G3611 — 95 wystąpień
G3611 · οἰκέω (oikeō) · to dwell — οἰκέω , -ῶ; (οἶκος), [in LXX chiefly for יָשַׁב ;] ; __(a) trans., to inhabit : with accusative, 1Ti.6:16; ; __(b) intrans., to dwell : before μετά (of married life), 1Co.7:12-13; metaphorically, before ἐν: ἀγαθόν, Rom.7:18; ἁμαρτία, Rom.7:20… [STEPBible CC BY]
Rdz 16Wj 1Pwt 1Joz 1Sdz 112 Sm 31 Krl 12 Krl 41 Krn 12 Krn 1Ezd 2Ne 4Jdt 2Est 11 Mch 52 Mch 3Ps 1Prz 5Mdr 1Iz 7Jr 9Ez 1Dn 4Ag 1Rz 51 Kor 31 Tm 1
-
Rdz 4,16
LXX · V.AAI3S
ἐξῆλθεν δὲ Καιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναιδ κατέναντι Εδεμ -
Rdz 4,20
LXX · V.PAPGPM
καὶ ἔτεκεν Αδα τὸν Ιωβελ οὗτος ἦν ὁ πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων -
Rdz 16,3
LXX · V.AAN
καὶ λαβοῦσα Σαρα ἡ γυνὴ Αβραμ Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Αβραμ ἐν γῇ Χανααν καὶ ἔδωκεν αὐτὴν Αβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα -
Rdz 19,30
LXX · V.AAI3S
ἀνέβη δὲ Λωτ ἐκ Σηγωρ καὶ ἐκάθητο ἐν τῷ ὄρει καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ ἐφοβήθη γὰρ κατοικῆσαι ἐν Σηγωρ καὶ ᾤκησεν ἐν τῷ σπηλαίῳ αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ -
Rdz 20,1
LXX · V.AAI3S
καὶ ἐκίνησεν ἐκεῖθεν Αβρααμ εἰς γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Σουρ καὶ παρῴκησεν ἐν Γεραροις -
Rdz 24,3
LXX · V.PAI1S
καὶ ἐξορκιῶ σε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τὸν θεὸν τῆς γῆς ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ισαακ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς -
Rdz 24,13
LXX · V.PAPGPM
ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ -
Rdz 25,27
LXX · V.PAPNSM
ηὐξήθησαν δὲ οἱ νεανίσκοι καὶ ἦν Ησαυ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος Ιακωβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν -
Rdz 27,44
LXX · V.AAD2S
καὶ οἴκησον μετ᾿ αὐτοῦ ἡμέρας τινὰς ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν -
Rdz 29,19
LXX · V.AAD2S
εἶπεν δὲ αὐτῷ Λαβαν βέλτιον δοῦναί με αὐτὴν σοὶ ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ οἴκησον μετ᾿ ἐμοῦ -
Rdz 34,16
LXX · V.FAI1P
καὶ δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν καὶ ἀπὸ τῶν θυγατέρων ὑμῶν λημψόμεθα ἡμῖν γυναῖκας καὶ οἰκήσομεν παρ᾿ ὑμῖν καὶ ἐσόμεθα ὡς γένος ἕν -
Rdz 34,21
LXX · V.PAD3P
οἱ ἄνθρωποι οὗτοι εἰρηνικοί εἰσιν μεθ᾿ ἡμῶν οἰκείτωσαν ἐπὶ τῆς γῆς καὶ ἐμπορευέσθωσαν αὐτήν ἡ δὲ γῆ ἰδοὺ πλατεῖα ἐναντίον αὐτῶν τὰς θυγατέρας αὐτῶν λημψόμεθα ἡμῖν γυναῖκας καὶ τὰς θυγατέρας ἡμῶν δώσομεν αὐτοῖς -
Rdz 34,23
LXX · V.FAI3P
καὶ τὰ κτήνη αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῶν καὶ τὰ τετράποδα οὐχ ἡμῶν ἔσται μόνον ἐν τούτῳ ὁμοιωθῶμεν αὐτοῖς καὶ οἰκήσουσιν μεθ᾿ ἡμῶν -
Rdz 35,1
LXX · V.PAD2S
εἶπεν δὲ ὁ θεὸς πρὸς Ιακωβ ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθηλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ησαυ τοῦ ἀδελφοῦ σου -
Rdz 36,7
LXX · V.PAN
ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν -
Rdz 36,8
LXX · V.AAI3S
ᾤκησεν δὲ Ησαυ ἐν τῷ ὄρει Σηιρ Ησαυ αὐτός ἐστιν Εδωμ -
Wj 2,15
LXX · V.AAI3S
ἤκουσεν δὲ Φαραω τὸ ῥῆμα τοῦτο καὶ ἐζήτει ἀνελεῖν Μωυσῆν ἀνεχώρησεν δὲ Μωυσῆς ἀπὸ προσώπου Φαραω καὶ ᾤκησεν ἐν γῇ Μαδιαμ ἐλθὼν δὲ εἰς γῆν Μαδιαμ ἐκάθισεν ἐπὶ τοῦ φρέατος -
Pwt 28,30
LXX · V.FAI2S
γυναῖκα λήμψῃ καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν οἰκίαν οἰκοδομήσεις καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ ἀμπελῶνα φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν -
Joz 21,42
LXX · V.AAI3S
κύκλῳ τῶν πόλεων τούτων πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις καὶ συνετέλεσεν Ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ μερίδα τῷ Ἰησοῖ κατὰ πρόσταγμα κυρίου ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο τὴν Θαμνασαραχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει Εφραιμ καὶ ᾠκοδόμησεν Ἰησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ καὶ ἔλαβεν Ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς Ισραηλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαραχ -
Sdz 9,21
LXX · V.AAI3S
καὶ ἔφυγεν Ιωαθαν καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως Βαιηρ καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου Αβιμελεχ ἀδελφοῦ αὐτοῦ -
Sdz 9,41
LXX · V.PAN
καὶ εἰσῆλθεν Αβιμελεχ ἐν Αρημα καὶ ἐξέβαλεν Ζεβουλ τὸν Γααλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν Συχεμ -
Sdz 10,1
LXX · V.IAI3S
καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ισσαχαρ καὶ αὐτὸς ᾤκει ἐν Σαμιρ ἐν ὄρει Εφραιμ -
Sdz 11,3
LXX · V.AAI3S
καὶ ἔφυγεν Ιεφθαε ἀπὸ προσώπου ἀδελφῶν αὐτοῦ καὶ ᾤκησεν ἐν γῇ Τωβ καὶ συνεστράφησαν πρὸς Ιεφθαε ἄνδρες κενοὶ καὶ ἐξῆλθον μετ᾿ αὐτοῦ -
Sdz 11,8
LXX · V.PAPDPM
καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σέ καὶ πορεύσῃ μεθ᾿ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς Αμμων καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσιν τοῖς οἰκοῦσιν Γαλααδ -
Sdz 11,26
LXX · V.AAN
ἐν τῷ οἰκῆσαι ἐν Εσεβων καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν γῇ Αροηρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη καὶ διὰ τί οὐκ ἐρρύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ -
Sdz 20,15
LXX · V.PAPGPM
καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες ἀνὴρ ἕλκων ῥομφαίαν ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαα οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες ἐκλεκτοὶ -
Sdz 21,9
LXX · V.PAPGPM
καὶ ἐπεσκέπη ὁ λαός καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων Ιαβις Γαλααδ -
Sdz 21,10
LXX · V.PAPAPM
καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας -
Sdz 21,12
LXX · V.PAPGPM
καὶ εὗρον ἀπὸ οἰκούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλων τὴν ἐν γῇ Χανααν -
Sdz 21,21
LXX · V.PAPGPM
καὶ ὄψεσθε καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλων χορεύειν ἐν τοῖς χοροῖς καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλων καὶ πορεύεσθε εἰς γῆν Βενιαμιν -
2 Sm 15,8
LXX · V.PAN
ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσουρ ἐν Συρίᾳ λέγων ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με κύριος εἰς Ιερουσαλημ καὶ λατρεύσω τῷ κυρίῳ -
2 Sm 15,19
LXX · V.PAD2S
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαῖον ἵνα τί πορεύῃ καὶ σὺ μεθ᾿ ἡμῶν ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου -
2 Sm 19,33
LXX · V.PAN
καὶ Βερζελλι ἀνὴρ πρεσβύτερος σφόδρα υἱὸς ὀγδοήκοντα ἐτῶν καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναϊμ ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα -
1 Krl 3,17
LXX · V.PAI1P
καὶ εἶπεν ἡ γυνὴ ἡ μία ἐν ἐμοί κύριε ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνὶ καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ -
2 Krl 4,13
LXX · V.PAI1S
καὶ εἶπεν αὐτῷ εἰπὸν δὴ πρὸς αὐτήν ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην τί δεῖ ποιῆσαί σοι εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως ἡ δὲ εἶπεν ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ -
2 Krl 6,1
LXX · V.PAI1P
καὶ εἶπον οἱ υἱοὶ τῶν προφητῶν πρὸς Ελισαιε ἰδοὺ δὴ ὁ τόπος ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου στενὸς ἀφ᾿ ἡμῶν -
2 Krl 6,2
LXX · V.PAN
πορευθῶμεν δὴ ἕως τοῦ Ιορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ καὶ εἶπεν δεῦτε -
2 Krl 19,36
LXX · V.AAI3S
καὶ ἀπῆρεν καὶ ἐπορεύθη καὶ ἀπέστρεψεν Σενναχηριμ βασιλεὺς Ἀσσυρίων καὶ ᾤκησεν ἐν Νινευη -
1 Krn 4,41
LXX · V.AAI3P
καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾿ ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους οὓς εὕροσαν ἐκεῖ καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾿ αὐτῶν ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ -
2 Krn 34,9
LXX · V.PAPGPM
καὶ ἦλθον πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθὲν εἰς οἶκον θεοῦ ὃ συνήγαγον οἱ Λευῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασση καὶ Εφραιμ καὶ τῶν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοίπου ἐν Ισραηλ καὶ υἱῶν Ιουδα καὶ Βενιαμιν καὶ οἰκούντων ἐν Ιερουσαλημ -
Ezd 4,6
LXX · V.PAPAPM
καὶ ἐν βασιλείᾳ Ασουηρου ἐν ἀρχῇ βασιλείας αὐτοῦ ἔγραψαν ἐπιστολὴν ἐπὶ οἰκοῦντας Ιουδα καὶ Ιερουσαλημ -
Ezd 4,17
LXX · V.PAPAPM
καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ραουμ βααλταμ καὶ Σαμσαι γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν Σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ εἰρήνην καί φησιν -
Ne 3,26
LXX · V.PAPNPM
καὶ οἱ ναθινιμ ἦσαν οἰκοῦντες ἐν τῷ Ωφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς καὶ ὁ πύργος ὁ ἐξέχων -
Ne 4,6
LXX · V.PAPNPM
καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ιουδαῖοι οἱ οἰκοῦντες ἐχόμενα αὐτῶν καὶ εἴποσαν ἡμῖν ἀναβαίνουσιν ἐκ πάντων τῶν τόπων ἐφ᾿ ἡμᾶς -
Ne 7,3
LXX · V.PAPGPM
καὶ εἶπα αὐτοῖς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τῷ ἡλίῳ καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ -
Ne 13,4
LXX · V.PAPNSM
καὶ πρὸ τούτου Ελιασιβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου θεοῦ ἡμῶν ἐγγίων Τωβια -
Jdt 5,5
LXX · V.PAPGSM
καὶ εἶπεν πρὸς αὐτὸν Αχιωρ ὁ ἡγούμενος πάντων υἱῶν Αμμων ἀκουσάτω δὴ λόγον ὁ κύριός μου ἐκ στόματος τοῦ δούλου σου καὶ ἀναγγελῶ σοι τὴν ἀλήθειαν περὶ τοῦ λαοῦ τούτου ὃς κατοικεῖ τὴν ὀρεινὴν ταύτην πλησίον σοῦ οἰκοῦντος καὶ οὐκ ἐξελεύσεται ψεῦδος ἐκ τοῦ στόματος τοῦ δούλου σου -
Jdt 5,15
LXX · V.AAI3P
καὶ ᾤκησαν ἐν γῇ Αμορραίων καὶ πάντας τοὺς Εσεβωνίτας ἐξωλέθρευσαν ἐν τῇ ἰσχύι αὐτῶν καὶ διαβάντες τὸν Ιορδάνην ἐκληρονόμησαν πᾶσαν τὴν ὀρεινὴν -
Est 1,1
LXX · V.PAPNSM
ἔτους δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου τῇ μιᾷ τοῦ Νισα ἐνύπνιον εἶδεν Μαρδοχαῖος ὁ τοῦ Ιαϊρου τοῦ Σεμεϊου τοῦ Κισαιου ἐκ φυλῆς Βενιαμιν ἄνθρωπος Ιουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει ἄνθρωπος μέγας θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας ἧς ᾐχμαλώτευσεν Ναβουχοδονοσορ ὁ βασιλεὺς Βαβυλῶνος ἐξ Ιερουσαλημ μετὰ Ιεχονιου τοῦ βασιλέως τῆς Ιουδαίας καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος βρονταὶ καὶ σεισμός τάραχος ἐπὶ τῆς γῆς καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔθνος καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου θλῖψις καὶ στενοχωρία κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς καὶ ἐταράχθη δίκαιον πᾶν ἔθνος φοβούμενοι τὰ ἑαυτῶν κακὰ καὶ ἡτοιμάσθησαν ἀπολέσθαι καὶ ἐβόησαν πρὸς τὸν θεόν ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας ὕδωρ πολύ φῶς καὶ ὁ ἥλιος ἀνέτειλεν καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους καὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο καὶ τί ὁ θεὸς βεβούλευται ποιῆσαι εἶχεν αὐτὸ ἐν τῇ καρδίᾳ καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός καὶ ἡσύχασεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβαθα καὶ Θαρρα τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασσόντων τὴν αὐλὴν ἤκουσέν τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύνησεν καὶ ἔμαθεν ὅτι ἑτοιμάζουσιν τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ αὐτῶν καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους καὶ ὁμολογήσαντες ἀπήχθησαν καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων καὶ ἦν Αμαν Αμαδαθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως καὶ ἐζήτησεν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν -
1 Mch 9,73
LXX · V.AAI3S
καὶ κατέπαυσεν ῥομφαία ἐξ Ισραηλ καὶ ᾤκησεν Ιωναθαν ἐν Μαχμας καὶ ἤρξατο Ιωναθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ Ισραηλ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)