G2977 — 11 wystąpień
G2977 · λάθρα (lathra) · quietly — λάθρᾳ (Att..; in Hom., -ρῃ, Rec. -ρα), ; adv. , [in LXX chiefly for סֵתֶר ;] ; secretly : Mat.1:19 2:7 , Mrk.5:33 (WH, mg.), Jhn.11:28 , Act.16:37 .†; (AS) [STEPBible CC BY]
Pwt 11 Sm 21 Mch 1Hi 1Ps 1Ha 1Mt 2J 1Dz 1
-
Pwt 13,7
LXX · D
ἐὰν δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ σου ἢ ἡ γυνὴ ἡ ἐν κόλπῳ σου ἢ ὁ φίλος ὁ ἴσος τῆς ψυχῆς σου λάθρᾳ λέγων βαδίσωμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου -
1 Sm 18,22
LXX · D
καὶ ἐνετείλατο Σαουλ τοῖς παισὶν αὐτοῦ λέγων λαλήσατε ὑμεῖς λάθρᾳ τῷ Δαυιδ λέγοντες ἰδοὺ ὁ βασιλεὺς θέλει ἐν σοί καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσίν σε καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ -
1 Sm 26,5
LXX · D
καὶ ἀνέστη Δαυιδ λάθρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον οὗ ἐκάθευδεν ἐκεῖ Σαουλ καὶ ἐκεῖ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος αὐτοῦ καὶ Σαουλ ἐκάθευδεν ἐν λαμπήνῃ καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ -
1 Mch 9,60
LXX · D
καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ᾿ αὐτοῦ καὶ οὐκ ἠδύναντο ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν -
Hi 31,27
LXX · D
καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου εἰ δὲ καὶ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα -
Ps 101,5
LXX · D
τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ τοῦτον ἐξεδίωκον ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ τούτῳ οὐ συνήσθιον -
Ha 3,14
LXX · D
διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν σεισθήσονται ἐν αὐτῇ διανοίξουσιν χαλινοὺς αὐτῶν ὡς ἔσθων πτωχὸς λάθρᾳ -
Mt 1,19
SBLGNT · --------
Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. -
Mt 2,7
SBLGNT · --------
Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, -
J 11,28
SBLGNT · --------
Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. -
Dz 16,37
SBLGNT · --------
ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)