G3855 — 19 wystąpień
G3855 · παράγω (paragō) · to pass — παρ-άγω ; [in LXX chiefly for עָבַר ;] ; __1. trans., to lead by, lead aside, lead into, lead forward, etc. ; __2. Intrans., ; __(a) to pass by : Mat.9:9, 27 20:30 , Mrk.2:14 15:21 , Jhn.8:59 R, txt., Jhn.9:1; before παρό, with accusative, M… [STEPBible CC BY]
1 Sm 32 Sm 1Ezd 1Ne 1Ps 2Koh 1Mt 3Mk 3J 11 Kor 11 J 2
-
1 Sm 16,9
LXX · V.AAI3S
καὶ παρήγαγεν Ιεσσαι τὸν Σαμα καὶ εἶπεν καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο κύριος -
1 Sm 16,10
LXX · V.AAI3S
καὶ παρήγαγεν Ιεσσαι τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουηλ καὶ εἶπεν Σαμουηλ οὐκ ἐξελέξατο κύριος ἐν τούτοις -
1 Sm 20,36
LXX · V.AAI3S
καὶ εἶπεν τῷ παιδαρίῳ δράμε εὑρέ μοι τὰς σχίζας ἐν αἷς ἐγὼ ἀκοντίζω καὶ τὸ παιδάριον ἔδραμε καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ καὶ παρήγαγεν αὐτήν -
2 Sm 15,18
LXX · V.IAI3P
καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ Χεττι καὶ πᾶς ὁ Φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί ἑξακόσιοι ἄνδρες καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ καὶ πᾶς ὁ Χερεθθι καὶ πᾶς ὁ Φελεθθι καὶ πάντες οἱ Γεθθαῖοι ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γεθ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως -
Ezd 9,2
LXX · V.API3S
ὅτι ἐλάβοσαν ἀπὸ θυγατέρων αὐτῶν ἑαυτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν καὶ παρήχθη σπέρμα τὸ ἅγιον ἐν λαοῖς τῶν γαιῶν καὶ χεὶρ τῶν ἀρχόντων ἐν τῇ ἀσυνθεσίᾳ ταύτῃ ἐν ἀρχῇ -
Ne 2,7
LXX · V.AAN
καὶ εἶπα τῷ βασιλεῖ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ ὥστε παραγαγεῖν με ἕως ἔλθω ἐπὶ Ιουδαν -
Ps 129,8
LXX · V.PAPNPM
καὶ οὐκ εἶπαν οἱ παράγοντες εὐλογία κυρίου ἐφ᾿ ὑμᾶς εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου -
Ps 144,4
LXX · V.PAI3P
ἄνθρωπος ματαιότητι ὡμοιώθη αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν -
Koh 11,10
LXX · V.AAD2S
καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης -
Mt 9,9
SBLGNT · -PAPNSM-
Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. -
Mt 9,27
SBLGNT · -PAPDSM-
Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυίδ. -
Mt 20,30
SBLGNT · 3PAI-S--
καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· Κύριε, ἐλέησον ἡμᾶς, υἱὸς Δαυίδ. -
Mk 1,16
SBLGNT · -PAPNSM-
Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς· -
Mk 2,14
SBLGNT · -PAPNSM-
καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. -
Mk 15,21
SBLGNT · -PAPASM-
Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. -
J 9,1
SBLGNT · -PAPNSM-
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. -
1 Kor 7,31
SBLGNT · 3PAI-S--
καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. -
1 J 2,8
SBLGNT · 3PPI-S--
πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. -
1 J 2,17
SBLGNT · 3PPI-S--
καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)