G3918 — 69 wystąpień
G3918 · πάρειμι (pareimi) · be present — πάρ-ειμι ; [in LXX for בּוֹא, etc. ;] ; __1. to be by, at hand or present ; ; __(a) of persons : Rev.17:8; παρών (opposite to ἀπών), 1Co.5:3 , 2Co.10:2 10:11 13:2 13:10 ; before ἐπί with genitive, Act.24:19; ἐνώπιον, Act.10:33; ἐνθάδε, Act.1… [STEPBible CC BY]
Lb 1Pwt 11 Sm 12 Sm 21 Krn 1Jdt 1Est 11 Mch 22 Mch 7Hi 2Ps 2Prz 3Mdr 8Syr 1Iz 5Lm 1Ba 1Dn 2Jl 1Ha 1Mt 1Łk 2J 2Dz 51 Kor 22 Kor 5Ga 2Kol 1Hbr 22 P 2Ap 1
-
Lb 22,20
LXX · V.PAI3P
καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλααμ νυκτὸς καὶ εἶπεν αὐτῷ εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι ἀναστὰς ἀκολούθησον αὐτοῖς ἀλλὰ τὸ ῥῆμα ὃ ἂν λαλήσω πρὸς σέ τοῦτο ποιήσεις -
Pwt 32,35
LXX · V.PAI3S
ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτῶν καὶ πάρεστιν ἕτοιμα ὑμῖν -
1 Sm 9,6
LXX · V.FMI3S
καὶ εἶπεν αὐτῷ τὸ παιδάριον ἰδοὺ δὴ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ πόλει ταύτῃ καὶ ὁ ἄνθρωπος ἔνδοξος πᾶν ὃ ἐὰν λαλήσῃ παραγινόμενον παρέσται καὶ νῦν πορευθῶμεν ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν ἐφ᾿ ἣν ἐπορεύθημεν ἐπ᾿ αὐτήν -
2 Sm 13,35
LXX · V.PAI3P
καὶ εἶπεν Ιωναδαβ πρὸς τὸν βασιλέα ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισιν κατὰ τὸν λόγον τοῦ δούλου σου οὕτως ἐγένετο -
2 Sm 15,18
LXX · V.IAI3P
καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ Χεττι καὶ πᾶς ὁ Φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί ἑξακόσιοι ἄνδρες καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ καὶ πᾶς ὁ Χερεθθι καὶ πᾶς ὁ Φελεθθι καὶ πάντες οἱ Γεθθαῖοι ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γεθ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως -
1 Krn 14,14
LXX · V.FMI2S
καὶ ἠρώτησεν Δαυιδ ἔτι ἐν θεῷ καὶ εἶπεν αὐτῷ ὁ θεός οὐ πορεύσῃ ὀπίσω αὐτῶν ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων -
Jdt 9,6
LXX · V.PAI1P
καὶ παρέστησαν ἃ ἐβουλεύσω καὶ εἶπαν ἰδοὺ πάρεσμεν πᾶσαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι καὶ ἡ κρίσις σου ἐν προγνώσει -
Est 9,1
LXX · V.IAI3S
ἐν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός ὅς ἐστιν Αδαρ παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως -
1 Mch 11,63
LXX · V.IAI3P
καὶ ἤκουσεν Ιωναθαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κηδες τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας -
1 Mch 12,45
LXX · V.PAI1S
καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους οἵτινες ἔσονται μετὰ σοῦ καὶ δεῦρο μετ᾿ ἐμοῦ εἰς Πτολεμαίδα καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν καὶ ἐπιστρέψας ἀπελεύσομαι τούτου γὰρ χάριν πάρειμι -
2 Mch 3,9
LXX · V.PAI3S
παραγενηθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθεὶς ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ καὶ τίνος ἕνεκεν πάρεστιν διεσάφησεν ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει -
2 Mch 3,24
LXX · V.PAPGSM
αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι -
2 Mch 4,18
LXX · V.PAPGSM
ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ καὶ τοῦ βασιλέως παρόντος -
2 Mch 6,9
LXX · V.IAI3S
τοὺς δὲ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ ἑλληνικὰ κατασφάζειν παρῆν οὖν ὁρᾶν τὴν ἐνεστῶσαν ταλαιπωρίαν -
2 Mch 6,26
LXX · V.PAPGSM
εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξελοῦμαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν ἀλλὰ τὰς τοῦ παντοκράτορος χεῖρας οὔτε ζῶν οὔτε ἀποθανὼν ἐκφεύξομαι -
2 Mch 7,9
LXX · V.PAPGSM
ἐν ἐσχάτῃ δὲ πνοῇ γενόμενος εἶπεν σὺ μέν ἀλάστωρ ἐκ τοῦ παρόντος ἡμᾶς ζῆν ἀπολύεις ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει -
2 Mch 10,24
LXX · V.IAI3S
Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν -
Hi 1,7
LXX · V.PAI1S
καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ πόθεν παραγέγονας καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾿ οὐρανὸν πάρειμι -
Hi 2,2
LXX · V.PAI1S
καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ πόθεν σὺ ἔρχῃ τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ κυρίου διαπορευθεὶς τὴν ὑπ᾿ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι -
Ps 138,8
LXX · V.PAS2S
κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ κύριε τὸ ἔλεός σου εἰς τὸν αἰῶνα τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς -
Ps 139,8
LXX · V.PAI2S
ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν σὺ εἶ ἐκεῖ ἐὰν καταβῶ εἰς τὸν ᾅδην πάρει -
Prz 1,27
LXX · V.PAS3S
καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος -
Prz 7,19
LXX · V.PAI3S
οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ πεπόρευται δὲ ὁδὸν μακρὰν -
Prz 9,15
LXX · V.PAPAPM
προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν -
Mdr 4,2
LXX · V.PAPASF
παροῦσάν τε μιμοῦνται αὐτὴν καὶ ποθοῦσιν ἀπελθοῦσαν καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα -
Mdr 9,9
LXX · V.PAPNSF
καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου -
Mdr 11,11
LXX · V.PAPNPM
καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο -
Mdr 11,21
LXX · V.PAI3S
τὸ γὰρ μεγάλως ἰσχύειν σοι πάρεστιν πάντοτε καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται -
Mdr 12,18
LXX · V.PAI3S
σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς πάρεστιν γάρ σοι ὅταν θέλῃς τὸ δύνασθαι -
Mdr 13,1
LXX · V.IAI3S
μάταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει οἷς παρῆν θεοῦ ἀγνωσία καὶ ἐκ τῶν ὁρωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα οὔτε τοῖς ἔργοις προσέχοντες ἐπέγνωσαν τὸν τεχνίτην -
Mdr 14,17
LXX · V.PAPASM
καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι ἐμφανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν ἵνα ὡς παρόντα τὸν ἀπόντα κολακεύωσιν διὰ τῆς σπουδῆς -
Mdr 19,14
LXX · V.PAPAPM
οἱ μὲν γὰρ τοὺς ἀγνοοῦντας οὐκ ἐδέχοντο παρόντας οὗτοι δὲ εὐεργέτας ξένους ἐδουλοῦντο -
Syr 23,2
LXX · V.PAS3S
τίς ἐπιστήσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας καὶ ἐπὶ τῆς καρδίας μου παιδείαν σοφίας ἵνα ἐπὶ τοῖς ἀγνοήμασίν μου μὴ φείσωνται καὶ οὐ μὴ παρῇ τὰ ἁμαρτήματα αὐτῶν -
Iz 8,1
LXX · V.PAI3S
καὶ εἶπεν κύριος πρός με λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων πάρεστιν γάρ -
Iz 30,13
LXX · V.PAI3S
διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα -
Iz 52,6
LXX · V.PAI1S
διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν πάρειμι -
Iz 58,9
LXX · V.PAI1S
τότε βοήσῃ καὶ ὁ θεὸς εἰσακούσεταί σου ἔτι λαλοῦντός σου ἐρεῖ ἰδοὺ πάρειμι ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ -
Iz 63,4
LXX · V.PAI3S
ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν -
Lm 4,18
LXX · V.PAI3S
ἐθηρεύσαμεν μικροὺς ἡμῶν τοῦ μὴ πορεύεσθαι ἐν ταῖς πλατείαις ἡμῶν ἤγγικεν ὁ καιρὸς ἡμῶν ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν πάρεστιν ὁ καιρὸς ἡμῶν -
Ba 3,35
LXX · V.PAI1P
ἐκάλεσεν αὐτοὺς καὶ εἶπον πάρεσμεν ἔλαμψαν μετ᾿ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς -
Dn 7,13
LXX · V.IAI3S
ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἤρχετο καὶ ὡς παλαιὸς ἡμερῶν παρῆν καὶ οἱ παρεστηκότες παρῆσαν αὐτῷ -
Dn 7,13
LXX · V.IAI3P
ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἤρχετο καὶ ὡς παλαιὸς ἡμερῶν παρῆν καὶ οἱ παρεστηκότες παρῆσαν αὐτῷ -
Jl 2,1
LXX · V.PAI3S
σαλπίσατε σάλπιγγι ἐν Σιων κηρύξατε ἐν ὄρει ἁγίῳ μου καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν διότι πάρεστιν ἡμέρα κυρίου ὅτι ἐγγύς -
Ha 3,2
LXX · V.PAN
κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ -
Mt 26,50
SBLGNT · 2PAI-S--
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. -
Łk 11,42
SBLGNT · -AAN----
Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ παρεῖναι. -
Łk 13,1
SBLGNT · 3IAI-P--
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. -
J 7,6
SBLGNT · 3PAI-S--
λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. -
J 11,28
SBLGNT · 3PAI-S--
Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. -
Dz 10,21
SBLGNT · 2PAI-P--
καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι’ ἣν πάρεστε;
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)