G3714 — 28 wystąpień
G3714 · ὀρεινός (oreinos) · hilly — ὀρεινός (WH, ὀριν-; see MM, xviii,) -ή, -όν ; (ὄρος), ; mountainous, hilly ; ἡ ὀ. (sc. χώρα), the hill-country (LXX for הַר): Luk.1:39, 65 †; (AS) [STEPBible CC BY]
Rdz 1Lb 1Pwt 1Joz 9Sdz 12 Krn 1Jdt 11Prz 1Łk 2
-
Rdz 14,10
LXX · N.ASF
ἡ δὲ κοιλὰς ἡ ἁλυκὴ φρέατα φρέατα ἀσφάλτου ἔφυγεν δὲ βασιλεὺς Σοδομων καὶ βασιλεὺς Γομορρας καὶ ἐνέπεσαν ἐκεῖ οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον -
Lb 13,29
LXX · N.DSF
καὶ Αμαληκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ὁ Χετταῖος καὶ ὁ Ευαῖος καὶ ὁ Ιεβουσαῖος καὶ ὁ Αμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ιορδάνην ποταμόν -
Pwt 2,37
LXX · N.DSF
πλὴν εἰς γῆν υἱῶν Αμμων οὐ προσήλθομεν πάντα τὰ συγκυροῦντα χειμάρρου Ιαβοκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ καθότι ἐνετείλατο ἡμῖν κύριος ὁ θεὸς ἡμῶν -
Joz 2,16
LXX · N.ASF
καὶ εἶπεν αὐτοῖς εἰς τὴν ὀρεινὴν ἀπέλθετε μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν -
Joz 2,22
LXX · N.ASF
καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν -
Joz 9,1
LXX · N.DSF
ὡς δ᾿ ἤκουσαν οἱ βασιλεῖς τῶν Αμορραίων οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Ευαῖοι καὶ οἱ Αμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ιεβουσαῖοι -
Joz 11,2
LXX · N.ASF
καὶ πρὸς τοὺς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην εἰς τὴν ὀρεινὴν καὶ εἰς τὴν Ραβα ἀπέναντι Κενερωθ καὶ εἰς τὸ πεδίον καὶ εἰς Ναφεδδωρ -
Joz 11,7
LXX · N.DSF
καὶ ἦλθεν Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ᾿ αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρρων ἐξάπινα καὶ ἐπέπεσαν ἐπ᾿ αὐτοὺς ἐν τῇ ὀρεινῇ -
Joz 11,16
LXX · N.ASF
καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν Ναγεβ καὶ πᾶσαν τὴν γῆν Γοσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος Ισραηλ καὶ τὰ ταπεινά -
Joz 13,6
LXX · N.ASF
πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθμαιμ πάντας τοὺς Σιδωνίους ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ισραηλ ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ισραηλ ὃν τρόπον σοι ἐνετειλάμην -
Joz 15,48
LXX · N.DSF
καὶ ἐν τῇ ὀρεινῇ Σαμιρ καὶ Ιεθερ καὶ Σωχα -
Joz 16,1
LXX · N.ASF
καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ιωσηφ ἀπὸ τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἀπ᾿ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθηλ Λουζα -
Sdz 1,9
LXX · N.ASF
καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα τοῦ πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν -
2 Krn 26,10
LXX · N.DSF
καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησεν λάκκους πολλούς ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφηλα καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ ὅτι φιλογέωργος ἦν -
Jdt 1,6
LXX · N.ASF
καὶ συνήντησαν πρὸς αὐτὸν πάντες οἱ κατοικοῦντες τὴν ὀρεινὴν καὶ πάντες οἱ κατοικοῦντες τὸν Εὐφράτην καὶ τὸν Τίγριν καὶ τὸν Ὑδάσπην καὶ πεδία Αριωχ βασιλέως Ἐλυμαίων καὶ συνῆλθον ἔθνη πολλὰ εἰς παράταξιν υἱῶν Χελεουδ -
Jdt 5,3
LXX · N.DSF
καὶ εἶπεν αὐτοῖς ἀναγγείλατε δή μοι υἱοὶ Χανααν τίς ὁ λαὸς οὗτος ὁ καθήμενος ἐν τῇ ὀρεινῇ καὶ τίνες ἃς κατοικοῦσιν πόλεις καὶ τὸ πλῆθος τῆς δυνάμεως αὐτῶν καὶ ἐν τίνι τὸ κράτος αὐτῶν καὶ ἡ ἰσχὺς αὐτῶν καὶ τίς ἀνέστηκεν ἐπ᾿ αὐτῶν βασιλεὺς ἡγούμενος στρατιᾶς αὐτῶν -
Jdt 5,5
LXX · N.ASF
καὶ εἶπεν πρὸς αὐτὸν Αχιωρ ὁ ἡγούμενος πάντων υἱῶν Αμμων ἀκουσάτω δὴ λόγον ὁ κύριός μου ἐκ στόματος τοῦ δούλου σου καὶ ἀναγγελῶ σοι τὴν ἀλήθειαν περὶ τοῦ λαοῦ τούτου ὃς κατοικεῖ τὴν ὀρεινὴν ταύτην πλησίον σοῦ οἰκοῦντος καὶ οὐκ ἐξελεύσεται ψεῦδος ἐκ τοῦ στόματος τοῦ δούλου σου -
Jdt 5,15
LXX · N.ASF
καὶ ᾤκησαν ἐν γῇ Αμορραίων καὶ πάντας τοὺς Εσεβωνίτας ἐξωλέθρευσαν ἐν τῇ ἰσχύι αὐτῶν καὶ διαβάντες τὸν Ιορδάνην ἐκληρονόμησαν πᾶσαν τὴν ὀρεινὴν -
Jdt 5,19
LXX · N.DSF
καὶ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν θεὸν αὐτῶν ἀνέβησαν ἐκ τῆς διασπορᾶς οὗ διεσπάρησαν ἐκεῖ καὶ κατέσχον τὴν Ιερουσαλημ οὗ τὸ ἁγίασμα αὐτῶν καὶ κατῳκίσθησαν ἐν τῇ ὀρεινῇ ὅτι ἦν ἔρημος -
Jdt 6,7
LXX · N.ASF
καὶ ἀποκαταστήσουσίν σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσίν σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων -
Jdt 6,11
LXX · N.ASF
καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον καὶ ἀπῆραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς αἳ ἦσαν ὑποκάτω Βαιτυλουα -
Jdt 7,18
LXX · N.DSF
καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαυ καὶ οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαϊμ καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Εγρεβηλ ἥ ἐστιν πλησίον Χους ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμουρ καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα -
Jdt 11,2
LXX · N.ASF
καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινὴν εἰ μὴ ἐφαύλισάν με οὐκ ἂν ἦρα τὸ δόρυ μου ἐπ᾿ αὐτούς ἀλλὰ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα -
Jdt 15,3
LXX · N.DSF
καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βαιτυλουα καὶ ἐτράπησαν εἰς φυγήν καὶ τότε οἱ υἱοὶ Ισραηλ πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν ἐξεχύθησαν ἐπ᾿ αὐτούς -
Jdt 15,7
LXX · N.DSF
οἱ δὲ υἱοὶ Ισραηλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν καὶ αἱ κῶμαι καὶ ἐπαύλεις ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων ἦν γὰρ πλῆθος πολὺ σφόδρα -
Prz 34,25
LXX · A.ASM
ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν καὶ σύναγε χόρτον ὀρεινόν -
Łk 1,39
SBLGNT · ----ASF-
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, -
Łk 1,65
SBLGNT · ----DSF-
καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)