντο μετὰ Δαυιδ καὶ ἐδούλευσαν αὐτῷ καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς Αμμων ἔτι -
2 Mch 14,17
LXX · V.XAPNSM
Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι βραδέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς -
Syr 2,8
LXX · V.AAS3S
οἱ φοβούμενοι κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν -
Syr 37,12
LXX · V.AAS2S
ἀλλ᾿ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου καὶ ἐὰν πταίσῃς συναλγήσει σοι -
Rz 11,11
SBLGNT · 3AAI-P--
Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. -
Jk 2,10
SBLGNT · 3AAS-S--
ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. -
Jk 3,2
SBLGNT · 1PAI-P--
πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. -
Jk 3,2
SBLGNT · 3PAI-S--
πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. -
2 P 1,10
SBLGNT · 2AAS-P--
διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε·
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)