G3844 — 972 wystąpień
G3844 · παρά (para) · from/with/beside — παρά , prep. with genitive, dative, accusative, ; with radical sense, beside . ; __I. C. genitive of person(s), from the side of, from beside, from , indicating source or origin, [in LXX for מֵאֵצֶל ,מִיַד ,מִלִּפְנֵי ;] after verbs of motion, Mrk.1… [STEPBible CC BY]
Rdz 53Wj 53Kpł 33Lb 54Pwt 32Joz 10Sdz 12Rt 21 Sm 292 Sm 171 Krl 272 Krl 181 Krn 82 Krn 22Ezd 4Ne 6Tb 12Jdt 13Est 91 Mch 342 Mch 17Hi 37Ps 42Prz 42Koh 7Mdr 9Syr 30Iz 30Jr 35Lm 3Ba 13Ez 15Dn 35Am 2Ab 1Jon 2Mi 3Ha 1So 1Za 6Mt 19Mk 17Łk 29J 34Dz 30Rz 121 Kor 62 Kor 3Ga 4Ef 2Flp 2Kol 11 Tes 22 Tes 32 Tm 5Hbr 10Jk 41 P 22 P 22 J 3Ap 3
-
Rdz 13,18
LXX · P
καὶ ἀποσκηνώσας Αβραμ ἐλθὼν κατῴκησεν παρὰ τὴν δρῦν τὴν Μαμβρη ἣ ἦν ἐν Χεβρων καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον κυρίῳ -
Rdz 18,14
LXX · P
μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας καὶ ἔσται τῇ Σαρρα υἱός -
Rdz 19,1
LXX · P
ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σοδομα ἑσπέρας Λωτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδομων ἰδὼν δὲ Λωτ ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησεν τῷ προσώπῳ ἐπὶ τὴν γῆν -
Rdz 19,24
LXX · P
καὶ κύριος ἔβρεξεν ἐπὶ Σοδομα καὶ Γομορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ -
Rdz 21,30
LXX · P
καὶ εἶπεν Αβρααμ ὅτι τὰς ἑπτὰ ἀμνάδας ταύτας λήμψῃ παρ᾿ ἐμοῦ ἵνα ὦσίν μοι εἰς μαρτύριον ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο -
Rdz 22,17
LXX · P
ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων -
Rdz 23,6
LXX · P
μή κύριε ἄκουσον δὲ ἡμῶν βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ -
Rdz 23,11
LXX · P
παρ᾿ ἐμοὶ γενοῦ κύριε καὶ ἄκουσόν μου τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι θάψον τὸν νεκρόν σου -
Rdz 23,13
LXX · P
καὶ εἶπεν τῷ Εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς ἐπειδὴ πρὸς ἐμοῦ εἶ ἄκουσόν μου τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ᾿ ἐμοῦ καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ -
Rdz 23,20
LXX · P
καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ τῷ Αβρααμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χετ -
Rdz 24,11
LXX · P
καὶ ἐκοίμισεν τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι -
Rdz 24,23
LXX · P
καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπεν θυγάτηρ τίνος εἶ ἀνάγγειλόν μοι εἰ ἔστιν παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι -
Rdz 24,25
LXX · P
καὶ εἶπεν αὐτῷ καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾿ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι -
Rdz 24,50
LXX · P
ἀποκριθεὶς δὲ Λαβαν καὶ Βαθουηλ εἶπαν παρὰ κυρίου ἐξῆλθεν τὸ πρόσταγμα τοῦτο οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακὸν καλῷ -
Rdz 25,10
LXX · P
τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο Αβρααμ παρὰ τῶν υἱῶν Χετ ἐκεῖ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναῖκα αὐτοῦ -
Rdz 25,11
LXX · P
ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Αβρααμ εὐλόγησεν ὁ θεὸς Ισαακ τὸν υἱὸν αὐτοῦ καὶ κατῴκησεν Ισαακ παρὰ τὸ φρέαρ τῆς ὁράσεως -
Rdz 25,22
LXX · P
ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ εἶπεν δέ εἰ οὕτως μοι μέλλει γίνεσθαι ἵνα τί μοι τοῦτο ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου -
Rdz 27,15
LXX · P
καὶ λαβοῦσα Ρεβεκκα τὴν στολὴν Ησαυ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν ἣ ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ ἐνέδυσεν Ιακωβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον -
Rdz 29,20
LXX · P
καὶ ἐδούλευσεν Ιακωβ περὶ Ραχηλ ἔτη ἑπτά καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι παρὰ τὸ ἀγαπᾶν αὐτὸν αὐτήν -
Rdz 29,25
LXX · P
ἐγένετο δὲ πρωί καὶ ἰδοὺ ἦν Λεια εἶπεν δὲ Ιακωβ τῷ Λαβαν τί τοῦτο ἐποίησάς μοι οὐ περὶ Ραχηλ ἐδούλευσα παρὰ σοί καὶ ἵνα τί παρελογίσω με -
Rdz 29,27
LXX · P
συντέλεσον οὖν τὰ ἕβδομα ταύτης καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας ἧς ἐργᾷ παρ᾿ ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα -
Rdz 30,33
LXX · P
καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἀρνάσιν κεκλεμμένον ἔσται παρ᾿ ἐμοί -
Rdz 31,32
LXX · P
ἐπίγνωθι τί ἐστιν τῶν σῶν παρ᾿ ἐμοί καὶ λαβέ καὶ οὐκ ἐπέγνω παρ᾿ αὐτῷ οὐθέν καὶ εἶπεν αὐτῷ Ιακωβ παρ᾿ ᾧ ἐὰν εὕρῃς τοὺς θεούς σου οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν οὐκ ᾔδει δὲ Ιακωβ ὅτι Ραχηλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς -
Rdz 31,32
LXX · P
ἐπίγνωθι τί ἐστιν τῶν σῶν παρ᾿ ἐμοί καὶ λαβέ καὶ οὐκ ἐπέγνω παρ᾿ αὐτῷ οὐθέν καὶ εἶπεν αὐτῷ Ιακωβ παρ᾿ ᾧ ἐὰν εὕρῃς τοὺς θεούς σου οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν οὐκ ᾔδει δὲ Ιακωβ ὅτι Ραχηλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς -
Rdz 31,32
LXX · P
ἐπίγνωθι τί ἐστιν τῶν σῶν παρ᾿ ἐμοί καὶ λαβέ καὶ οὐκ ἐπέγνω παρ᾿ αὐτῷ οὐθέν καὶ εἶπεν αὐτῷ Ιακωβ παρ᾿ ᾧ ἐὰν εὕρῃς τοὺς θεούς σου οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν οὐκ ᾔδει δὲ Ιακωβ ὅτι Ραχηλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς -
Rdz 31,39
LXX · P
θηριάλωτον οὐκ ἀνενήνοχά σοι ἐγὼ ἀπετίννυον παρ᾿ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός -
Rdz 33,19
LXX · P
καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ παρὰ Εμμωρ πατρὸς Συχεμ ἑκατὸν ἀμνῶν -
Rdz 34,16
LXX · P
καὶ δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν καὶ ἀπὸ τῶν θυγατέρων ὑμῶν λημψόμεθα ἡμῖν γυναῖκας καὶ οἰκήσομεν παρ᾿ ὑμῖν καὶ ἐσόμεθα ὡς γένος ἕν -
Rdz 36,37
LXX · P
ἀπέθανεν δὲ Σαμαλα καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν -
Rdz 37,3
LXX · P
Ιακωβ δὲ ἠγάπα τὸν Ιωσηφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ὅτι υἱὸς γήρους ἦν αὐτῷ ἐποίησεν δὲ αὐτῷ χιτῶνα ποικίλον -
Rdz 38,20
LXX · P
ἀπέστειλεν δὲ Ιουδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ Οδολλαμίτου κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός καὶ οὐχ εὗρεν αὐτήν -
Rdz 39,2
LXX · P
καὶ ἦν κύριος μετὰ Ιωσηφ καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ τῷ Αἰγυπτίῳ -
Rdz 39,15
LXX · P
ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ᾿ ἐμοὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω -
Rdz 39,16
LXX · P
καὶ καταλιμπάνει τὰ ἱμάτια παρ᾿ ἑαυτῇ ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ -
Rdz 39,18
LXX · P
ὡς δὲ ἤκουσεν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα κατέλιπεν τὰ ἱμάτια αὐτοῦ παρ᾿ ἐμοὶ καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω -
Rdz 40,3
LXX · P
καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ δεσμοφύλακι εἰς τὸ δεσμωτήριον εἰς τὸν τόπον οὗ Ιωσηφ ἀπῆκτο ἐκεῖ -
Rdz 40,7
LXX · P
καὶ ἠρώτα τοὺς εὐνούχους Φαραω οἳ ἦσαν μετ᾿ αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ λέγων τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον -
Rdz 41,3
LXX · P
ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο παρὰ τὰς βόας παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ -
Rdz 41,3
LXX · P
ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο παρὰ τὰς βόας παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ -
Rdz 41,17
LXX · P
ἐλάλησεν δὲ Φαραω τῷ Ιωσηφ λέγων ἐν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ -
Rdz 41,32
LXX · P
περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον Φαραω δίς ὅτι ἀληθὲς ἔσται τὸ ῥῆμα τὸ παρὰ τοῦ θεοῦ καὶ ταχυνεῖ ὁ θεὸς τοῦ ποιῆσαι αὐτό -
Rdz 43,34
LXX · P
ἦραν δὲ μερίδας παρ᾿ αὐτοῦ πρὸς αὐτούς ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμιν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ᾿ αὐτοῦ -
Rdz 43,34
LXX · P
ἦραν δὲ μερίδας παρ᾿ αὐτοῦ πρὸς αὐτούς ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμιν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ᾿ αὐτοῦ -
Rdz 44,9
LXX · P
παρ᾿ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ τῶν παίδων σου ἀποθνῃσκέτω καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν -
Rdz 44,10
LXX · P
ὁ δὲ εἶπεν καὶ νῦν ὡς λέγετε οὕτως ἔσται ὁ ἄνθρωπος παρ᾿ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ αὐτὸς ἔσται μου παῖς ὑμεῖς δὲ ἔσεσθε καθαροί -
Rdz 44,16
LXX · P
εἶπεν δὲ Ιουδας τί ἀντεροῦμεν τῷ κυρίῳ ἢ τί λαλήσωμεν ἢ τί δικαιωθῶμεν ὁ δὲ θεὸς εὗρεν τὴν ἀδικίαν τῶν παίδων σου ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν καὶ ἡμεῖς καὶ παρ᾿ ᾧ εὑρέθη τὸ κόνδυ -
Rdz 44,17
LXX · P
εἶπεν δὲ Ιωσηφ μή μοι γένοιτο ποιῆσαι τὸ ῥῆμα τοῦτο ὁ ἄνθρωπος παρ᾿ ᾧ εὑρέθη τὸ κόνδυ αὐτὸς ἔσται μου παῖς ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν -
Rdz 44,32
LXX · P
ὁ γὰρ παῖς σου ἐκδέδεκται τὸ παιδίον παρὰ τοῦ πατρὸς λέγων ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου ἡμαρτηκὼς ἔσομαι πρὸς τὸν πατέρα πάσας τὰς ἡμέρας -
Rdz 49,13
LXX · P
Ζαβουλων παράλιος κατοικήσει καὶ αὐτὸς παρ᾿ ὅρμον πλοίων καὶ παρατενεῖ ἕως Σιδῶνος -
Rdz 49,25
LXX · P
παρὰ θεοῦ τοῦ πατρός σου καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμὸς καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)