G3729 — 20 wystąpień
G3729 · ὁρμάω (hormaō) · to stampede — ὁρμάω , -ῶ; (ὁρμή), [in LXX for שׁוּב, etc. ;] ; __1. causal, to set in motion, urge on. ; __2. Intrans., to hasten on, rush : before εἰς, Mat.8:32 , Mrk.5:13 , Luk.8:33 , Act.19:29 ; ἐπί, with accusative, Act.7:57. †; (AS) [STEPBible CC BY]
Rdz 1Lb 1Joz 21 Sm 12 Mch 6Iz 1Jr 1Na 1Ha 1Mt 1Mk 1Łk 1Dz 2
-
Rdz 31,21
LXX · V.AAI3S
καὶ ἀπέδρα αὐτὸς καὶ πάντα τὰ αὐτοῦ καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλααδ -
Lb 17,7
LXX · V.AAI3P
καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ααρων καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη καὶ ὤφθη ἡ δόξα κυρίου -
Joz 4,18
LXX · V.AAI3S
καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς ὥρμησεν τὸ ὕδωρ τοῦ Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι᾿ ὅλης τῆς κρηπῖδος -
Joz 6,5
LXX · V.AAPNSM
καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν -
1 Sm 15,19
LXX · V.AAI2S
καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς κυρίου ἀλλ᾿ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου -
2 Mch 9,2
LXX · V.AAPGPN
εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν καὶ ἐπεχείρησεν ἱεροσυλεῖν καὶ τὴν πόλιν συνέχειν διὸ δὴ τῶν πληθῶν ὁρμησάντων ἐπὶ τὴν τῶν ὅπλων βοήθειαν ἐτράπησαν καὶ συνέβη τροπωθέντα τὸν Ἀντίοχον ὑπὸ τῶν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι -
2 Mch 10,16
LXX · V.AAI3P
οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοῖς γενέσθαι ἐπὶ τὰ τῶν Ιδουμαίων ὀχυρώματα ὥρμησαν -
2 Mch 12,20
LXX · V.AAI3S
ὁ δὲ Μακκαβαῖος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν ἱππεῖς δὲ δισχιλίους πρὸς τοῖς πεντακοσίοις -
2 Mch 12,22
LXX · V.AAI3P
ἐπιφανείσης δὲ τῆς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανείας γενομένης ἐπ᾿ αὐτοὺς εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι -
2 Mch 12,29
LXX · V.AAI3P
ἀναζεύξαντες δὲ ἐκεῖθεν ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν ἀπέχουσαν ἀπὸ Ιεροσολύμων σταδίους ἑξακοσίους -
2 Mch 12,32
LXX · V.AAI3P
μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ιδουμαίας στρατηγόν -
Iz 5,29
LXX · V.PAI3P
ὁρμῶσιν ὡς λέοντες καὶ παρέστηκαν ὡς σκύμνος λέοντος καὶ ἐπιλήμψεται καὶ βοήσει ὡς θηρίου καὶ ἐκβαλεῖ καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς -
Jr 4,28
LXX · V.AAI1S
ἐπὶ τούτοις πενθείτω ἡ γῆ καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωθεν διότι ἐλάλησα καὶ οὐ μετανοήσω ὥρμησα καὶ οὐκ ἀποστρέψω ἀπ᾿ αὐτῆς -
Na 3,16
LXX · V.AAI3S
ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ βροῦχος ὥρμησεν καὶ ἐξεπετάσθη -
Ha 1,8
LXX · V.FAI3P
καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσιν μακρόθεν καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν -
Mt 8,32
SBLGNT · 3AAI-S--
καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. -
Mk 5,13
SBLGNT · 3AAI-S--
καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. -
Łk 8,33
SBLGNT · 3AAI-S--
ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. -
Dz 7,57
SBLGNT · 3AAI-P--
κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ’ αὐτόν, -
Dz 19,29
SBLGNT · 3AAI-P--
καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)