G436 — 81 wystąpień
G436 · ἀνθίστημι (anthistēmi) · to oppose — ἀνθ-ίοτημι ; (ἀντί, ἵστημι), [in LXX for עָמַד, יָצַב, etc. ;] ; __1. in pres., impf., fut. and 1 aor. act., causal, to set against. ; __2. In mid, and pass., also pf. and 2 aor. act., to withstand, resist, oppose : with dative, Mat.5:39 , Luk… [STEPBible CC BY]
Kpł 1Lb 4Pwt 6Joz 3Sdz 12 Sm 12 Krn 5Jdt 5Est 11 Mch 5Hi 3Ps 2Mdr 7Syr 3Iz 3Jr 5Ba 1Dn 4Oz 1Ab 2Mi 1Na 1Ha 1Ml 1Mt 1Łk 1Dz 2Rz 3Ga 1Ef 12 Tm 3Jk 11 P 1
-
Kpł 26,37
LXX · V.AAN
καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμῳ οὐθενὸς κατατρέχοντος καὶ οὐ δυνήσεσθε ἀντιστῆναι τοῖς ἐχθροῖς ὑμῶν -
Lb 10,9
LXX · V.XAPAPM
ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν καὶ σημανεῖτε ταῖς σάλπιγξιν καὶ ἀναμνησθήσεσθε ἔναντι κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν -
Lb 22,23
LXX · V.XAPASM
καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ -
Lb 22,31
LXX · V.XAPASM
ἀπεκάλυψεν δὲ ὁ θεὸς τοὺς ὀφθαλμοὺς Βαλααμ καὶ ὁρᾷ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ -
Lb 22,34
LXX · V.XAI2S
καὶ εἶπεν Βαλααμ τῷ ἀγγέλῳ κυρίου ἡμάρτηκα οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν καὶ νῦν εἰ μή σοι ἀρέσκει ἀποστραφήσομαι -
Pwt 7,24
LXX · V.FMI3S
καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου ἕως ἂν ἐξολεθρεύσῃς αὐτούς -
Pwt 9,2
LXX · V.FMI3S
λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη υἱοὺς Ενακ οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ενακ -
Pwt 11,25
LXX · V.FMI3S
οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπον ὑμῶν τὸν τρόμον ὑμῶν καὶ τὸν φόβον ὑμῶν ἐπιθήσει κύριος ὁ θεὸς ὑμῶν ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐφ᾿ ἧς ἐὰν ἐπιβῆτε ἐπ᾿ αὐτῆς ὃν τρόπον ἐλάλησεν κύριος πρὸς ὑμᾶς -
Pwt 19,18
LXX · V.AAI3S
καὶ ἐξετάσωσιν οἱ κριταὶ ἀκριβῶς καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ -
Pwt 25,18
LXX · V.AAI3S
πῶς ἀντέστη σοι ἐν τῇ ὁδῷ καὶ ἔκοψέν σου τὴν οὐραγίαν τοὺς κοπιῶντας ὀπίσω σου σὺ δὲ ἐπείνας καὶ ἐκοπίας καὶ οὐκ ἐφοβήθη τὸν θεόν -
Pwt 28,7
LXX · V.XAPAPM
παραδῷ κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου -
Joz 1,5
LXX · V.FMI3S
οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε -
Joz 7,13
LXX · V.AAN
ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ τὸ ἀνάθεμα ἐν ὑμῖν ἐστιν οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν -
Joz 23,9
LXX · V.AAI3S
καὶ ἐξωλέθρευσεν αὐτοὺς κύριος ἀπὸ προσώπου ὑμῶν ἔθνη μεγάλα καὶ ἰσχυρά καὶ ὑμῖν οὐθεὶς ἀντέστη κατενώπιον ὑμῶν ἕως τῆς ἡμέρας ταύτης -
Sdz 2,14
LXX · V.AAN
καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων καὶ κατεπρονόμευσαν αὐτούς καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν -
2 Sm 5,6
LXX · V.AAI3P
καὶ ἀπῆλθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ιερουσαλημ πρὸς τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν καὶ ἐρρέθη τῷ Δαυιδ οὐκ εἰσελεύσει ὧδε ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυιδ ὧδε -
2 Krn 13,7
LXX · V.AAI3S
καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι καὶ ἀντέστη πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων καὶ Ροβοαμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ -
2 Krn 13,7
LXX · V.AAI3S
καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι καὶ ἀντέστη πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων καὶ Ροβοαμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ -
2 Krn 13,8
LXX · V.AAN
καὶ νῦν λέγετε ὑμεῖς ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας κυρίου διὰ χειρὸς υἱῶν Δαυιδ καὶ ὑμεῖς πλῆθος πολύ καὶ μεθ᾿ ὑμῶν μόσχοι χρυσοῖ οὓς ἐποίησεν ὑμῖν Ιεροβοαμ εἰς θεούς -
2 Krn 20,6
LXX · V.AAN
καὶ εἶπεν κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν οὐχὶ σὺ εἶ θεὸς ἐν οὐρανῷ καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστιν πρὸς σὲ ἀντιστῆναι -
2 Krn 20,12
LXX · V.AAN
κύριε ὁ θεὸς ἡμῶν οὐ κρινεῖς ἐν αὐτοῖς ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ᾿ ἡμᾶς καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς ἀλλ᾿ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν -
Jdt 2,25
LXX · V.AAPAPM
καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλικίας καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ καὶ ἦλθεν ἕως ὁρίων Ιαφεθ τὰ πρὸς νότον κατὰ πρόσωπον τῆς Ἀραβίας -
Jdt 6,4
LXX · V.FMI3S
κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς καὶ τὰ ὄρη αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι αὐτῶν καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται τῶν νεκρῶν αὐτῶν καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται λέγει ὁ βασιλεὺς Ναβουχοδονοσορ ὁ κύριος πάσης τῆς γῆς εἶπεν γάρ οὐ ματαιωθήσεται τὰ ῥήματα τῶν λόγων αὐτοῦ -
Jdt 8,28
LXX · V.FMI3S
καὶ εἶπεν πρὸς αὐτὴν Οζιας πάντα ὅσα εἶπας ἐν ἀγαθῇ καρδίᾳ ἐλάλησας καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου -
Jdt 11,18
LXX · V.FMI3S
καὶ ἐλθοῦσα προσανοίσω σοι καὶ ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν -
Jdt 16,14
LXX · V.FMI3S
σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου ὅτι εἶπας καὶ ἐγενήθησαν ἀπέστειλας τὸ πνεῦμά σου καὶ ᾠκοδόμησεν καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου -
Est 9,2
LXX · V.AAI3S
ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Ιουδαίοις οὐδεὶς γὰρ ἀντέστη φοβούμενος αὐτούς -
1 Mch 6,4
LXX · V.AAI3P
καὶ ἀντέστησαν αὐτῷ εἰς πόλεμον καὶ ἔφυγεν καὶ ἀπῆρεν ἐκεῖθεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς Βαβυλῶνα -
1 Mch 8,11
LXX · V.AAI3P
καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς κατέφθειραν καὶ ἐδούλωσαν αὐτούς μετὰ δὲ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν φιλίαν -
1 Mch 11,38
LXX · V.YAI3S
καὶ εἶδεν Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνθειστήκει καὶ ἀπέλυσεν πάσας τὰς δυνάμεις αὐτοῦ ἕκαστον εἰς τὸν ἴδιον τόπον πλὴν τῶν ξένων δυνάμεων ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν καὶ ἤχθραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις αἱ ἀπὸ τῶν πατέρων -
1 Mch 14,29
LXX · V.AAI3P
ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τῇ χώρᾳ Σιμων δὲ υἱὸς Ματταθιου ἱερεὺς τῶν υἱῶν Ιωαριβ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔδωκαν αὑτοὺς τῷ κινδύνῳ καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔθνους αὐτῶν ὅπως σταθῇ τὰ ἅγια αὐτῶν καὶ ὁ νόμος καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔθνος αὐτῶν -
1 Mch 14,32
LXX · V.AAI3S
τότε ἀντέστη Σιμων καὶ ἐπολέμησε περὶ τοῦ ἔθνους αὐτοῦ καὶ ἐδαπάνησεν χρήματα πολλὰ τῶν ἑαυτοῦ καὶ ὁπλοδότησεν τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔθνους αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς ὀψώνια -
Hi 9,19
LXX · V.FMI3S
ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται -
Hi 41,2
LXX · V.AAPNSM
οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς -
Hi 41,3
LXX · V.FMI3S
ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ εἰ πᾶσα ἡ ὑπ᾿ οὐρανὸν ἐμή ἐστιν -
Ps 17,7
LXX · V.XAPGPM
θαυμάστωσον τὰ ἐλέη σου ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου -
Ps 76,8
LXX · V.FMI3S
σὺ φοβερὸς εἶ καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου -
Mdr 2,18
LXX · V.XAPGPM
εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς θεοῦ ἀντιλήμψεται αὐτοῦ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων -
Mdr 5,23
LXX · V.FMI3S
ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν -
Mdr 10,16
LXX · V.AAI3S
εἰσῆλθεν εἰς ψυχὴν θεράποντος κυρίου καὶ ἀντέστη βασιλεῦσιν φοβεροῖς ἐν τέρασι καὶ σημείοις -
Mdr 11,3
LXX · V.AAI3P
ἀντέστησαν πολεμίοις καὶ ἐχθροὺς ἠμύναντο -
Mdr 11,21
LXX · V.FMI3S
τὸ γὰρ μεγάλως ἰσχύειν σοι πάρεστιν πάντοτε καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται -
Mdr 12,12
LXX · V.FMI3S
τίς γὰρ ἐρεῖ τί ἐποίησας ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων ἃ σὺ ἐποίησας ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνθρώπων -
Mdr 18,21
LXX · V.AAI3S
σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν τὸ τῆς ἰδίας λειτουργίας ὅπλον προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας ἀντέστη τῷ θυμῷ καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ δεικνὺς ὅτι σός ἐστιν θεράπων -
Syr 8,2
LXX · V.AAS3S
μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν -
Syr 46,6
LXX · V.XAPAPM
κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτοῦ ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτοῦ -
Syr 46,7
LXX · V.AAN
καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος αὐτὸς καὶ Χαλεβ υἱὸς Ιεφοννη ἀντιστῆναι ἔναντι ἐκκλησίας κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας -
Iz 3,9
LXX · V.AAI3S
καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεφάνισαν οὐαὶ τῇ ψυχῇ αὐτῶν διότι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν -
Iz 50,8
LXX · V.AAD3S
ὅτι ἐγγίζει ὁ δικαιώσας με τίς ὁ κρινόμενός μοι ἀντιστήτω μοι ἅμα καὶ τίς ὁ κρινόμενός μοι ἐγγισάτω μοι -
Iz 59,12
LXX · V.AAI3P
πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)