G3306 — 192 wystąpień
G3306 · μένω (menō) · to stay — μένω , ; [in LXX for קוּם ,עמד, etc. ;] ; to stay, abide, remain . ; __1. Intrans.; ; __(i) of place : before ἐν, Luk.8:27 , al.; παρά, with dative of person(s), Jhn.1:40 , al; σύν, Luk.1:56; καθ᾽ ἑαυτόν, Act.28:16; with adv., ἐκεῖ, Mat.10:… [STEPBible CC BY]
Rdz 2Wj 1Kpł 4Lb 41 Sm 12 Sm 12 Krl 2Tb 2Jdt 51 Mch 32 Mch 3Hi 4Ps 9Prz 2Koh 1Mdr 5Syr 3Iz 15Jr 1Dn 5Za 1Mt 3Mk 2Łk 7J 40Dz 13Rz 11 Kor 82 Kor 3Flp 11 Tm 12 Tm 3Hbr 61 P 21 J 242 J 3Ap 1
-
Rdz 24,55
LXX · V.AAD3S
εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ μεινάτω ἡ παρθένος μεθ᾿ ἡμῶν ἡμέρας ὡσεὶ δέκα καὶ μετὰ ταῦτα ἀπελεύσεται -
Rdz 45,9
LXX · V.AAS2S
σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ τάδε λέγει ὁ υἱός σου Ιωσηφ ἐποίησέν με ὁ θεὸς κύριον πάσης γῆς Αἰγύπτου κατάβηθι οὖν πρός με καὶ μὴ μείνῃς -
Wj 9,28
LXX · V.PAN
εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς θεοῦ καὶ χάλαζαν καὶ πῦρ καὶ ἐξαποστελῶ ὑμᾶς καὶ οὐκέτι προσθήσεσθε μένειν -
Kpł 13,5
LXX · V.PAI3S
καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτοῦ οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον -
Kpł 13,23
LXX · V.AAS3S
ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται οὐλὴ τοῦ ἕλκους ἐστίν καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς -
Kpł 13,28
LXX · V.AAS3S
ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ αὐγάζον καὶ μὴ διαχυθῇ ἐν τῷ δέρματι αὐτὴ δὲ ᾖ ἀμαυρά ἡ οὐλὴ τοῦ κατακαύματός ἐστιν καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς ὁ γὰρ χαρακτὴρ τοῦ κατακαύματός ἐστιν -
Kpł 13,37
LXX · V.AAS3S
ἐὰν δὲ ἐνώπιον μείνῃ τὸ θραῦσμα ἐπὶ χώρας καὶ θρὶξ μέλαινα ἀνατείλῃ ἐν αὐτῷ ὑγίακεν τὸ θραῦσμα καθαρός ἐστιν καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς -
Lb 30,5
LXX · V.FAI3P
καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς καὶ τοὺς ὁρισμοὺς αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς καὶ παρασιωπήσῃ αὐτῆς ὁ πατήρ καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς καὶ πάντες οἱ ὁρισμοί οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς μενοῦσιν αὐτῇ -
Lb 30,9
LXX · V.FAI3P
ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ ἀνὴρ αὐτῆς ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πᾶσαι αἱ εὐχαὶ αὐτῆς καὶ οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς οὐ μενοῦσιν ὅτι ὁ ἀνὴρ ἀνένευσεν ἀπ᾿ αὐτῆς καὶ κύριος καθαριεῖ αὐτήν -
Lb 30,10
LXX · V.FAI3P
καὶ εὐχὴ χήρας καὶ ἐκβεβλημένης ὅσα ἂν εὔξηται κατὰ τῆς ψυχῆς αὐτῆς μενοῦσιν αὐτῇ -
Lb 30,13
LXX · V.FAI3S
ἐὰν δὲ περιελὼν περιέλῃ ὁ ἀνὴρ αὐτῆς ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πάντα ὅσα ἐὰν ἐξέλθῃ ἐκ τῶν χειλέων αὐτῆς κατὰ τὰς εὐχὰς αὐτῆς καὶ κατὰ τοὺς ὁρισμοὺς τοὺς κατὰ τῆς ψυχῆς αὐτῆς οὐ μενεῖ αὐτῇ ὁ ἀνὴρ αὐτῆς περιεῖλεν καὶ κύριος καθαρίσει αὐτήν -
1 Sm 20,11
LXX · V.PAD2S
καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ πορεύου καὶ μένε εἰς ἀγρόν καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν -
2 Sm 18,14
LXX · V.FAI1S
καὶ εἶπεν Ιωαβ τοῦτο ἐγὼ ἄρξομαι οὐχ οὕτως μενῶ ἐνώπιόν σου καὶ ἔλαβεν Ιωαβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ Αβεσσαλωμ ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυὸς -
2 Krl 7,9
LXX · V.PAI1P
καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ οὐχ οὕτως ἡμεῖς ποιοῦμεν ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστίν καὶ ἡμεῖς σιωπῶμεν καὶ μένομεν ἕως φωτὸς τοῦ πρωὶ καὶ εὑρήσομεν ἀνομίαν καὶ νῦν δεῦρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως -
2 Krl 9,3
LXX · V.FAI2S
καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ἀνοίξεις τὴν θύραν καὶ φεύξῃ καὶ οὐ μενεῖς -
Tb 2,2
LXX · V.FAI1S
καὶ ἐθεασάμην ὄψα πολλὰ καὶ εἶπα τῷ υἱῷ μου βάδισον καὶ ἄγαγε ὃν ἐὰν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ ὃς μέμνηται τοῦ κυρίου καὶ ἰδοὺ μενῶ σε -
Tb 10,9
LXX · V.AAD2S
εἶπεν δὲ αὐτῷ ὁ πενθερὸς αὐτοῦ μεῖνον παρ᾿ ἐμοί κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ καὶ Τωβιας λέγει οὐχί ἀλλὰ ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου -
Jdt 7,5
LXX · V.IAI3P
καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην -
Jdt 7,20
LXX · V.AAI3S
καὶ ἔμεινεν κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ασσουρ οἱ πεζοὶ καὶ ἅρματα καὶ οἱ ἱππεῖς αὐτῶν ἡμέρας τριάκοντα τέσσαρας καὶ ἐξέλιπεν πάντας τοὺς κατοικοῦντας Βαιτυλουα πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων -
Jdt 8,7
LXX · V.IAI3S
καὶ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα καὶ ὑπελίπετο αὐτῇ Μανασσης ὁ ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς καὶ ἔμενεν ἐπ᾿ αὐτῶν -
Jdt 11,17
LXX · V.FAI1S
ὅτι ἡ δούλη σου θεοσεβής ἐστιν καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν θεὸν τοῦ οὐρανοῦ καὶ νῦν μενῶ παρὰ σοί κύριέ μου καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ νύκτα εἰς τὴν φάραγγα καὶ προσεύξομαι πρὸς τὸν θεόν καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν -
Jdt 15,2
LXX · V.PAPNSM
καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τρόμος καὶ φόβος καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι ἀλλ᾿ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς -
1 Mch 11,40
LXX · V.AAI3S
καὶ προσήδρευεν αὐτῷ ὅπως παραδοῖ αὐτὸν αὐτῷ ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσεν ὁ Δημήτριος καὶ τὴν ἔχθραν ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς -
1 Mch 13,11
LXX · V.AAI3S
καὶ ἀπέστειλεν Ιωναθαν τὸν τοῦ Αψαλωμου καὶ μετ᾿ αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ιοππην καὶ ἐξέβαλεν τοὺς ὄντας ἐν αὐτῇ καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ -
1 Mch 15,7
LXX · V.PAD3S
Ιερουσαλημ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδόμησας ὧν κρατεῖς μενέτω σοι -
2 Mch 4,50
LXX · V.IAI3S
ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῇ ἀρχῇ ἐπιφυόμενος τῇ κακίᾳ μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς -
2 Mch 7,30
LXX · V.PAI2P
ἔτι δὲ ταύτης καταληγούσης ὁ νεανίας εἶπεν τίνα μένετε οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοθέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωυσέως -
2 Mch 8,1
LXX · V.XAPAPM
Ιουδας δὲ ὁ καὶ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας προσεκαλοῦντο τοὺς συγγενεῖς καὶ τοὺς μεμενηκότας ἐν τῷ Ιουδαϊσμῷ προσλαμβανόμενοι συνήγαγον εἰς ἑξακισχιλίους -
Hi 15,23
LXX · V.PAI3S
κατατέτακται δὲ εἰς σῖτα γυψίν οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει -
Hi 15,29
LXX · V.AAS3S
οὔτε μὴ πλουτισθῇ οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν -
Hi 21,11
LXX · V.PAI3P
μένουσιν δὲ ὡς πρόβατα αἰώνια τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν -
Hi 36,2
LXX · V.AAD2S
μεῖνόν με μικρὸν ἔτι ἵνα διδάξω σε ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις -
Ps 9,8
LXX · V.PAI3S
καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ -
Ps 33,11
LXX · V.PAI3S
ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν -
Ps 89,37
LXX · V.FAI3S
τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου -
Ps 102,13
LXX · V.PAI2S
σὺ δέ κύριε εἰς τὸν αἰῶνα μένεις καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν -
Ps 111,3
LXX · V.PAI3S
ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος -
Ps 111,10
LXX · V.PAI3S
ἀρχὴ σοφίας φόβος κυρίου σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος -
Ps 112,3
LXX · V.PAI3S
δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος -
Ps 112,9
LXX · V.PAI3S
ἐσκόρπισεν ἔδωκεν τοῖς πένησιν ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ -
Ps 117,2
LXX · V.PAI3S
ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα -
Prz 15,22
LXX · V.PAI3S
ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή -
Prz 19,21
LXX · V.PAI3S
πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει -
Koh 7,15
LXX · V.PAPNSM
σὺν τὰ πάντα εἶδον ἐν ἡμέραις ματαιότητός μου ἔστιν δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ -
Mdr 7,27
LXX · V.PAPNSF
μία δὲ οὖσα πάντα δύναται καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεοῦ καὶ προφήτας κατασκευάζει -
Mdr 16,5
LXX · V.AAI3S
καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθεν θηρίων θυμὸς δήγμασίν τε σκολιῶν διεφθείροντο ὄφεων οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου -
Mdr 17,16
LXX · V.IAI3S
εἴ τε γὰρ γεωργὸς ἦν τις ἢ ποιμὴν ἢ τῶν κατ᾿ ἐρημίαν ἐργάτης μόχθων προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν -
Mdr 18,20
LXX · V.AAI3S
ἥψατο δὲ καὶ δικαίων πεῖρα θανάτου καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους ἀλλ᾿ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή -
Mdr 19,18
LXX · V.PAPASM
δι᾿ ἑαυτῶν γὰρ τὰ στοιχεῖα μεθαρμοζόμενα ὥσπερ ἐν ψαλτηρίῳ φθόγγοι τοῦ ῥυθμοῦ τὸ ὄνομα διαλλάσσουσιν πάντοτε μένοντα ἤχῳ ὅπερ ἐστὶν εἰκάσαι ἐκ τῆς τῶν γεγονότων ὄψεως ἀκριβῶς -
Syr 18,22
LXX · V.AAS2S
μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)