G31 — 15 wystąpień
G31 · ἀγγελία (angelia) · message — ἀγγελία , -ας, ἡ ; (ἄγγελος), [in LXX chiefly for שְׁמוּעָה ;] ; a message : 1Jo.1:5, 3:11 ( Cremer, 18; MM, VGT , see word).†; (AS) [STEPBible CC BY]
1 Sm 12 Sm 12 Krl 1Prz 3Mdr 1Iz 2Ez 3Na 11 J 2
-
1 Sm 4,19
LXX · N.ASF
καὶ νύμφη αὐτοῦ γυνὴ Φινεες συνειληφυῖα τοῦ τεκεῖν καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμφθη ἡ κιβωτὸς τοῦ θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς καὶ ὤκλασεν καὶ ἔτεκεν ὅτι ἐπεστράφησαν ἐπ᾿ αὐτὴν ὠδῖνες αὐτῆς -
2 Sm 4,4
LXX · N.ASF
καὶ τῷ Ιωναθαν υἱῷ Σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαουλ καὶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ιεζραελ καὶ ἦρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὴν καὶ ἀναχωρεῖν καὶ ἔπεσεν καὶ ἐχωλάνθη καὶ ὄνομα αὐτῷ Μεμφιβοσθε -
2 Krl 19,7
LXX · N.ASF
ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ -
Prz 12,25
LXX · N.NSF
φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν -
Prz 32,25
LXX · N.NSF
ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν -
Prz 33,16
LXX · N.ASF
σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν -
Mdr 5,9
LXX · N.NSF
παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ καὶ ὡς ἀγγελία παρατρέχουσα -
Iz 28,9
LXX · N.ASF
τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ -
Iz 37,7
LXX · N.ASF
ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ -
Ez 7,26
LXX · N.NSF
οὐαὶ ἐπὶ οὐαὶ ἔσται καὶ ἀγγελία ἐπ᾿ ἀγγελίαν ἔσται καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων -
Ez 7,26
LXX · N.ASF
οὐαὶ ἐπὶ οὐαὶ ἔσται καὶ ἀγγελία ἐπ᾿ ἀγγελίαν ἔσται καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων -
Ez 21,12
LXX · N.DSF
καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ἕνεκα τίνος σὺ στενάζεις καὶ ἐρεῖς ἐπὶ τῇ ἀγγελίᾳ διότι ἔρχεται καὶ θραυσθήσεται πᾶσα καρδία καὶ πᾶσαι χεῖρες παραλυθήσονται καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει κύριος κύριος -
Na 3,19
LXX · N.ASF
οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου ἐφλέγμανεν ἡ πληγή σου πάντες οἱ ἀκούοντες τὴν ἀγγελίαν σου κροτήσουσιν χεῖρας ἐπὶ σέ διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διὰ παντός -
1 J 1,5
SBLGNT · ----NSF-
Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπ’ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ θεὸς φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. -
1 J 3,11
SBLGNT · ----NSF-
Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους·
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)