G2927 — 34 wystąpień
G2927 · κρυπτός (kruptos) · hidden — κρυπτός , -ή, -όν; (κρύπτω) [in LXX for אָטַם, מִסְתָּר, etc. ;] ; hidden, secret : Mat.10:26 , Mrk.4:22 , Luk.8:17 12:2 ; ὁ κ. τῆς καρδίας ἄνθρωπος, 1Pe.3:4; neut., ἐν τῷ κ., Mat.6:4 , 6; ἐν κ., Jhn.7:4, 10 18:20 ; ὁ ἐν κ. Ἰουδαῖος, Rom.2:29; p… [STEPBible CC BY]
Pwt 21 Krl 12 Mch 1Mdr 1Syr 5Iz 2Jr 1Ez 3Dn 1Mt 5Mk 1Łk 2J 3Rz 21 Kor 22 Kor 11 P 1
-
Pwt 15,9
LXX · A.ASM
πρόσεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα λέγων ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον ἔτος τῆς ἀφέσεως καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ καὶ οὐ δώσεις αὐτῷ καὶ βοήσεται κατὰ σοῦ πρὸς κύριον καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη -
Pwt 29,28
LXX · A.NPN
τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ ἡμῶν τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου -
1 Krl 6,4
LXX · A.APF
καὶ ἐποίησεν τῷ οἴκῳ θυρίδας παρακυπτομένας κρυπτάς -
2 Mch 1,16
LXX · A.ASF
ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοῖς ἔξω παρέρριψαν -
Mdr 7,21
LXX · A.NPN
ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία -
Syr 1,30
LXX · A.APN
μὴ ἐξύψου σεαυτόν ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε ὅτι οὐ προσῆλθες φόβῳ κυρίου καὶ ἡ καρδία σου πλήρης δόλου -
Syr 3,22
LXX · A.GPN
ἃ προσετάγη σοι ταῦτα διανοοῦ οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν -
Syr 4,18
LXX · A.APN
καὶ πάλιν ἐπανήξει κατ᾿ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ αὐτὸν καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς -
Syr 8,18
LXX · A.ASM
ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν οὐ γὰρ γινώσκεις τί τέξεται -
Syr 11,4
LXX · A.NPN
ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου ὅτι θαυμαστὰ τὰ ἔργα κυρίου καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἀνθρώποις -
Iz 22,9
LXX · A.APN
καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυιδ καὶ εἴδοσαν ὅτι πλείους εἰσὶν καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν -
Iz 29,10
LXX · A.APN
ὅτι πεπότικεν ὑμᾶς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ κρυπτά -
Jr 30,4
LXX · A.APN
ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν κρυβῆναι οὐ μὴ δύνωνται ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ καὶ οὐκ ἔστιν -
Ez 8,12
LXX · A.DSM
καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας ἃ οἱ πρεσβύτεροι τοῦ οἴκου Ισραηλ ποιοῦσιν ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν διότι εἶπαν οὐχ ὁρᾷ ὁ κύριος ἐγκαταλέλοιπεν κύριος τὴν γῆν -
Ez 40,16
LXX · A.NPF
καὶ θυρίδες κρυπταὶ ἐπὶ τὰ θεϊμ καὶ ἐπὶ τὰ αιλαμ ἔσωθεν τῆς πύλης τῆς αὐλῆς κυκλόθεν καὶ ὡσαύτως τοῖς αιλαμ θυρίδες κύκλῳ ἔσωθεν καὶ ἐπὶ τὸ αιλαμ φοίνικες ἔνθεν καὶ ἔνθεν -
Ez 41,26
LXX · A.NPF
καὶ θυρίδες κρυπταί καὶ διεμέτρησεν ἔνθεν καὶ ἔνθεν εἰς τὰ ὀροφώματα τοῦ αιλαμ καὶ τὰ πλευρὰ τοῦ οἴκου ἐζυγωμένα -
Dn 2,47
LXX · A.APN
καὶ ἐκφωνήσας ὁ βασιλεὺς πρὸς τὸν Δανιηλ εἶπεν ἐπ᾿ ἀληθείας ἐστὶν ὁ θεὸς ὑμῶν θεὸς τῶν θεῶν καὶ κύριος τῶν βασιλέων ὁ ἐκφαίνων μυστήρια κρυπτὰ μόνος ὅτι ἐδυνάσθης δηλῶσαι τὸ μυστήριον τοῦτο -
Mt 6,4
SBLGNT · ----DSN-
ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. -
Mt 6,4
SBLGNT · ----DSN-
ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. -
Mt 6,6
SBLGNT · ----DSN-
σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. -
Mt 6,6
SBLGNT · ----DSN-
σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. -
Mt 10,26
SBLGNT · ----NSN-
Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. -
Mk 4,22
SBLGNT · ----NSN-
οὐ γάρ ἐστιν κρυπτὸν ἐὰν μὴ ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα ἔλθῃ εἰς φανερόν. -
Łk 8,17
SBLGNT · ----NSN-
οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ. -
Łk 12,2
SBLGNT · ----NSN-
οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. -
J 7,4
SBLGNT · ----DSN-
οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. -
J 7,10
SBLGNT · ----DSN-
Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ. -
J 18,20
SBLGNT · ----DSN-
ἀπεκρίθη αὐτῷ Ἰησοῦς· Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν· -
Rz 2,16
SBLGNT · ----APN-
ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Χριστοῦ Ἰησοῦ. -
Rz 2,29
SBLGNT · ----DSN-
ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ θεοῦ. -
1 Kor 4,5
SBLGNT · ----APN-
ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ. -
1 Kor 14,25
SBLGNT · ----NPN-
τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι Ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν. -
2 Kor 4,2
SBLGNT · ----APN-
ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ. -
1 P 3,4
SBLGNT · ----NSM-
ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)