G314 — 85 wystąpień
G314 · ἀναγινώσκω (anaginōskō) · to read — ἀνα-γινώσκω ; (Attic ἀναγιγν-), [in LXX chiefly for קָרָא ;] ; __1. to know certainly, know again, recognize. ; __2. Of written characters, to read : Mat.24:15 , Mrk.13:14 , Act.15:31 23:34 , Eph.3:4 ; with accusative of thing(s), Mat.22:31 … [STEPBible CC BY]
Wj 1Pwt 2Joz 22 Krl 62 Krn 3Ezd 1Ne 5Est 11 Mch 32 Mch 1Hi 1Syr 1Iz 3Jr 18Ba 2Dn 1Am 1Ha 1Mt 7Mk 4Łk 3J 1Dz 82 Kor 3Ef 1Kol 31 Tes 1Ap 1
-
Wj 24,7
LXX · V.AAI3S
καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ καὶ εἶπαν πάντα ὅσα ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα -
Pwt 17,19
LXX · V.FMI3S
καὶ ἔσται μετ᾿ αὐτοῦ καὶ ἀναγνώσεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ἵνα μάθῃ φοβεῖσθαι κύριον τὸν θεὸν αὐτοῦ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς ταύτας καὶ τὰ δικαιώματα ταῦτα ποιεῖν -
Pwt 31,11
LXX · V.FMI2P
ἐν τῷ συμπορεύεσθαι πάντα Ισραηλ ὀφθῆναι ἐνώπιον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς Ισραηλ εἰς τὰ ὦτα αὐτῶν -
Joz 9,2
LXX · V.AAI3S
συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ισραηλ ἅμα πάντες τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον κυρίῳ τῷ θεῷ Ισραηλ ἐν ὄρει Γαιβαλ καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου τοῖς υἱοῖς Ισραηλ καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ θυσιαστήριον λίθων ὁλοκλήρων ἐφ᾿ οὓς οὐκ ἐπεβλήθη σίδηρος καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα κυρίῳ καὶ θυσίαν σωτηρίου καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον νόμον Μωυσῆ ὃν ἔγραψεν ἐνώπιον υἱῶν Ισραηλ καὶ πᾶς Ισραηλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἦραν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζιν καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβαλ καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰς εὐλογίας καὶ τὰς κατάρας κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ οὐκ ἦν ῥῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ισραηλ τοῖς ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ισραηλ -
Joz 9,2
LXX · V.AAI3S
συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ισραηλ ἅμα πάντες τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον κυρίῳ τῷ θεῷ Ισραηλ ἐν ὄρει Γαιβαλ καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου τοῖς υἱοῖς Ισραηλ καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ θυσιαστήριον λίθων ὁλοκλήρων ἐφ᾿ οὓς οὐκ ἐπεβλήθη σίδηρος καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα κυρίῳ καὶ θυσίαν σωτηρίου καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον νόμον Μωυσῆ ὃν ἔγραψεν ἐνώπιον υἱῶν Ισραηλ καὶ πᾶς Ισραηλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἦραν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζιν καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβαλ καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰς εὐλογίας καὶ τὰς κατάρας κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ οὐκ ἦν ῥῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ισραηλ τοῖς ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ισραηλ -
2 Krl 5,7
LXX · V.AAI3S
καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ισραηλ τὸ βιβλίον διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν μὴ θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι ὅτι οὗτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός με -
2 Krl 19,14
LXX · V.AAI3S
καὶ ἔλαβεν Εζεκιας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά καὶ ἀνέβη εἰς οἶκον κυρίου καὶ ἀνέπτυξεν αὐτὰ Εζεκιας ἐναντίον κυρίου -
2 Krl 22,8
LXX · V.AAI3S
καὶ εἶπεν Χελκιας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαφφαν τὸν γραμματέα βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ κυρίου καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον πρὸς Σαφφαν καὶ ἀνέγνω αὐτό -
2 Krl 22,10
LXX · V.AAI3S
καὶ εἶπεν Σαφφαν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ Σαφφαν ἐνώπιον τοῦ βασιλέως -
2 Krl 22,16
LXX · V.AAI3S
τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν πάντας τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ιουδα -
2 Krl 23,2
LXX · V.AAI3S
καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον κυρίου καὶ πᾶς ἀνὴρ Ιουδα καὶ πάντες οἱ κατοικοῦντες ἐν Ιερουσαλημ μετ᾿ αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ κυρίου -
2 Krn 34,18
LXX · V.AAI3S
καὶ ἀπήγγειλεν Σαφαν ὁ γραμματεὺς τῷ βασιλεῖ λέγων βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ Σαφαν ἐναντίον τοῦ βασιλέως -
2 Krn 34,24
LXX · V.XMPDSN
οὕτως λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τῷ ἀνεγνωσμένῳ ἐναντίον τοῦ βασιλέως Ιουδα -
2 Krn 34,30
LXX · V.AAI3S
καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον κυρίου καὶ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς ὁ λαὸς ἀπὸ μεγάλου ἕως μικροῦ καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν τοὺς πάντας λόγους βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ κυρίου -
Ezd 4,23
LXX · V.AAI3S
τότε ὁ φορολόγος τοῦ Αρθασασθα βασιλέως ἀνέγνω ἐνώπιον Ραουμ καὶ Σαμσαι γραμματέως καὶ συνδούλων αὐτῶν καὶ ἐπορεύθησαν σπουδῇ εἰς Ιερουσαλημ καὶ ἐν Ιουδα καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει -
Ne 8,3
LXX · V.AAI3S
καὶ ἀνέγνω ἐν αὐτῷ ἀπὸ τῆς ὥρας τοῦ διαφωτίσαι τὸν ἥλιον ἕως ἡμίσους τῆς ἡμέρας ἀπέναντι τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ αὐτοὶ συνιέντες καὶ ὦτα παντὸς τοῦ λαοῦ εἰς τὸ βιβλίον τοῦ νόμου -
Ne 8,8
LXX · V.AAI3P
καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ θεοῦ καὶ ἐδίδασκεν Εσδρας καὶ διέστελλεν ἐν ἐπιστήμῃ κυρίου καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει -
Ne 8,18
LXX · V.AAI3S
καὶ ἀνέγνω ἐν βιβλίῳ νόμου τοῦ θεοῦ ἡμέραν ἐν ἡμέρᾳ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἐσχάτης καὶ ἐποίησαν ἑορτὴν ἑπτὰ ἡμέρας καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον κατὰ τὸ κρίμα -
Ne 9,3
LXX · V.AAI3P
καὶ ἔστησαν ἐπὶ στάσει αὐτῶν καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου κυρίου θεοῦ αὐτῶν καὶ ἦσαν ἐξαγορεύοντες τῷ κυρίῳ καὶ προσκυνοῦντες τῷ κυρίῳ θεῷ αὐτῶν -
Ne 13,1
LXX · V.API3S
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος -
Est 6,1
LXX · V.PAN
ὁ δὲ κύριος ἀπέστησεν τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην καὶ εἶπεν τῷ διδασκάλῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ -
1 Mch 5,14
LXX · V.IMI3P
ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα -
1 Mch 10,7
LXX · V.AAI3S
καὶ ἦλθεν Ιωναθαν εἰς Ιερουσαλημ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας -
1 Mch 14,19
LXX · V.API3P
καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ιερουσαλημ -
2 Mch 2,25
LXX · V.PAN
ἐφροντίσαμεν τοῖς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν τοῖς δὲ φιλοφρονοῦσιν εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐκοπίαν πᾶσιν δὲ τοῖς ἐντυγχάνουσιν ὠφέλειαν -
Hi 31,36
LXX · V.IAI1S
ἐπ᾿ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον -
Syr 1,0
LXX · V.PAPAPM
πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων τῶν κατ᾿ αὐτοὺς ἠκολουθηκότων δεδομένων ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοφίας καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι καὶ λέγοντας καὶ γράφοντας ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς εἴς τε τὴν τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι πολλῷ μᾶλλον ἐπιπροσθῶσιν διὰ τῆς ἐννόμου βιώσεως παρακέκλησθε οὖν μετ᾿ εὐνοίας καὶ προσοχῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι καὶ συγγνώμην ἔχειν ἐφ᾿ οἷς ἂν δοκῶμεν τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν οὐ γὰρ ἰσοδυναμεῖ αὐτὰ ἐν ἑαυτοῖς Εβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν οὐ μόνον δὲ ταῦτα ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητεῖαι καὶ τὰ λοιπὰ τῶν βιβλίων οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος ἐν τῷ διαστήματι τοῦ χρόνου πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν προκατασκευαζομένους τὰ ἤθη ἐννόμως βιοτεύειν -
Iz 29,11
LXX · V.AAD2S
καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες ἀνάγνωθι ταῦτα καὶ ἐρεῖ οὐ δύναμαι ἀναγνῶναι ἐσφράγισται γάρ -
Iz 29,11
LXX · V.AAN
καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες ἀνάγνωθι ταῦτα καὶ ἐρεῖ οὐ δύναμαι ἀναγνῶναι ἐσφράγισται γάρ -
Iz 29,12
LXX · V.AAD2S
καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα καὶ ἐρεῖ αὐτῷ ἀνάγνωθι τοῦτο καὶ ἐρεῖ οὐκ ἐπίσταμαι γράμματα -
Jr 3,12
LXX · V.AAD2S
πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς ἐπιστράφητι πρός με ἡ κατοικία τοῦ Ισραηλ λέγει κύριος καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς ὅτι ἐλεήμων ἐγώ εἰμι λέγει κύριος καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα -
Jr 11,6
LXX · V.AAD2S
καὶ εἶπεν κύριος πρός με ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ λέγων ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς -
Jr 19,2
LXX · V.AAD2S
καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς χαρσιθ καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους οὓς ἂν λαλήσω πρὸς σέ -
Jr 28,61
LXX · V.FMI2S
καὶ εἶπεν Ιερεμιας πρὸς Σαραιαν ὅταν ἔλθῃς εἰς Βαβυλῶνα καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους -
Jr 28,63
LXX · V.PAN
καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο καὶ ἐπιδήσεις ἐπ᾿ αὐτὸ λίθον καὶ ῥίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου -
Jr 36,29
LXX · V.AAI3S
καὶ ἀνέγνω Σοφονιας τὸ βιβλίον εἰς τὰ ὦτα Ιερεμιου -
Jr 39,11
LXX · V.XMPASM
καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον -
Jr 39,14
LXX · V.XMPASN
οὕτως εἶπεν κύριος παντοκράτωρ λαβὲ τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον ἵνα διαμείνῃ ἡμέρας πλείους -
Jr 43,6
LXX · V.FMI2S
καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ νηστείας καὶ ἐν ὠσὶ παντὸς Ιουδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς -
Jr 43,6
LXX · V.FMI2S
καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ νηστείας καὶ ἐν ὠσὶ παντὸς Ιουδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς -
Jr 43,8
LXX · V.AAN
καὶ ἐποίησεν Βαρουχ κατὰ πάντα ἃ ἐνετείλατο αὐτῷ Ιερεμιας τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους κυρίου ἐν οἴκῳ κυρίου -
Jr 43,10
LXX · V.IAI3S
καὶ ἀνεγίνωσκε Βαρουχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ιερεμιου ἐν οἴκῳ κυρίου ἐν οἴκῳ Γαμαριου υἱοῦ Σαφαν τοῦ γραμματέως ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου κυρίου τῆς καινῆς ἐν ὠσὶ παντὸς τοῦ λαοῦ -
Jr 43,13
LXX · V.PAPGSM
καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαιας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος τοῦ Βαρουχ εἰς τὰ ὦτα τοῦ λαοῦ -
Jr 43,14
LXX · V.PAI2S
καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαρουχ υἱὸν Νηριου τὸν Ιουδιν υἱὸν Ναθανιου υἱοῦ Σελεμιου υἱοῦ Χουσι λέγοντες τὸ χαρτίον ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ λαβὲ αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε καὶ ἔλαβεν Βαρουχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς -
Jr 43,15
LXX · V.AAD2S
καὶ εἶπαν αὐτῷ πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν καὶ ἀνέγνω Βαρουχ -
Jr 43,15
LXX · V.AAI3S
καὶ εἶπαν αὐτῷ πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν καὶ ἀνέγνω Βαρουχ -
Jr 43,21
LXX · V.AAI3S
καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ιουδιν λαβεῖν τὸ χαρτίον καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ελισαμα καὶ ἀνέγνω Ιουδιν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα -
Jr 43,23
LXX · V.PAPGSM
καὶ ἐγενήθη ἀναγινώσκοντος Ιουδιν τρεῖς σελίδας καὶ τέσσαρας ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας ἕως ἐξέλιπεν πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας -
Ba 1,3
LXX · V.AAI3S
καὶ ἀνέγνω Βαρουχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ιεχονιου υἱοῦ Ιωακιμ βασιλέως Ιουδα καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίβλον -
Ba 1,14
LXX · V.FMD2P
καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἐξαγορεῦσαι ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)