G2919 — 335 wystąpień
G2919 · κρίνω (krinō) · to judge — κρίνω , ; [in LXX chiefly for שׁפט, also for ריב ,דּין, etc. ;] ; __1. to separate, select, choose (cl.; in LXX: 2Ma.13:15 ). ; __2. to approve, esteem : Rom.14:5. ; __3. to be of opinion, judge, think : Luk.7:43 , 1Co.11:13 ; before τοῦτο ὅ… [STEPBible CC BY]
Rdz 8Wj 6Kpł 1Lb 1Pwt 5Sdz 16Rt 11 Sm 42 Sm 31 Krl 42 Krl 11 Krn 12 Krn 9Ezd 2Tb 1Jdt 31 Mch 32 Mch 7Hi 13Ps 34Prz 11Koh 2Mdr 12Syr 9Iz 15Jr 12Lm 2Ba 1Ez 18Dn 9Oz 3Mi 2Za 2Mt 6Łk 6J 19Dz 21Rz 181 Kor 172 Kor 2Kol 12 Tes 12 Tm 1Tt 1Hbr 2Jk 61 P 4Ap 9
-
Rdz 15,14
LXX · V.FAI1S
τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν κρινῶ ἐγώ μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς -
Rdz 16,5
LXX · V.AAO3S
εἶπεν δὲ Σαρα πρὸς Αβραμ ἀδικοῦμαι ἐκ σοῦ ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει ἠτιμάσθην ἐναντίον αὐτῆς κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ -
Rdz 18,25
LXX · V.PAPNSM
μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν -
Rdz 19,9
LXX · V.PAN
εἶπαν δέ ἀπόστα ἐκεῖ εἷς ἦλθες παροικεῖν μὴ καὶ κρίσιν κρίνειν νῦν οὖν σὲ κακώσομεν μᾶλλον ἢ ἐκείνους καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λωτ σφόδρα καὶ ἤγγισαν συντρῖψαι τὴν θύραν -
Rdz 26,21
LXX · V.IMI3P
ἀπάρας δὲ Ισαακ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Ἐχθρία -
Rdz 30,6
LXX · V.AAI3S
καὶ εἶπεν Ραχηλ ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δαν -
Rdz 31,53
LXX · V.FAI3S
ὁ θεὸς Αβρααμ καὶ ὁ θεὸς Ναχωρ κρινεῖ ἀνὰ μέσον ἡμῶν καὶ ὤμοσεν Ιακωβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ισαακ -
Rdz 49,16
LXX · V.FAI3S
Δαν κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ισραηλ -
Wj 5,21
LXX · V.AAO3S
καὶ εἶπαν αὐτοῖς ἴδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς -
Wj 18,13
LXX · V.PAN
καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισεν Μωυσῆς κρίνειν τὸν λαόν παρειστήκει δὲ πᾶς ὁ λαὸς Μωυσεῖ ἀπὸ πρωίθεν ἕως ἑσπέρας -
Wj 18,22
LXX · V.FAI3P
καὶ κρινοῦσιν τὸν λαὸν πᾶσαν ὥραν τὸ δὲ ῥῆμα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σέ τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοὶ καὶ κουφιοῦσιν ἀπὸ σοῦ καὶ συναντιλήμψονταί σοι -
Wj 18,22
LXX · V.FAI3P
καὶ κρινοῦσιν τὸν λαὸν πᾶσαν ὥραν τὸ δὲ ῥῆμα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σέ τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοὶ καὶ κουφιοῦσιν ἀπὸ σοῦ καὶ συναντιλήμψονταί σοι -
Wj 18,26
LXX · V.IAI3P
καὶ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν πᾶν δὲ ῥῆμα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ Μωυσῆν πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί -
Wj 18,26
LXX · V.IAI3P
καὶ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν πᾶν δὲ ῥῆμα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ Μωυσῆν πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί -
Kpł 19,15
LXX · V.FAI2S
οὐ ποιήσετε ἄδικον ἐν κρίσει οὐ λήμψῃ πρόσωπον πτωχοῦ οὐδὲ θαυμάσεις πρόσωπον δυνάστου ἐν δικαιοσύνῃ κρινεῖς τὸν πλησίον σου -
Lb 35,24
LXX · V.FAI3S
καὶ κρινεῖ ἡ συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα -
Pwt 1,16
LXX · V.AAD2P
καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ -
Pwt 1,17
LXX · V.FAI2S
οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστιν καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ᾖ ἀφ᾿ ὑμῶν ἀνοίσετε αὐτὸ ἐπ᾿ ἐμέ καὶ ἀκούσομαι αὐτό -
Pwt 16,18
LXX · V.FAI3P
κριτὰς καὶ γραμματοεισαγωγεῖς καταστήσεις σεαυτῷ ἐν πάσαις ταῖς πόλεσίν σου αἷς κύριος ὁ θεός σου δίδωσίν σοι κατὰ φυλάς καὶ κρινοῦσιν τὸν λαὸν κρίσιν δικαίαν -
Pwt 25,1
LXX · V.AAS3P
ἐὰν δὲ γένηται ἀντιλογία ἀνὰ μέσον ἀνθρώπων καὶ προσέλθωσιν εἰς κρίσιν καὶ κρίνωσιν καὶ δικαιώσωσιν τὸν δίκαιον καὶ καταγνῶσιν τοῦ ἀσεβοῦς -
Pwt 32,36
LXX · V.FAI3S
ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται εἶδεν γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους -
Sdz 3,10
LXX · V.AAI3S
καὶ ἐγένετο ἐπ᾿ αὐτὸν πνεῦμα κυρίου καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαιμ καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαιμ βασιλέα Συρίας ποταμῶν καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαιμ -
Sdz 3,30
LXX · V.AAI3S
καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ισραηλ καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν -
Sdz 4,4
LXX · V.AAI3S
καὶ Δεββωρα γυνὴ προφῆτις γυνὴ Λαφιδωθ αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ -
Sdz 10,2
LXX · V.AAI3S
καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμιρ -
Sdz 10,3
LXX · V.AAI3S
καὶ ἀνέστη μετ᾿ αὐτὸν Ιαϊρ ὁ Γαλααδ καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι δύο ἔτη -
Sdz 11,27
LXX · V.AAO3S
καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιεῖς μετ᾿ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων -
Sdz 11,27
LXX · V.PAPNSM
καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιεῖς μετ᾿ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων -
Sdz 12,7
LXX · V.AAI3S
καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἑξήκοντα ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλααδ -
Sdz 12,8
LXX · V.AAI3S
καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ισραηλ Αβαισαν ἀπὸ Βαιθλεεμ -
Sdz 12,9
LXX · V.AAI3S
καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἃς ἐξαπέστειλεν ἔξω καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη -
Sdz 12,11
LXX · V.AAI3S
καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ισραηλ Αιλωμ ὁ Ζαβουλωνίτης δέκα ἔτη -
Sdz 12,13
LXX · V.AAI3S
καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ισραηλ Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης -
Sdz 12,14
LXX · V.AAI3S
καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη -
Sdz 15,20
LXX · V.AAI3S
καὶ ἔκρινεν τὸν Ισραηλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη -
Sdz 16,31
LXX · V.AAI3S
καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τῷ τάφῳ Μανωε τοῦ πατρὸς αὐτοῦ καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη -
Sdz 21,22
LXX · V.PMN
καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς καὶ ἐροῦμεν αὐτοῖς ἔλεος ποιήσατε ἡμῖν αὐτάς ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς ὡς καιρὸς πλημμελήσατε -
Rt 1,1
LXX · V.PAN
καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλεεμ τῆς Ιουδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωαβ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ -
1 Sm 2,10
LXX · V.FAI3S
κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ κύριος ἅγιος μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ ἀλλ᾿ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν τὸν κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν αὐτὸς κρινεῖ ἄκρα γῆς καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ -
1 Sm 4,18
LXX · V.AAI3S
καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέθανεν ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη -
1 Sm 24,16
LXX · V.AAO3S
γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου -
1 Sm 25,39
LXX · V.AAI3S
καὶ ἤκουσεν Δαυιδ καὶ εἶπεν εὐλογητὸς κύριος ὃς ἔκρινεν τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Ναβαλ καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν καὶ τὴν κακίαν Ναβαλ ἀπέστρεψεν κύριος εἰς κεφαλὴν αὐτοῦ καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐλάλησεν περὶ Αβιγαιας λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα -
2 Sm 18,19
LXX · V.AAI3S
καὶ Αχιμαας υἱὸς Σαδωκ εἶπεν δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ ὅτι ἔκρινεν αὐτῷ κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ -
2 Sm 18,31
LXX · V.AAI3S
καὶ ἰδοὺ ὁ Χουσι παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς ὅτι ἔκρινέν σοι κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ -
2 Sm 19,10
LXX · V.PMPNSM
καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ισραηλ λέγοντες ὁ βασιλεὺς Δαυιδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν καὶ αὐτὸς ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ ἀπὸ Αβεσσαλωμ -
1 Krl 3,9
LXX · V.PAN
καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ τοῦ συνίειν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ ὅτι τίς δυνήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον -
1 Krl 3,28
LXX · V.AAI3S
καὶ ἤκουσαν πᾶς Ισραηλ τὸ κρίμα τοῦτο ὃ ἔκρινεν ὁ βασιλεύς καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως ὅτι εἶδον ὅτι φρόνησις θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα -
1 Krl 7,44
LXX · V.FAI3S
καὶ τὸ αιλαμ τῶν θρόνων οὗ κρινεῖ ἐκεῖ αιλαμ τοῦ κριτηρίου -
1 Krl 8,32
LXX · V.FAI2S
καὶ σὺ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τὸν λαόν σου Ισραηλ ἀνομηθῆναι ἄνομον δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ τοῦ δικαιῶσαι δίκαιον δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ -
2 Krl 23,22
LXX · V.IAI3P
ὅτι οὐκ ἐγενήθη τὸ πασχα τοῦτο ἀφ᾿ ἡμερῶν τῶν κριτῶν οἳ ἔκρινον τὸν Ισραηλ καὶ πάσας τὰς ἡμέρας βασιλέων Ισραηλ καὶ βασιλέων Ιουδα
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)