G4313 — 35 wystąpień
G4313 · προπορεύω (proporeuō) · to go before — προ-πορεύω ; [in LXX chiefly for הָלַךְ, also for עָבַר, etc. ;] ; to make to go before. Pass. and mid., to go before : Luk.1:76 , Act.7:40 " (LXX) ,†; (AS) [STEPBible CC BY]
Rdz 4Wj 6Lb 1Pwt 8Joz 41 Sm 2Est 11 Mch 1Ps 3Prz 2Iz 1Łk 1Dz 1
-
Rdz 32,17
LXX · V.PMD2P
καὶ ἔδωκεν διὰ χειρὸς τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας εἶπεν δὲ τοῖς παισὶν αὐτοῦ προπορεύεσθε ἔμπροσθέν μου καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης -
Rdz 32,18
LXX · V.PMPAPN
καὶ ἐνετείλατο τῷ πρώτῳ λέγων ἐάν σοι συναντήσῃ Ησαυ ὁ ἀδελφός μου καὶ ἐρωτᾷ σε λέγων τίνος εἶ καὶ ποῦ πορεύῃ καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου -
Rdz 32,20
LXX · V.PMPDPM
καὶ ἐνετείλατο τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων λέγων κατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε Ησαυ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτὸν -
Rdz 32,21
LXX · V.PMPDPN
καὶ ἐρεῖτε ἰδοὺ ὁ παῖς σου Ιακωβ παραγίνεται ὀπίσω ἡμῶν εἶπεν γάρ ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου -
Wj 14,19
LXX · V.PMPNSM
ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Ισραηλ καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν ἐξῆρεν δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν -
Wj 17,5
LXX · V.PMD2S
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν προπορεύου τοῦ λαοῦ τούτου λαβὲ δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμόν λαβὲ ἐν τῇ χειρί σου καὶ πορεύσῃ -
Wj 32,1
LXX · V.FMI3P
καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικεν Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους συνέστη ὁ λαὸς ἐπὶ Ααρων καὶ λέγουσιν αὐτῷ ἀνάστηθι καὶ ποίησον ἡμῖν θεούς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ -
Wj 32,23
LXX · V.FMI3P
λέγουσιν γάρ μοι ποίησον ἡμῖν θεούς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ -
Wj 32,34
LXX · V.PMI3S
νυνὶ δὲ βάδιζε κατάβηθι καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπά σοι ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου ᾗ δ᾿ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι ἐπάξω ἐπ᾿ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν -
Wj 33,14
LXX · V.FMI1S
καὶ λέγει αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε -
Lb 10,33
LXX · V.IMI3S
καὶ ἐξῆραν ἐκ τοῦ ὄρους κυρίου ὁδὸν τριῶν ἡμερῶν καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν -
Pwt 1,30
LXX · V.PMPNSM
κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ᾿ ὑμῶν κατὰ πάντα ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ -
Pwt 1,33
LXX · V.PMI3S
ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτὸς δεικνύων ὑμῖν τὴν ὁδόν καθ᾿ ἣν πορεύεσθε ἐπ᾿ αὐτῆς καὶ ἐν νεφέλῃ ἡμέρας -
Pwt 3,18
LXX · V.PMD2P
καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων κύριος ὁ θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ πᾶς δυνατός -
Pwt 9,3
LXX · V.PMI3S
καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου οὗτος προπορεύεται πρὸ προσώπου σου πῦρ καταναλίσκον ἐστίν οὗτος ἐξολεθρεύσει αὐτούς καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἀπολεῖς αὐτούς καθάπερ εἶπέν σοι κύριος -
Pwt 20,4
LXX · V.PMPNSM
ὅτι κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος μεθ᾿ ὑμῶν συνεκπολεμῆσαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν διασῶσαι ὑμᾶς -
Pwt 31,3
LXX · V.PMPNSM
κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου αὐτὸς ἐξολεθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου καὶ κατακληρονομήσεις αὐτούς καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου καθὰ ἐλάλησεν κύριος -
Pwt 31,3
LXX · V.PMPNSM
κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου αὐτὸς ἐξολεθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου καὶ κατακληρονομήσεις αὐτούς καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου καθὰ ἐλάλησεν κύριος -
Pwt 31,6
LXX · V.PMPNSM
ἀνδρίζου καὶ ἴσχυε μὴ φοβοῦ μηδὲ δειλία μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν ὅτι κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ᾿ ὑμῶν ἐν ὑμῖν οὐ μή σε ἀνῇ οὔτε μή σε ἐγκαταλίπῃ -
Joz 3,6
LXX · V.PMD2P
καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ -
Joz 6,13
LXX · V.IMI3P
καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν -
Joz 10,13
LXX · V.IMI3S
καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτῶν καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς -
Joz 10,24
LXX · V.PMD2P
καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ισραηλ καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ λέγων αὐτοῖς προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν -
1 Sm 17,7
LXX · V.IMI3S
καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑφαινόντων καὶ ἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ -
1 Sm 25,19
LXX · V.AMD2P
καὶ εἶπεν τοῖς παιδαρίοις αὐτῆς προπορεύεσθε ἔμπροσθέν μου καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλεν -
Est 5,1
LXX · V.PMPGSF
καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς καὶ γενηθεῖσα ἐπιφανὴς ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτῆρα παρέλαβεν τὰς δύο ἅβρας καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνεδεδύκει ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν καὶ ἦν φοβερὸς σφόδρα καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον δόξῃ ἐν ἀκμῇ θυμοῦ ἔβλεψεν καὶ ἔπεσεν ἡ βασίλισσα καὶ μετέβαλεν τὸ χρῶμα αὐτῆς ἐν ἐκλύσει καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης καὶ μετέβαλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραΰτητα καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ μέχρις οὗ κατέστη καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς καὶ εἶπεν αὐτῇ τί ἐστιν Εσθηρ ἐγὼ ὁ ἀδελφός σου θάρσει οὐ μὴ ἀποθάνῃς ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐστιν πρόσελθε -
1 Mch 9,11
LXX · V.IMI3P
καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι -
Ps 85,14
LXX · V.FMI3S
δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ -
Ps 89,15
LXX · V.FMI3S
δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου -
Ps 97,3
LXX · V.FMI3S
πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ -
Prz 4,18
LXX · V.PMI3P
αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν προπορεύονται καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα -
Prz 24,34
LXX · V.PMPNSF
ἐὰν δὲ τοῦτο ποιῇς ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς -
Iz 58,8
LXX · V.FMI3S
τότε ῥαγήσεται πρόιμον τὸ φῶς σου καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε -
Łk 1,76
SBLGNT · 2FMI-S--
καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, -
Dz 7,40
SBLGNT · 3FMI-P--
εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)