G3076 — 76 wystąpień
G3076 · λυπέω (lupeō) · to grieve — λυπέω , -ῶ; (λύπη), [in LXX for חָרָה, etc. ;] ; to distress, grieve, cause pain or grief : with accusative of person(s), 2Co.2:2 2:5 7:8 ; pass., Mat.14:9 17:23 18:31 19:22 26:22 , Mrk.10:22 14:19 , Jhn.16:20 21:17 , Rom.14:15 , 2Co.2:4 , 1… [STEPBible CC BY]
Rdz 2Pwt 11 Sm 12 Sm 22 Krl 1Ne 1Tb 7Est 31 Mch 3Hi 1Ps 1Prz 1Syr 5Iz 6Jr 1Lm 1Ba 3Ez 1Dn 4Jon 4Mi 1Mt 6Mk 2J 2Rz 12 Kor 12Ef 11 Tes 11 P 1
-
Rdz 4,5
LXX · V.AAI3S
ἐπὶ δὲ Καιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν καὶ ἐλύπησεν τὸν Καιν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ -
Rdz 45,5
LXX · V.PMD2P
νῦν οὖν μὴ λυπεῖσθε μηδὲ σκληρὸν ὑμῖν φανήτω ὅτι ἀπέδοσθέ με ὧδε εἰς γὰρ ζωὴν ἀπέστειλέν με ὁ θεὸς ἔμπροσθεν ὑμῶν -
Pwt 15,10
LXX · V.FPI2S
διδοὺς δώσεις αὐτῷ καὶ δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου -
1 Sm 29,4
LXX · V.API3P
καὶ ἐλυπήθησαν ἐπ᾿ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ οὗ κατέστησας αὐτὸν ἐκεῖ καὶ μὴ ἐρχέσθω μεθ᾿ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων -
2 Sm 13,21
LXX · V.AAI3S
καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυιδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα καὶ οὐκ ἐλύπησεν τὸ πνεῦμα Αμνων τοῦ υἱοῦ αὐτοῦ ὅτι ἠγάπα αὐτόν ὅτι πρωτότοκος αὐτοῦ ἦν -
2 Sm 19,3
LXX · V.PPI3S
καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ -
2 Krl 13,19
LXX · V.API3S
καὶ ἐλυπήθη ἐπ᾿ αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν -
Ne 5,6
LXX · V.API1S
καὶ ἐλυπήθην σφόδρα καθὼς ἤκουσα τὴν κραυγὴν αὐτῶν καὶ τοὺς λόγους τούτους -
Tb 3,1
LXX · V.APPNSM
καὶ λυπηθεὶς ἔκλαυσα καὶ προσευξάμην μετ᾿ ὀδύνης λέγων -
Tb 3,10
LXX · V.API3S
ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι καὶ εἶπεν μία μέν εἰμι τῷ πατρί μου ἐὰν ποιήσω τοῦτο ὄνειδος αὐτῷ ἐστιν καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετ᾿ ὀδύνης εἰς ᾅδου -
Tb 4,3
LXX · V.AAS2S
καὶ καλέσας αὐτὸν εἶπεν παιδίον ἐὰν ἀποθάνω θάψον με καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ καὶ μὴ λυπήσῃς αὐτήν -
Tb 7,6
LXX · V.API3S
καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσε καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀνθρώπου καὶ ἀκούσας ὅτι Τωβιτ ἀπώλεσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐλυπήθη καὶ ἔκλαυσεν -
Tb 10,3
LXX · V.IMI3S
καὶ ἐλυπεῖτο λίαν -
Tb 10,13
LXX · V.AAS2S
καὶ Εδνα εἶπεν πρὸς Τωβιαν ἄδελφε ἀγαπητέ ἀποκαταστήσαι σε ὁ κύριος τοῦ οὐρανοῦ καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σαρρας τῆς θυγατρός μου ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ κυρίου καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ μὴ λυπήσῃς αὐτήν -
Tb 13,16
LXX · V.API3P
μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ πάσαις ταῖς μάστιξίν σου ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου καὶ εὐφρανθήσονται εἰς τὸν αἰῶνα ἡ ψυχή μου εὐλογείτω τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν -
Est 1,12
LXX · V.API3S
καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Αστιν ἡ βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη -
Est 2,21
LXX · V.API3P
καὶ ἐλυπήθησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως οἱ ἀρχισωματοφύλακες ὅτι προήχθη Μαρδοχαῖος καὶ ἐζήτουν ἀποκτεῖναι Ἀρταξέρξην τὸν βασιλέα -
Est 6,12
LXX · V.PMPNSM
ἐπέστρεψεν δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν Αμαν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς -
1 Mch 10,22
LXX · V.API3S
καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἶπεν -
1 Mch 10,68
LXX · V.API3S
καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς Ἀντιόχειαν -
1 Mch 14,16
LXX · V.API3P
καὶ ἠκούσθη ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ιωναθαν καὶ ἕως Σπάρτης καὶ ἐλυπήθησαν σφόδρα -
Hi 31,39
LXX · V.AAI1S
εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα -
Ps 55,3
LXX · V.API1S
πρόσχες μοι καὶ εἰσάκουσόν μου ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην -
Prz 32,20
LXX · V.PAI3S
ὥσπερ ὄξος ἕλκει ἀσύμφορον οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν -
Syr 3,12
LXX · V.AAS2S
τέκνον ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ -
Syr 4,2
LXX · V.AAS2S
ψυχὴν πεινῶσαν μὴ λυπήσῃς καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ -
Syr 26,28
LXX · V.XMI3S
ἐπὶ δυσὶ λελύπηται ἡ καρδία μου καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν ἀνὴρ πολεμιστὴς ὑστερῶν δι᾿ ἔνδειαν καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν ὁ κύριος ἑτοιμάσει εἰς ῥομφαίαν αὐτόν -
Syr 30,5
LXX · V.API3S
ἐν τῇ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη -
Syr 30,9
LXX · V.FAI3S
τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε σύμπαιξον αὐτῷ καὶ λυπήσει σε -
Iz 8,21
LXX · V.FPI2P
καὶ ἥξει ἐφ᾿ ὑμᾶς σκληρὰ λιμός καὶ ἔσται ὡς ἂν πεινάσητε λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ παταχρα καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω -
Iz 15,2
LXX · V.PMD2P
λυπεῖσθε ἐφ᾿ ἑαυτοῖς ἀπολεῖται γὰρ καὶ Δηβων οὗ ὁ βωμὸς ὑμῶν ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβαυ τῆς Μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα πάντες βραχίονες κατατετμημένοι -
Iz 19,10
LXX · V.FPI3P
καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν -
Iz 32,11
LXX · V.APD2P
ἔκστητε λυπήθητε αἱ πεποιθυῖαι ἐκδύσασθε γυμναὶ γένεσθε περιζώσασθε σάκκους τὰς ὀσφύας -
Iz 57,17
LXX · V.AAI1S
δι᾿ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτοῦ καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ -
Iz 57,17
LXX · V.API3S
δι᾿ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτοῦ καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ -
Jr 15,18
LXX · V.PAPNPM
ἵνα τί οἱ λυποῦντές με κατισχύουσίν μου ἡ πληγή μου στερεά πόθεν ἰαθήσομαι γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν -
Lm 1,22
LXX · V.PMI3S
εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου καὶ ἐπιφύλλισον αὐτοῖς ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάντων τῶν ἁμαρτημάτων μου ὅτι πολλοὶ οἱ στεναγμοί μου καὶ ἡ καρδία μου λυπεῖται -
Ba 2,18
LXX · V.PMPNSF
ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην κύριε -
Ba 4,8
LXX · V.AAI2P
ἐπελάθεσθε δὲ τὸν τροφεύσαντα ὑμᾶς θεὸν αἰώνιον ἐλυπήσατε δὲ καὶ τὴν ἐκθρέψασαν ὑμᾶς Ιερουσαλημ -
Ba 4,33
LXX · V.FPI3S
ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ -
Ez 16,43
LXX · V.IAI2S
ἀνθ᾿ ὧν οὐκ ἐμνήσθης τὴν ἡμέραν τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα λέγει κύριος καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου -
Dn 3,50
LXX · V.AAI3S
καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡσεὶ πνεῦμα δρόσου διασυρίζον καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησε καὶ οὐ παρηνώχλησεν αὐτούς -
Dn 6,15
LXX · V.PMPNSM
καὶ λυπούμενος ὁ βασιλεὺς εἶπεν ῥιφῆναι τὸν Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων κατὰ τὸν ὁρισμόν ὃν ἔστησε κατ᾿ αὐτοῦ τότε ὁ βασιλεὺς σφόδρα ἐλυπήθη ἐπὶ τῷ Δανιηλ καὶ ἐβοήθει τοῦ ἐξελέσθαι αὐτὸν ἕως δυσμῶν ἡλίου ἀπὸ τῶν χειρῶν τῶν σατραπῶν -
Dn 6,15
LXX · V.API3S
καὶ λυπούμενος ὁ βασιλεὺς εἶπεν ῥιφῆναι τὸν Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων κατὰ τὸν ὁρισμόν ὃν ἔστησε κατ᾿ αὐτοῦ τότε ὁ βασιλεὺς σφόδρα ἐλυπήθη ἐπὶ τῷ Δανιηλ καὶ ἐβοήθει τοῦ ἐξελέσθαι αὐτὸν ἕως δυσμῶν ἡλίου ἀπὸ τῶν χειρῶν τῶν σατραπῶν -
Dn 6,19
LXX · V.PMPNSM
τότε ὑπέστρεψεν ὁ βασιλεὺς εἰς τὰ βασίλεια αὐτοῦ καὶ ηὐλίσθη νῆστις καὶ ἦν λυπούμενος περὶ τοῦ Δανιηλ τότε ὁ θεὸς τοῦ Δανιηλ πρόνοιαν ποιούμενος αὐτοῦ ἀπέκλεισε τὰ στόματα τῶν λεόντων καὶ οὐ παρηνώχλησαν τῷ Δανιηλ -
Jon 4,1
LXX · V.API3S
καὶ ἐλυπήθη Ιωνας λύπην μεγάλην καὶ συνεχύθη -
Jon 4,4
LXX · V.XMI2S
καὶ εἶπεν κύριος πρὸς Ιωναν εἰ σφόδρα λελύπησαι σύ -
Jon 4,9
LXX · V.XMI2S
καὶ εἶπεν ὁ θεὸς πρὸς Ιωναν εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ καὶ εἶπεν σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου -
Jon 4,9
LXX · V.XMI1S
καὶ εἶπεν ὁ θεὸς πρὸς Ιωναν εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ καὶ εἶπεν σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου -
Mi 6,3
LXX · V.AAI1S
λαός μου τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι ἀποκρίθητί μοι
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)