G3328 — 29 wystąpień
G3328 · μεταβάλλω (metaballō) · to change mind — μετα-βάλλω ; [in LXX chiefly for הָפַךְ ;] ; to turn about, change. Pass. and mid., to turn oneself about; metaphorically, to change one's mind : Act.28:6. †; (AS) [STEPBible CC BY]
Wj 3Kpł 10Joz 2Jdt 1Est 22 Mch 1Hi 3Mdr 1Syr 1Iz 3Ha 1Dz 1
-
Wj 7,17
LXX · V.FAI3S
τάδε λέγει κύριος ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ κύριος ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ καὶ μεταβαλεῖ εἰς αἷμα -
Wj 7,20
LXX · V.AAI3S
καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα -
Wj 10,19
LXX · V.AAI3S
καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου -
Kpł 13,3
LXX · V.AAS3S
καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ καὶ ἡ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκή καὶ ἡ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός ἁφὴ λέπρας ἐστίν καὶ ὄψεται ὁ ἱερεὺς καὶ μιανεῖ αὐτόν -
Kpł 13,4
LXX · V.AAI3S
ἐὰν δὲ τηλαυγὴς λευκὴ ᾖ ἐν τῷ δέρματι τοῦ χρωτός καὶ ταπεινὴ μὴ ᾖ ἡ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος καὶ ἡ θρὶξ αὐτοῦ οὐ μετέβαλεν τρίχα λευκήν αὐτὴ δέ ἐστιν ἀμαυρά καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας -
Kpł 13,7
LXX · V.AAPNSF
ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ ἡ σημασία ἐν τῷ δέρματι μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτόν καὶ ὀφθήσεται τὸ δεύτερον τῷ ἱερεῖ -
Kpł 13,10
LXX · V.AAI3S
καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι καὶ αὕτη μετέβαλεν τρίχα λευκήν καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ -
Kpł 13,13
LXX · V.AAI3S
καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτός καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφήν ὅτι πᾶν μετέβαλεν λευκόν καθαρόν ἐστιν -
Kpł 13,16
LXX · V.AAS3S
ἐὰν δὲ ἀποκαταστῇ ὁ χρὼς ὁ ὑγιὴς καὶ μεταβάλῃ λευκή καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα -
Kpł 13,17
LXX · V.AAI3S
καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκόν καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν ἁφήν καθαρός ἐστιν -
Kpł 13,20
LXX · V.AAI3S
καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις ταπεινοτέρα τοῦ δέρματος καὶ ἡ θρὶξ αὐτῆς μετέβαλεν εἰς λευκήν καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς λέπρα ἐστίν ἐν τῷ ἕλκει ἐξήνθησεν -
Kpł 13,25
LXX · V.AAI3S
καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν θρὶξ λευκὴ εἰς τὸ αὐγάζον καὶ ἡ ὄψις αὐτοῦ ταπεινὴ ἀπὸ τοῦ δέρματος λέπρα ἐστίν ἐν τῷ κατακαύματι ἐξήνθησεν καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν -
Kpł 13,55
LXX · V.AAI3S
καὶ ὄψεται ὁ ἱερεὺς μετὰ τὸ πλυθῆναι αὐτὸ τὴν ἁφήν καὶ ἥδε μὴ μετέβαλεν τὴν ὄψιν ἡ ἁφή καὶ ἡ ἁφὴ οὐ διαχεῖται ἀκάθαρτόν ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐστήρισται ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ -
Joz 7,8
LXX · V.AAI3S
καὶ τί ἐρῶ ἐπεὶ μετέβαλεν Ισραηλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ -
Joz 8,21
LXX · V.AMPNPM
καὶ Ἰησοῦς καὶ πᾶς Ισραηλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαι -
Jdt 10,7
LXX · V.XAPASF
ὡς δὲ εἶδον αὐτὴν καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα καὶ εἶπαν αὐτῇ -
Est 5,1
LXX · V.AAI3S
καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς καὶ γενηθεῖσα ἐπιφανὴς ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτῆρα παρέλαβεν τὰς δύο ἅβρας καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνεδεδύκει ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν καὶ ἦν φοβερὸς σφόδρα καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον δόξῃ ἐν ἀκμῇ θυμοῦ ἔβλεψεν καὶ ἔπεσεν ἡ βασίλισσα καὶ μετέβαλεν τὸ χρῶμα αὐτῆς ἐν ἐκλύσει καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης καὶ μετέβαλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραΰτητα καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ μέχρις οὗ κατέστη καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς καὶ εἶπεν αὐτῇ τί ἐστιν Εσθηρ ἐγὼ ὁ ἀδελφός σου θάρσει οὐ μὴ ἀποθάνῃς ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐστιν πρόσελθε -

2 Mch 6,29
LXX · V.AAPGPM
τῶν δὲ ἀγόντων πρὸς αὐτὸν τὴν μικρῷ πρότερον εὐμένειαν εἰς δυσμένειαν μεταβαλόντων διὰ τὸ τοὺς προειρημένους λόγους ὡς αὐτοὶ διελάμβανον ἀπόνοιαν εἶναι -
Hi 10,8
LXX · V.AAPNSM
αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με μετὰ ταῦτα μεταβαλών με ἔπαισας -
Hi 10,16
LXX · V.AAPNSM
ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις -
Hi 11,19
LXX · V.AMPNPM
ἡσυχάσεις γάρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σε μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται -
Mdr 19,19
LXX · V.IMI3S
χερσαῖα γὰρ εἰς ἔνυδρα μετεβάλλετο καὶ νηκτὰ μετέβαινεν ἐπὶ γῆς -
Syr 18,26
LXX · V.PAI3S
ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου -
Iz 13,8
LXX · V.FAI3P
καὶ ταραχθήσονται οἱ πρέσβεις καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν -
Iz 29,22
LXX · V.FAI3S
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τὸν οἶκον Ιακωβ ὃν ἀφώρισεν ἐξ Αβρααμ οὐ νῦν αἰσχυνθήσεται Ιακωβ οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ισραηλ -
Iz 60,5
LXX · V.FAI3S
τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν καὶ ἥξουσίν σοι -
Ha 1,11
LXX · V.FAI3S
τότε μεταβαλεῖ τὸ πνεῦμα καὶ διελεύσεται καὶ ἐξιλάσεται αὕτη ἡ ἰσχὺς τῷ θεῷ μου -
Dz 28,6
SBLGNT · -AMPNPM-
οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)