G3960 — 413 wystąpień
G3960 · πατάσσω (patassō) · to strike — πατάσσω ; [in LXX chiefly and very frequently for נָכָה hi., also for נָגַף, etc. ;] ; __1. in Hom., intrans., to beat (of the heart). ; __2. Trans. = πλήσσω, to strike, smite : absol., ἐν μαχαίρᾳ, Luk.22:49; with accusative of person(s), Mat.… [STEPBible CC BY]
Rdz 5Wj 23Kpł 4Lb 22Pwt 17Joz 14Sdz 281 Sm 392 Sm 351 Krl 192 Krl 481 Krn 242 Krn 23Ne 1Jdt 81 Mch 192 Mch 1Ps 12Prz 2Pnp 1Syr 1Iz 12Jr 20Ez 2Dn 6Oz 1Am 4Jon 2Mi 2Ag 1Za 6Ml 1Mt 2Mk 1Łk 2Dz 3Ap 2
-
Rdz 8,21
LXX · V.AAN
καὶ ὠσφράνθη κύριος ὁ θεὸς ὀσμὴν εὐωδίας καὶ εἶπεν κύριος ὁ θεὸς διανοηθείς οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν καθὼς ἐποίησα -
Rdz 14,15
LXX · V.AAI3S
καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ ἐδίωξεν αὐτοὺς ἕως Χωβα ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ -
Rdz 19,11
LXX · V.AAI3P
τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν -
Rdz 32,12
LXX · V.AAS3S
ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ησαυ ὅτι φοβοῦμαι ἐγὼ αὐτόν μήποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις -
Rdz 37,21
LXX · V.FAI1P
ἀκούσας δὲ Ρουβην ἐξείλατο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ εἶπεν οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν -
Wj 2,12
LXX · V.AAPNSM
περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα καὶ πατάξας τὸν Αἰγύπτιον ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ -
Wj 3,20
LXX · V.FAI1S
καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς Αἰγυπτίους ἐν πᾶσι τοῖς θαυμασίοις μου οἷς ποιήσω ἐν αὐτοῖς καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς -
Wj 7,20
LXX · V.AAI3S
καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα -
Wj 7,25
LXX · V.AAN
καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόν -
Wj 8,12
LXX · V.AAD2S
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἰπὸν Ααρων ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς καὶ ἔσονται σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ γῇ Αἰγύπτου -
Wj 8,13
LXX · V.AAI3S
ἐξέτεινεν οὖν Ααρων τῇ χειρὶ τὴν ῥάβδον καὶ ἐπάταξεν τὸ χῶμα τῆς γῆς καὶ ἐγένοντο οἱ σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖφες ἐν πάσῃ γῇ Αἰγύπτου -
Wj 9,15
LXX · V.FAI1S
νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε καὶ τὸν λαόν σου θανάτῳ καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς -
Wj 9,25
LXX · V.AAI3S
ἐπάταξεν δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα -
Wj 9,25
LXX · V.AAI3S
ἐπάταξεν δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα -
Wj 12,12
LXX · V.FAI1S
καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν ἐγὼ κύριος -
Wj 12,23
LXX · V.AAN
καὶ παρελεύσεται κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς καὶ ἐπ᾿ ἀμφοτέρων τῶν σταθμῶν καὶ παρελεύσεται κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν ὀλεθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι -
Wj 12,23
LXX · V.AAN
καὶ παρελεύσεται κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς καὶ ἐπ᾿ ἀμφοτέρων τῶν σταθμῶν καὶ παρελεύσεται κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν ὀλεθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι -
Wj 12,27
LXX · V.AAI3S
καὶ ἐρεῖτε αὐτοῖς θυσία τὸ πασχα τοῦτο κυρίῳ ὡς ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ισραηλ ἐν Αἰγύπτῳ ἡνίκα ἐπάταξεν τοὺς Αἰγυπτίους τοὺς δὲ οἴκους ἡμῶν ἐρρύσατο καὶ κύψας ὁ λαὸς προσεκύνησεν -
Wj 12,29
LXX · V.AAI3S
ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς καὶ κύριος ἐπάταξεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου Φαραω τοῦ καθημένου ἐπὶ τοῦ θρόνου ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους -
Wj 17,5
LXX · V.AAI2S
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν προπορεύου τοῦ λαοῦ τούτου λαβὲ δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμόν λαβὲ ἐν τῇ χειρί σου καὶ πορεύσῃ -
Wj 17,6
LXX · V.FAI2S
ὅδε ἐγὼ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν Χωρηβ καὶ πατάξεις τὴν πέτραν καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ καὶ πίεται ὁ λαός μου ἐποίησεν δὲ Μωυσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ισραηλ -
Wj 21,12
LXX · V.AAS3S
ἐὰν δὲ πατάξῃ τίς τινα καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω -
Wj 21,18
LXX · V.AAS3S
ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες καὶ πατάξῃ τις τὸν πλησίον λίθῳ ἢ πυγμῇ καὶ μὴ ἀποθάνῃ κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην -
Wj 21,19
LXX · V.AAPNSM
ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου ἀθῷος ἔσται ὁ πατάξας πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτείσει καὶ τὰ ἰατρεῖα -
Wj 21,20
LXX · V.AAS3S
ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ δίκῃ ἐκδικηθήτω -
Wj 21,22
LXX · V.AAS3P
ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσιν γυναῖκα ἐν γαστρὶ ἔχουσαν καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον ἐπιζήμιον ζημιωθήσεται καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικός δώσει μετὰ ἀξιώματος -
Wj 21,26
LXX · V.AAS3S
ἐὰν δέ τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ καὶ ἐκτυφλώσῃ ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν -
Wj 32,35
LXX · V.AAI3S
καὶ ἐπάταξεν κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου οὗ ἐποίησεν Ααρων -
Kpł 24,17
LXX · V.AAS3S
καὶ ἄνθρωπος ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω -
Kpł 24,18
LXX · V.AAS3S
καὶ ὃς ἂν πατάξῃ κτῆνος καὶ ἀποθάνῃ ἀποτεισάτω ψυχὴν ἀντὶ ψυχῆς -
Kpł 24,21
LXX · V.AAS3S
ὃς ἂν πατάξῃ ἄνθρωπον καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω -
Kpł 26,24
LXX · V.FAI1S
πορεύσομαι κἀγὼ μεθ᾿ ὑμῶν θυμῷ πλαγίῳ καὶ πατάξω ὑμᾶς κἀγὼ ἑπτάκις ἀντὶ τῶν ἁμαρτιῶν ὑμῶν -
Lb 3,13
LXX · V.AAI1S
ἐμοὶ γὰρ πᾶν πρωτότοκον ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται ἐγὼ κύριος -
Lb 8,17
LXX · V.AAI1S
ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἡγίασα αὐτοὺς ἐμοὶ -
Lb 11,33
LXX · V.AAI3S
τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρὶν ἢ ἐκλείπειν καὶ κύριος ἐθυμώθη εἰς τὸν λαόν καὶ ἐπάταξεν κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα -
Lb 14,12
LXX · V.FAI1S
πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μᾶλλον ἢ τοῦτο -
Lb 20,11
LXX · V.AAI3S
καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξεν τὴν πέτραν τῇ ῥάβδῳ δίς καὶ ἐξῆλθεν ὕδωρ πολύ καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν -
Lb 21,24
LXX · V.AAI3S
καὶ ἐπάταξεν αὐτὸν Ισραηλ φόνῳ μαχαίρης καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Αρνων ἕως Ιαβοκ ἕως υἱῶν Αμμαν ὅτι Ιαζηρ ὅρια υἱῶν Αμμων ἐστίν -
Lb 21,35
LXX · V.AAI3S
καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτῶν -
Lb 22,6
LXX · V.AAN
καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον ὅτι ἰσχύει οὗτος ἢ ἡμεῖς ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ εὐλόγηνται καὶ οὓς ἐὰν καταράσῃ σύ κεκατήρανται -
Lb 22,11
LXX · V.AAN
ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς -
Lb 22,23
LXX · V.AAI3S
καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ -
Lb 22,32
LXX · V.AAI2S
καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου -
Lb 25,17
LXX · V.AAD2P
ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς -
Lb 33,4
LXX · V.AAI3S
καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὑτῶν τοὺς τεθνηκότας πάντας οὓς ἐπάταξεν κύριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν κύριος -
Lb 35,11
LXX · V.AAPNSM
καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις φυγαδευτήρια ἔσται ὑμῖν φυγεῖν ἐκεῖ τὸν φονευτήν πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως -
Lb 35,15
LXX · V.AAPDSM
φυγάδιον ἔσται τοῖς υἱοῖς Ισραηλ καὶ τῷ προσηλύτῳ καὶ τῷ παροίκῳ τῷ ἐν ὑμῖν ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον φυγεῖν ἐκεῖ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως -
Lb 35,16
LXX · V.AAS3S
ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτόν καὶ τελευτήσῃ φονευτής ἐστιν θανάτῳ θανατούσθω ὁ φονευτής -
Lb 35,17
LXX · V.AAS3S
ἐὰν δὲ ἐν λίθῳ ἐκ χειρός ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν καὶ ἀποθάνῃ φονευτής ἐστιν θανάτῳ θανατούσθω ὁ φονευτής -
Lb 35,18
LXX · V.AAS3S
ἐὰν δὲ ἐν σκεύει ξυλίνῳ ἐκ χειρός ἐξ οὗ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν καὶ ἀποθάνῃ φονευτής ἐστιν θανάτῳ θανατούσθω ὁ φονευτής
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)