G3854 — 186 wystąpień
G3854 · παραγίνομαι (paraginomai) · to come — παρα-γίνομαι ; (Ion. and late for -γίγν-), [in LXX chiefly for בּוֹא ;] ; __1. to be beside or at hand (Hom., Hdt., al.), hence, to stand by, support (Æsch., Thuc., al.) : with dative of person(s), 2Ti.4:16. ; __2. to come, come up, arrive … [STEPBible CC BY]
Rdz 7Wj 12Kpł 1Lb 6Pwt 1Joz 8Sdz 2Rt 21 Sm 182 Sm 301 Krl 62 Krl 22 Krn 1Tb 2Jdt 5Est 21 Mch 82 Mch 19Hi 3Koh 2Syr 2Iz 3Jr 2Dn 6Mt 3Mk 1Łk 8J 1Dz 201 Kor 12 Tm 1Hbr 1
-
Rdz 14,13
LXX · V.AMPNSM
παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν Αβραμ τῷ περάτῃ αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυὶ τῇ Μαμβρη ὁ Αμορις τοῦ ἀδελφοῦ Εσχωλ καὶ ἀδελφοῦ Αυναν οἳ ἦσαν συνωμόται τοῦ Αβραμ -
Rdz 26,32
LXX · V.AMPNPM
ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ισαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν καὶ εἶπαν οὐχ εὕρομεν ὕδωρ -
Rdz 32,21
LXX · V.PMI3S
καὶ ἐρεῖτε ἰδοὺ ὁ παῖς σου Ιακωβ παραγίνεται ὀπίσω ἡμῶν εἶπεν γάρ ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου -
Rdz 35,9
LXX · V.AMI3S
ὤφθη δὲ ὁ θεὸς Ιακωβ ἔτι ἐν Λουζα ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας καὶ ηὐλόγησεν αὐτὸν ὁ θεός -
Rdz 45,19
LXX · V.PMD2P
σὺ δὲ ἔντειλαι ταῦτα λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Αἰγύπτου τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξίν καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε -
Rdz 50,10
LXX · V.AMI3P
καὶ παρεγένοντο ἐφ᾿ ἅλωνα Αταδ ὅ ἐστιν πέραν τοῦ Ιορδάνου καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα καὶ ἐποίησεν τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας -
Rdz 50,16
LXX · V.AMI3P
καὶ παρεγένοντο πρὸς Ιωσηφ λέγοντες ὁ πατήρ σου ὥρκισεν πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων -
Wj 2,16
LXX · V.AMPNPF
τῷ δὲ ἱερεῖ Μαδιαμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοθορ παραγενόμεναι δὲ ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοθορ -
Wj 2,17
LXX · V.AMPNPM
παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς ἀναστὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισεν τὰ πρόβατα αὐτῶν -
Wj 2,18
LXX · V.AMI3P
παρεγένοντο δὲ πρὸς Ραγουηλ τὸν πατέρα αὐτῶν ὁ δὲ εἶπεν αὐταῖς τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον -
Wj 2,18
LXX · V.AMN
παρεγένοντο δὲ πρὸς Ραγουηλ τὸν πατέρα αὐτῶν ὁ δὲ εἶπεν αὐταῖς τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον -
Wj 8,20
LXX · V.AMI3S
ἐποίησεν δὲ κύριος οὕτως καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραω καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου καὶ ἐξωλεθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης -
Wj 16,35
LXX · V.AMI3P
οἱ δὲ υἱοὶ Ισραηλ ἔφαγον τὸ μαν ἔτη τεσσαράκοντα ἕως ἦλθον εἰς γῆν οἰκουμένην τὸ μαν ἐφάγοσαν ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης -
Wj 18,6
LXX · V.PMI3S
ἀνηγγέλη δὲ Μωυσεῖ λέγοντες ἰδοὺ ὁ γαμβρός σου Ιοθορ παραγίνεται πρὸς σέ καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ᾿ αὐτοῦ -
Wj 18,12
LXX · V.AMI3S
καὶ ἔλαβεν Ιοθορ ὁ γαμβρὸς Μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ θεῷ παρεγένετο δὲ Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωυσῆ ἐναντίον τοῦ θεοῦ -
Wj 18,15
LXX · V.PMI3S
καὶ λέγει Μωυσῆς τῷ γαμβρῷ ὅτι παραγίνεται πρός με ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ θεοῦ -
Wj 19,9
LXX · V.PMI1S
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα ἀνήγγειλεν δὲ Μωυσῆς τὰ ῥήματα τοῦ λαοῦ πρὸς κύριον -
Wj 20,20
LXX · V.API3S
καὶ λέγει αὐτοῖς Μωυσῆς θαρσεῖτε ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ θεὸς πρὸς ὑμᾶς ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν ἵνα μὴ ἁμαρτάνητε -
Wj 36,4
LXX · V.IMI3P
καὶ παρεγίνοντο πάντες οἱ σοφοὶ οἱ ποιοῦντες τὰ ἔργα τοῦ ἁγίου ἕκαστος κατὰ τὸ αὐτοῦ ἔργον ὃ αὐτοὶ ἠργάζοντο -
Kpł 14,48
LXX · V.AMPNSM
ἐὰν δὲ παραγενόμενος εἰσέλθῃ ὁ ἱερεὺς καὶ ἴδῃ καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν ὅτι ἰάθη ἡ ἁφή -
Lb 9,6
LXX · V.AMI3P
καὶ παρεγένοντο οἱ ἄνδρες οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ πασχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ προσῆλθον ἐναντίον Μωυσῆ καὶ Ααρων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ -
Lb 10,21
LXX · V.AMS3P
καὶ ἐξαροῦσιν οἱ υἱοὶ Κααθ αἴροντες τὰ ἅγια καὶ στήσουσιν τὴν σκηνήν ἕως παραγένωνται -
Lb 14,36
LXX · V.APPNPM
καὶ οἱ ἄνθρωποι οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ παραγενηθέντες διεγόγγυσαν κατ᾿ αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς -
Lb 20,5
LXX · V.AMN
καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον τόπος οὗ οὐ σπείρεται οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιεῖν -
Lb 20,22
LXX · V.AMI3P
καὶ ἀπῆραν ἐκ Καδης καὶ παρεγένοντο οἱ υἱοὶ Ισραηλ πᾶσα ἡ συναγωγή εἰς Ωρ τὸ ὄρος -
Lb 21,7
LXX · V.AMPNSM
καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον ὅτι ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ τοῦ κυρίου καὶ κατὰ σοῦ εὖξαι οὖν πρὸς κύριον καὶ ἀφελέτω ἀφ᾿ ἡμῶν τὸν ὄφιν καὶ ηὔξατο Μωυσῆς πρὸς κύριον περὶ τοῦ λαοῦ -
Pwt 18,6
LXX · V.AMS3S
ἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ὑμῶν ἐκ πάντων τῶν υἱῶν Ισραηλ οὗ αὐτὸς παροικεῖ καθότι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος -
Joz 5,14
LXX · V.XAI1S
ὁ δὲ εἶπεν αὐτῷ ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ δέσποτα τί προστάσσεις τῷ σῷ οἰκέτῃ -
Joz 9,8
LXX · V.XAI2P
καὶ εἶπαν πρὸς Ἰησοῦν οἰκέται σού ἐσμεν καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε -
Joz 9,12
LXX · V.AMN
οὗτοι οἱ ἄρτοι θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασιν βεβρωμένοι -
Joz 11,5
LXX · V.AMI3P
καὶ συνῆλθον πάντες οἱ βασιλεῖς οὗτοι καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρρων πολεμῆσαι τὸν Ισραηλ -
Joz 18,8
LXX · V.APD2P
καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου ἐν Σηλω -
Joz 21,45
LXX · V.AMI3S
οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν ὧν ἐλάλησεν κύριος τοῖς υἱοῖς Ισραηλ πάντα παρεγένετο -
Joz 22,15
LXX · V.AMI3P
καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασση εἰς γῆν Γαλααδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες -
Joz 24,11
LXX · V.API2P
καὶ διέβητε τὸν Ιορδάνην καὶ παρεγενήθητε εἰς Ιεριχω καὶ ἐπολέμησαν πρὸς ὑμᾶς οἱ κατοικοῦντες Ιεριχω ὁ Αμορραῖος καὶ ὁ Χαναναῖος καὶ ὁ Φερεζαῖος καὶ ὁ Ευαῖος καὶ ὁ Ιεβουσαῖος καὶ ὁ Χετταῖος καὶ ὁ Γεργεσαῖος καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν -
Sdz 6,5
LXX · V.IMI3P
ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλῆθος καὶ αὐτοῖς καὶ τοῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός καὶ ἤρχοντο εἰς τὴν γῆν Ισραηλ καὶ διέφθειρον αὐτήν -
Sdz 8,15
LXX · V.AMI3S
καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἶπεν ἰδοὺ Ζεβεε καὶ Σελμανα ἐν οἷς ὠνειδίσατέ με λέγοντες μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νῦν ἐν χειρί σου ὅτι δώσομεν τοῖς ἀνδράσιν τοῖς ἐκλείπουσιν ἄρτους -
Rt 1,19
LXX · V.AMN
ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλεεμ καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ᾿ αὐταῖς καὶ εἶπον αὕτη ἐστὶν Νωεμιν -
Rt 1,22
LXX · V.API3P
καὶ ἐπέστρεψεν Νωεμιν καὶ Ρουθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσα ἐξ ἀγροῦ Μωαβ αὐταὶ δὲ παρεγενήθησαν εἰς Βαιθλεεμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν -
1 Sm 8,4
LXX · V.PMI3P
καὶ συναθροίζονται ἄνδρες Ισραηλ καὶ παραγίνονται εἰς Αρμαθαιμ πρὸς Σαμουηλ -
1 Sm 9,6
LXX · V.PMPASM
καὶ εἶπεν αὐτῷ τὸ παιδάριον ἰδοὺ δὴ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ πόλει ταύτῃ καὶ ὁ ἄνθρωπος ἔνδοξος πᾶν ὃ ἐὰν λαλήσῃ παραγινόμενον παρέσται καὶ νῦν πορευθῶμεν ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν ἐφ᾿ ἣν ἐπορεύθημεν ἐπ᾿ αὐτήν -
1 Sm 13,8
LXX · V.AMI3S
καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ ὡς εἶπεν Σαμουηλ καὶ οὐ παρεγένετο Σαμουηλ εἰς Γαλγαλα καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ᾿ αὐτοῦ -
1 Sm 13,10
LXX · V.PMI3S
καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ Σαμουηλ παραγίνεται καὶ ἐξῆλθεν Σαουλ εἰς ἀπάντησιν αὐτῷ εὐλογῆσαι αὐτόν -
1 Sm 13,11
LXX · V.AMI2S
καὶ εἶπεν Σαμουηλ τί πεποίηκας καὶ εἶπεν Σαουλ ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ᾿ ἐμοῦ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχεμας -
1 Sm 13,15
LXX · V.AMPGPM
καὶ ἀνέστη Σαμουηλ καὶ ἀπῆλθεν ἐκ Γαλγαλων εἰς ὁδὸν αὐτοῦ καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαουλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ αὐτῶν παραγενομένων ἐκ Γαλγαλων εἰς Γαβαα Βενιαμιν καὶ ἐπεσκέψατο Σαουλ τὸν λαὸν τὸν εὑρεθέντα μετ᾿ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας -
1 Sm 15,13
LXX · V.AMI3S
καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ καὶ εἶπεν αὐτῷ Σαουλ εὐλογητὸς σὺ τῷ κυρίῳ ἔστησα πάντα ὅσα ἐλάλησεν κύριος -
1 Sm 19,18
LXX · V.PMI3S
καὶ Δαυιδ ἔφυγεν καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουηλ εἰς Αρμαθαιμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαουλ καὶ ἐπορεύθη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάθισαν ἐν Ναυαθ ἐν Ραμα -
1 Sm 20,21
LXX · V.PMD2S
καὶ ἰδοὺ ἀποστελῶ τὸ παιδάριον λέγων δεῦρο εὑρέ μοι τὴν σχίζαν ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε λαβὲ αὐτήν παραγίνου ὅτι εἰρήνη σοι καὶ οὐκ ἔστιν λόγος ζῇ κύριος -
1 Sm 20,24
LXX · V.PMI3S
καὶ κρύπτεται Δαυιδ ἐν ἀγρῷ καὶ παραγίνεται ὁ μήν καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν -
1 Sm 20,27
LXX · V.XAI3S
καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυιδ καὶ εἶπεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ιεσσαι καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)