G4043 — 129 wystąpień
G4043 · περιπατέω (peripateō) · to walk — περι-πατέω , -ῶ ; [in LXX chiefly for הָלַךְ pi., hith. ;] ; to walk : absol., Mat.9:5 , Mrk.5:42 , Luk.5:23 , Jhn.1:36 ; with pred., γυμνός, Rev.16:15; ἐπάνω Luk.11:44; διά, with genitive, Rev.21:24; ἐν, Mrk.11:27 12:38 , Jhn.7:1 11:54 , Rev… [STEPBible CC BY]
Rdz 2Wj 1Sdz 11 Sm 12 Sm 12 Krl 1Est 1Hi 3Ps 4Prz 4Koh 2Syr 5Iz 2Dn 6Mt 7Mk 9Łk 5J 17Dz 8Rz 41 Kor 22 Kor 5Ga 1Ef 8Flp 2Kol 41 Tes 42 Tes 2Hbr 11 P 11 J 52 J 33 J 2Ap 5
-
Rdz 3,8
LXX · V.PAPGSM
καὶ ἤκουσαν τὴν φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν καὶ ἐκρύβησαν ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου -
Rdz 3,10
LXX · V.PAPGSM
καὶ εἶπεν αὐτῷ τὴν φωνήν σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην ὅτι γυμνός εἰμι καὶ ἐκρύβην -
Wj 21,19
LXX · V.AAS3S
ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου ἀθῷος ἔσται ὁ πατάξας πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτείσει καὶ τὰ ἰατρεῖα -
Sdz 21,24
LXX · V.AAI3P
καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ -
1 Sm 17,39
LXX · V.AAPNSM
καὶ ἔζωσεν τὸν Δαυιδ τὴν ῥομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ καὶ ἐκοπίασεν περιπατήσας ἅπαξ καὶ δίς καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις ὅτι οὐ πεπείραμαι καὶ ἀφαιροῦσιν αὐτὰ ἀπ᾿ αὐτοῦ -
2 Sm 11,2
LXX · V.IAI3S
καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδεν γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα -
2 Krl 20,3
LXX · V.AAI1S
ὦ δή κύριε μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμῷ μεγάλῳ -
Est 2,11
LXX · V.IAI3S
καθ᾿ ἑκάστην δὲ ἡμέραν ὁ Μαρδοχαῖος περιεπάτει κατὰ τὴν αὐλὴν τὴν γυναικείαν ἐπισκοπῶν τί Εσθηρ συμβήσεται -
Hi 9,8
LXX · V.PAPNSM
ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ὡς ἐπ᾿ ἐδάφους ἐπὶ θαλάσσης -
Hi 20,25
LXX · V.AAO3P
διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν ἐπ᾿ αὐτῷ φόβοι -
Hi 38,16
LXX · V.AAI2S
ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας -
Ps 12,9
LXX · V.PAI3P
κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων -
Ps 104,3
LXX · V.PAPNSM
ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων -
Ps 115,7
LXX · V.FAI3P
χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν -
Ps 135,17
LXX · V.FAI3P
ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν -
Prz 6,22
LXX · V.PAS2S
ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτήν καὶ μετὰ σοῦ ἔστω ὡς δ᾿ ἂν καθεύδῃς φυλασσέτω σε ἵνα ἐγειρομένῳ συλλαλῇ σοι -
Prz 6,28
LXX · V.FAI3S
ἢ περιπατήσει τις ἐπ᾿ ἀνθράκων πυρός τοὺς δὲ πόδας οὐ κατακαύσει -
Prz 8,20
LXX · V.PAI1S
ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι -
Prz 23,31
LXX · V.FAI2S
μὴ μεθύσκεσθε οἴνῳ ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις καὶ ὁμιλεῖτε ἐν περιπάτοις ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου -
Koh 4,15
LXX · V.PAPAPM
εἶδον σὺν πάντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου ὃς στήσεται ἀντ᾿ αὐτοῦ -
Koh 11,9
LXX · V.PAD2S
εὐφραίνου νεανίσκε ἐν νεότητί σου καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου καὶ ἐν ὁράσει ὀφθαλμῶν σου καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ θεὸς ἐν κρίσει -
Syr 9,13
LXX · V.PAI2S
μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσίαν τοῦ φονεύειν καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου κἂν προσέλθῃς μὴ πλημμελήσῃς ἵνα μὴ ἀφέληται τὴν ζωήν σου ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς -
Syr 10,27
LXX · V.PAPNSM
κρείσσων ἐργαζόμενος καὶ περισσεύων ἐν πᾶσιν ἢ περιπατῶν δοξαζόμενος καὶ ἀπορῶν ἄρτων -
Syr 13,13
LXX · V.PAI2S
συντήρησον καὶ πρόσεχε σφοδρῶς ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς -
Syr 24,5
LXX · V.AAI1S
γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα -
Syr 38,32
LXX · V.FAI3P
ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν -
Iz 8,7
LXX · V.FAI3S
διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐφ᾿ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν -
Iz 59,9
LXX · V.AAI3P
διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ᾿ αὐτῶν καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν -
Dn 3,92
LXX · V.PAPAPM
ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους περιπατοῦντας ἐν τῷ πυρί καὶ φθορὰ οὐδεμία ἐγενήθη ἐν αὐτοῖς καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα ἀγγέλου θεοῦ -
Dn 4,29
LXX · V.IAI3S
καὶ μετὰ μῆνας δώδεκα ὁ βασιλεὺς ἐπὶ τῶν τειχῶν τῆς πόλεως μετὰ πάσης τῆς δόξης αὐτοῦ περιεπάτει καὶ ἐπὶ τῶν πύργων αὐτῆς διεπορεύετο -
Dn 4,33
LXX · V.IAI1S
ἕως δὲ πρωὶ πάντα τελεσθήσεται ἐπὶ σέ Ναβουχοδονοσορ βασιλεῦ Βαβυλῶνος καὶ οὐχ ὑστερήσει ἀπὸ πάντων τούτων οὐθέν ἐγὼ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος ἑπτὰ ἔτη ἐπεδήθην χόρτον ὡς βοῦν ἐψώμισάν με καὶ ἀπὸ τῆς χλόης τῆς γῆς ἤσθιον καὶ μετὰ ἔτη ἑπτὰ ἔδωκα τὴν ψυχήν μου εἰς δέησιν καὶ ἠξίωσα περὶ τῶν ἁμαρτιῶν μου κατὰ πρόσωπον κυρίου τοῦ θεοῦ τοῦ οὐρανοῦ καὶ περὶ τῶν ἀγνοιῶν μου τοῦ θεοῦ τῶν θεῶν τοῦ μεγάλου ἐδεήθην καὶ αἱ τρίχες μου ἐγένοντο ὡς πτέρυγες ἀετοῦ οἱ ὄνυχές μου ὡσεὶ λέοντος ἠλλοιώθη ἡ σάρξ μου καὶ ἡ καρδία μου γυμνὸς περιεπάτουν μετὰ τῶν θηρίων τῆς γῆς ἐνύπνιον εἶδον καὶ ὑπόνοιαί με εἰλήφασι καὶ διὰ χρόνου ὕπνος με ἔλαβε πολὺς καὶ νυσταγμὸς ἐπέπεσέ μοι -
Dn 13,7
LXX · V.PAPASF
οὗτοι ἰδόντες γυναῖκα ἀστείαν τῷ εἴδει γυναῖκα ἀδελφοῦ αὐτῶν ἐκ τῶν υἱῶν Ισραηλ ὄνομα Σουσανναν θυγατέρα Χελκιου γυναῖκα Ιωακιμ περιπατοῦσαν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς τὸ δειλινὸν καὶ ἐπιθυμήσαντες αὐτῆς -
Dn 13,13
LXX · V.IAI3S
καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει καὶ ὁ εἷς τῶν πρεσβυτέρων ἐληλύθει καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο καὶ εἷς τὸν ἕτερον ἀνέκρινε λέγων τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβών με καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ -
Dn 13,36
LXX · V.IAI1P
οἱ δὲ δύο πρεσβύτεροι εἶπαν ἡμεῖς περιεπατοῦμεν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς -
Mt 4,18
SBLGNT · -PAPNSM-
Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλιεῖς· -
Mt 9,5
SBLGNT · 2PAD-S--
τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν· Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· Ἔγειρε καὶ περιπάτει; -
Mt 11,5
SBLGNT · 3PAI-P--
τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· -
Mt 14,25
SBLGNT · -PAPNSM-
τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν. -
Mt 14,26
SBLGNT · -PAPASM-
οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. -
Mt 14,29
SBLGNT · 3AAI-S--
ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν. -
Mt 15,31
SBLGNT · -PAPAPM-
ὥστε τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας κυλλοὺς ὑγιεῖς καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ. -
Mk 2,9
SBLGNT · 2PAD-S--
τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· Ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; -
Mk 5,42
SBLGNT · 3IAI-S--
καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ⸁εὐθὺς ἐκστάσει μεγάλῃ. -
Mk 6,48
SBLGNT · -PAPNSM-
καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. -
Mk 6,49
SBLGNT · -PAPASM-
οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν, -
Mk 7,5
SBLGNT · 3PAI-P--
καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον; -
Mk 8,24
SBLGNT · -PAPAPM-
καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. -
Mk 11,27
SBLGNT · -PAPGSM-
Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι -
Mk 12,38
SBLGNT · -PAN----
Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς -
Mk 16,12
SBLGNT · -PAPDPM-
Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ πορευομένοις εἰς ἀγρόν·
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)