G3639 — 24 wystąpień
G3639 · ὄλεθρος (olethros) · destructive — ὄλεθρος , -ον ; (ὄλλυμι, to destroy), [in LXX for שֹׁד. שָׁדַד, etc. ;] ; ruin, destruction, death : 1Th.5:3 , 1Ti.6:9 ; αἰώνιος, 2Th.1:9 (L, txt., ὀλέθριος, which see); εἰς ὄ. τῆς σαρκός, for physical discipline, to destroy carnal lusts, 1Co.5… [STEPBible CC BY]
1 Krl 1Jdt 12 Mch 2Prz 3Mdr 3Syr 1Jr 5Ez 2Oz 1Ab 11 Kor 11 Tes 12 Tes 11 Tm 1
-
1 Krl 13,34
LXX · N.ASM
καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ιεροβοαμ καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς -
Jdt 11,15
LXX · N.ASM
καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσιν δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ -
2 Mch 6,12
LXX · N.ASM
παρακαλῶ οὖν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ συστέλλεσθαι διὰ τὰς συμφοράς λογίζεσθαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεθρον ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι -
2 Mch 13,6
LXX · N.ASM
ἐνταῦθα τὸν ἱεροσυλίας ἔνοχον ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον ἅπαντες προσωθοῦσιν εἰς ὄλεθρον -
Prz 1,26
LXX · N.NSM
τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι καταχαροῦμαι δέ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος -
Prz 1,27
LXX · N.NSM
καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος -
Prz 21,7
LXX · N.NSM
ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια -
Mdr 1,12
LXX · N.ASM
μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν -
Mdr 1,14
LXX · N.GSM
ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου οὔτε ᾅδου βασίλειον ἐπὶ γῆς -
Mdr 18,13
LXX · N.DSM
πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς φαρμακείας ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέθρῳ ὡμολόγησαν θεοῦ υἱὸν λαὸν εἶναι -
Syr 39,30
LXX · N.ASM
θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς -
Jr 28,55
LXX · N.ASM
ὅτι ἐξωλέθρευσεν κύριος τὴν Βαβυλῶνα καὶ ἀπώλεσεν ἀπ᾿ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς -
Jr 31,3
LXX · N.NSM
ὅτι φωνὴ κεκραγότων ἐξ Ωρωναιμ ὄλεθρος καὶ σύντριμμα μέγα -
Jr 31,8
LXX · N.NSM
καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν καὶ πόλις οὐ μὴ σωθῇ καὶ ἀπολεῖται ὁ αὐλών καὶ ἐξολεθρευθήσεται ἡ πεδινή καθὼς εἶπεν κύριος -
Jr 31,32
LXX · N.NSM
ὡς κλαυθμὸν Ιαζηρ ἀποκλαύσομαί σοι ἄμπελος Σεβημα κλήματά σου διῆλθεν θάλασσαν Ιαζηρ ἥψαντο ἐπὶ ὀπώραν σου ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν -
Jr 32,31
LXX · N.NSM
ἥκει ὄλεθρος ἐπὶ μέρος τῆς γῆς ὅτι κρίσις τῷ κυρίῳ ἐν τοῖς ἔθνεσιν κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν λέγει κύριος -
Ez 6,14
LXX · N.ASM
καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ᾿ αὐτοὺς καὶ θήσομαι τὴν γῆν εἰς ἀφανισμὸν καὶ εἰς ὄλεθρον ἀπὸ τῆς ἐρήμου Δεβλαθα ἐκ πάσης τῆς κατοικίας καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος -
Ez 14,16
LXX · N.ASM
καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσι ζῶ ἐγώ λέγει κύριος εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται ἀλλ᾿ ἢ αὐτοὶ μόνοι σωθήσονται ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον -
Oz 9,6
LXX · N.NSM
διὰ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου καὶ ἐκδέξεται αὐτοὺς Μέμφις καὶ θάψει αὐτοὺς Μαχμας τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει ἄκανθαι ἐν τοῖς σκηνώμασιν αὐτῶν -
Ab 1,13
LXX · N.GSM
μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν -
1 Kor 5,5
SBLGNT · ----ASM-
παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. -
1 Tes 5,3
SBLGNT · ----NSM-
ὅταν λέγωσιν· Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. -
2 Tes 1,9
SBLGNT · ----ASM-
οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, -
1 Tm 6,9
SBLGNT · ----ASM-
οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν·
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)