G4190 — 426 wystąpień
G4190 · πονηρός (ponēros) · evil/bad — πονηρός , -ά, -όν; (πονέω, to toil ), [in LXX chiefly for רַע ;] ; __1. ; __(a) of persons, oppressed by toils (Hes.); ; __(b) of things, toilsome, painful (καιρός, Sir.51:12 ): Eph.5:16 6:13 Rev.16:2 . ; __2. bad, worthless ; ; __(a) in ph… [STEPBible CC BY]
Rdz 25Wj 1Kpł 6Lb 10Pwt 26Joz 1Sdz 91 Sm 132 Sm 71 Krl 122 Krl 271 Krn 22 Krn 15Ezd 2Ne 10Tb 3Jdt 3Est 11 Mch 52 Mch 1Hi 8Ps 17Prz 7Koh 18Mdr 3Syr 33Iz 19Jr 33Ba 4Ez 10Dn 1Oz 3Am 3Jon 2Mi 3Na 1Ha 1Za 2Ml 1Mt 26Mk 2Łk 13J 3Dz 8Rz 11 Kor 1Ga 1Ef 3Kol 11 Tes 12 Tes 21 Tm 12 Tm 2Hbr 2Jk 21 J 62 J 13 J 1Ap 1
-
Rdz 2,9
LXX · A.GSM
καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ -
Rdz 2,17
LXX · A.ASN
ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ θανάτῳ ἀποθανεῖσθε -
Rdz 3,5
LXX · A.ASN
ᾔδει γὰρ ὁ θεὸς ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν -
Rdz 3,22
LXX · A.ASM
καὶ εἶπεν ὁ θεός ἰδοὺ Αδαμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα -
Rdz 6,5
LXX · A.APN
ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας -
Rdz 8,21
LXX · A.APN
καὶ ὠσφράνθη κύριος ὁ θεὸς ὀσμὴν εὐωδίας καὶ εἶπεν κύριος ὁ θεὸς διανοηθείς οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν καθὼς ἐποίησα -
Rdz 12,17
LXX · A.DPM
καὶ ἤτασεν ὁ θεὸς τὸν Φαραω ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σαρας τῆς γυναικὸς Αβραμ -
Rdz 13,13
LXX · A.NPM
οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδομοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ θεοῦ σφόδρα -
Rdz 28,8
LXX · A.NPF
καὶ εἶδεν Ησαυ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χανααν ἐναντίον Ισαακ τοῦ πατρὸς αὐτοῦ -
Rdz 31,24
LXX · A.APN
ἦλθεν δὲ ὁ θεὸς πρὸς Λαβαν τὸν Σύρον καθ᾿ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ φύλαξαι σεαυτόν μήποτε λαλήσῃς μετὰ Ιακωβ πονηρά -
Rdz 31,29
LXX · A.APN
καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε ὁ δὲ θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπεν πρός με λέγων φύλαξαι σεαυτόν μήποτε λαλήσῃς μετὰ Ιακωβ πονηρά -
Rdz 34,30
LXX · A.ASM
εἶπεν δὲ Ιακωβ Συμεων καὶ Λευι μισητόν με πεποιήκατε ὥστε πονηρόν με εἶναι πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν ἔν τε τοῖς Χαναναίοις καὶ τοῖς Φερεζαίοις ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ καὶ συναχθέντες ἐπ᾿ ἐμὲ συγκόψουσίν με καὶ ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἶκός μου -
Rdz 35,22
LXX · A.NSN
ἐγένετο δὲ ἡνίκα κατῴκησεν Ισραηλ ἐν τῇ γῇ ἐκείνῃ ἐπορεύθη Ρουβην καὶ ἐκοιμήθη μετὰ Βαλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ καὶ ἤκουσεν Ισραηλ καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ ἦσαν δὲ οἱ υἱοὶ Ιακωβ δώδεκα -
Rdz 37,2
LXX · A.ASM
αὗται δὲ αἱ γενέσεις Ιακωβ Ιωσηφ δέκα ἑπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα ὢν νέος μετὰ τῶν υἱῶν Βαλλας καὶ μετὰ τῶν υἱῶν Ζελφας τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ κατήνεγκεν δὲ Ιωσηφ ψόγον πονηρὸν πρὸς Ισραηλ τὸν πατέρα αὐτῶν -
Rdz 37,20
LXX · A.NSN
νῦν οὖν δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων καὶ ἐροῦμεν θηρίον πονηρὸν κατέφαγεν αὐτόν καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ -
Rdz 37,33
LXX · A.NSN
καὶ ἐπέγνω αὐτὸν καὶ εἶπεν χιτὼν τοῦ υἱοῦ μού ἐστιν θηρίον πονηρὸν κατέφαγεν αὐτόν θηρίον ἥρπασεν τὸν Ιωσηφ -
Rdz 38,7
LXX · A.NSM
ἐγένετο δὲ Ηρ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου καὶ ἀπέκτεινεν αὐτὸν ὁ θεός -
Rdz 38,10
LXX · A.NSN
πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ θεοῦ ὅτι ἐποίησεν τοῦτο καὶ ἐθανάτωσεν καὶ τοῦτον -
Rdz 39,9
LXX · A.ASN
καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐθὲν ἐμοῦ οὐδὲ ὑπεξῄρηται ἀπ᾿ ἐμοῦ οὐδὲν πλὴν σοῦ διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ -
Rdz 41,19
LXX · A.NPF
καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ Αἰγύπτῳ αἰσχροτέρας -
Rdz 44,4
LXX · A.APN
ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν οὐκ ἀπέσχον μακράν καὶ Ιωσηφ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ καταλήμψῃ αὐτοὺς καὶ ἐρεῖς αὐτοῖς τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν -
Rdz 44,5
LXX · A.APN
ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν οὐ τοῦτό ἐστιν ἐν ᾧ πίνει ὁ κύριός μου αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ πονηρὰ συντετέλεσθε ἃ πεποιήκατε -
Rdz 47,9
LXX · A.NPF
καὶ εἶπεν Ιακωβ τῷ Φαραω αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἃς παροικῶ ἑκατὸν τριάκοντα ἔτη μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου ἃς ἡμέρας παρῴκησαν -
Rdz 50,17
LXX · A.APN
οὕτως εἴπατε Ιωσηφ ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν ὅτι πονηρά σοι ἐνεδείξαντο καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ θεοῦ τοῦ πατρός σου καὶ ἔκλαυσεν Ιωσηφ λαλούντων αὐτῶν πρὸς αὐτόν -
Rdz 50,20
LXX · A.APN
ὑμεῖς ἐβουλεύσασθε κατ᾿ ἐμοῦ εἰς πονηρά ὁ δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά ὅπως ἂν γενηθῇ ὡς σήμερον ἵνα διατραφῇ λαὸς πολύς -
Wj 33,4
LXX · A.ASN
καὶ ἀκούσας ὁ λαὸς τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο κατεπένθησαν ἐν πενθικοῖς -
Kpł 26,6
LXX · A.APN
καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν καὶ κοιμηθήσεσθε καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν -
Kpł 27,10
LXX · A.DSN
οὐκ ἀλλάξει αὐτὸ καλὸν πονηρῷ οὐδὲ πονηρὸν καλῷ ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃ αὐτὸ κτῆνος κτήνει ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια -
Kpł 27,10
LXX · A.ASN
οὐκ ἀλλάξει αὐτὸ καλὸν πονηρῷ οὐδὲ πονηρὸν καλῷ ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃ αὐτὸ κτῆνος κτήνει ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια -
Kpł 27,12
LXX · A.GSN
καὶ τιμήσεται αὐτὸ ὁ ἱερεὺς ἀνὰ μέσον καλοῦ καὶ ἀνὰ μέσον πονηροῦ καὶ καθότι ἂν τιμήσεται ὁ ἱερεύς οὕτως στήσεται -
Kpł 27,14
LXX · A.GSF
καὶ ἄνθρωπος ὃς ἂν ἁγιάσῃ τὴν οἰκίαν αὐτοῦ ἁγίαν τῷ κυρίῳ καὶ τιμήσεται αὐτὴν ὁ ἱερεὺς ἀνὰ μέσον καλῆς καὶ ἀνὰ μέσον πονηρᾶς ὡς ἂν τιμήσεται αὐτὴν ὁ ἱερεύς οὕτως σταθήσεται -
Kpł 27,33
LXX · A.DSN
οὐκ ἀλλάξεις καλὸν πονηρῷ ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃς αὐτό καὶ τὸ ἄλλαγμα αὐτοῦ ἔσται ἅγιον οὐ λυτρωθήσεται -
Lb 11,1
LXX · A.APN
καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργῇ καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου καὶ κατέφαγεν μέρος τι τῆς παρεμβολῆς -
Lb 11,10
LXX · A.ASM
καὶ ἤκουσεν Μωυσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ καὶ ἐθυμώθη ὀργῇ κύριος σφόδρα καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν -
Lb 13,19
LXX · A.APN
καὶ τίς ἡ γῆ εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ᾿ αὐτῆς εἰ καλή ἐστιν ἢ πονηρά καὶ τίνες αἱ πόλεις εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις -
Lb 14,27
LXX · A.ASF
ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ τὴν γόγγυσιν τῶν υἱῶν Ισραηλ ἣν ἐγόγγυσαν περὶ ὑμῶν ἀκήκοα -
Lb 14,35
LXX · A.DSF
ἐγὼ κύριος ἐλάλησα ἦ μὴν οὕτως ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνεσταμένῃ ἐπ᾿ ἐμέ ἐν τῇ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται -
Lb 14,36
LXX · A.APN
καὶ οἱ ἄνθρωποι οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ παραγενηθέντες διεγόγγυσαν κατ᾿ αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς -
Lb 14,37
LXX · A.APN
καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες κατὰ τῆς γῆς πονηρὰ ἐν τῇ πληγῇ ἔναντι κυρίου -
Lb 20,5
LXX · A.ASM
καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον τόπος οὗ οὐ σπείρεται οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιεῖν -
Lb 24,13
LXX · A.ASN
ἐάν μοι δῷ Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ᾿ ἐμαυτοῦ ὅσα ἐὰν εἴπῃ ὁ θεός ταῦτα ἐρῶ -
Lb 32,13
LXX · A.APN
καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Ισραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου -
Pwt 4,25
LXX · A.APN
ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροργίσαι αὐτόν -
Pwt 6,22
LXX · A.APN
καὶ ἔδωκεν κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραω καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν -
Pwt 7,15
LXX · A.APF
καὶ περιελεῖ κύριος ἀπὸ σοῦ πᾶσαν μαλακίαν καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηράς ἃς ἑώρακας καὶ ὅσα ἔγνως οὐκ ἐπιθήσει ἐπὶ σὲ καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντάς σε -
Pwt 9,18
LXX · A.ASN
καὶ ἐδεήθην ἐναντίον κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροξῦναι αὐτόν -
Pwt 13,6
LXX · A.ASM
καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθανεῖται ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλείας ἐξῶσαί σε ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ καὶ ἀφανιεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν -
Pwt 13,12
LXX · A.ASN
καὶ πᾶς Ισραηλ ἀκούσας φοβηθήσεται καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν -
Pwt 15,21
LXX · A.NSM
ἐὰν δὲ ᾖ ἐν αὐτῷ μῶμος χωλὸν ἢ τυφλὸν ἢ καὶ πᾶς μῶμος πονηρός οὐ θύσεις αὐτὸ κυρίῳ τῷ θεῷ σου -
Pwt 17,1
LXX · A.NSN
οὐ θύσεις κυρίῳ τῷ θεῷ σου μόσχον ἢ πρόβατον ἐν ᾧ ἐστιν ἐν αὐτῷ μῶμος πᾶν ῥῆμα πονηρόν ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)