G2813 — 44 wystąpień
G2813 · κλέπτω (kleptō) · to steal — κλέπτω ; [in LXX for גָּנַב ;] ; to steal : absol., Mat.6:19-20 19:18 , Mrk.10:19 , Luk.18:20 , Jhn.10:10 , Rom.2:21 13:9 , Eph.4:28 ; with accusative, Mat.27:64 28:13 .†; (AS) [STEPBible CC BY]
Rdz 7Wj 7Kpł 1Pwt 2Joz 12 Sm 22 Krl 12 Krn 1Tb 1Hi 1Prz 3Jr 2Dn 1Ab 1Mt 5Mk 1Łk 1J 1Rz 3Ef 2
-
Rdz 30,33
LXX · V.XMPNSN
καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἀρνάσιν κεκλεμμένον ἔσται παρ᾿ ἐμοί -
Rdz 31,19
LXX · V.AAI3S
Λαβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ ἔκλεψεν δὲ Ραχηλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς -
Rdz 31,30
LXX · V.AAI2S
νῦν οὖν πεπόρευσαι ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου ἵνα τί ἔκλεψας τοὺς θεούς μου -
Rdz 31,32
LXX · V.AAI3S
ἐπίγνωθι τί ἐστιν τῶν σῶν παρ᾿ ἐμοί καὶ λαβέ καὶ οὐκ ἐπέγνω παρ᾿ αὐτῷ οὐθέν καὶ εἶπεν αὐτῷ Ιακωβ παρ᾿ ᾧ ἐὰν εὕρῃς τοὺς θεούς σου οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν οὐκ ᾔδει δὲ Ιακωβ ὅτι Ραχηλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς -
Rdz 40,15
LXX · V.API1S
ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Εβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν ἀλλ᾿ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον -
Rdz 44,5
LXX · V.AAI2P
ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν οὐ τοῦτό ἐστιν ἐν ᾧ πίνει ὁ κύριός μου αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ πονηρὰ συντετέλεσθε ἃ πεποιήκατε -
Rdz 44,8
LXX · V.AAO1P
εἰ τὸ μὲν ἀργύριον ὃ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χανααν πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον -
Wj 20,14
LXX · V.FAI2S
οὐ κλέψεις -
Wj 21,17
LXX · V.AAS3S
ὃς ἐὰν κλέψῃ τίς τινα τῶν υἱῶν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται καὶ εὑρεθῇ ἐν αὐτῷ θανάτῳ τελευτάτω -
Wj 21,37
LXX · V.AAS3S
ἐὰν δέ τις κλέψῃ μόσχον ἢ πρόβατον καὶ σφάξῃ αὐτὸ ἢ ἀποδῶται πέντε μόσχους ἀποτείσει ἀντὶ τοῦ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου -
Wj 22,6
LXX · V.APS3S
ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου ἐὰν εὑρεθῇ ὁ κλέψας ἀποτείσει διπλοῦν -
Wj 22,6
LXX · V.AAPNSM
ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου ἐὰν εὑρεθῇ ὁ κλέψας ἀποτείσει διπλοῦν -
Wj 22,7
LXX · V.AAPNSM
ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας προσελεύσεται ὁ κύριος τῆς οἰκίας ἐνώπιον τοῦ θεοῦ καὶ ὀμεῖται ἦ μὴν μὴ αὐτὸς πεπονηρεῦσθαι ἐφ᾿ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον -
Wj 22,11
LXX · V.APS3S
ἐὰν δὲ κλαπῇ παρ᾿ αὐτοῦ ἀποτείσει τῷ κυρίῳ -
Kpł 19,11
LXX · V.FAI2P
οὐ κλέψετε οὐ ψεύσεσθε οὐ συκοφαντήσει ἕκαστος τὸν πλησίον -
Pwt 5,19
LXX · V.FAI2S
οὐ κλέψεις -
Pwt 24,7
LXX · V.PAPNSM
ἐὰν δὲ ἁλῷ ἄνθρωπος κλέπτων ψυχὴν τῶν ἀδελφῶν αὐτοῦ τῶν υἱῶν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν -
Joz 7,11
LXX · V.AAPNPM
ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην ἣν διεθέμην πρὸς αὐτούς καὶ κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν -
2 Sm 19,42
LXX · V.AAI3P
καὶ ἰδοὺ πᾶς ἀνὴρ Ισραηλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπον πρὸς τὸν βασιλέα τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ιουδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ιορδάνην καὶ πάντες ἄνδρες Δαυιδ μετ᾿ αὐτοῦ -
2 Sm 21,12
LXX · V.AAI3P
καὶ ἐπορεύθη Δαυιδ καὶ ἔλαβεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ιαβις Γαλααδ οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσαν ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν ἡμέρᾳ ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαουλ ἐν Γελβουε -
2 Krl 11,2
LXX · V.AAI3S
καὶ ἔλαβεν Ιωσαβεε θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου τὸν Ιωας υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ ἐν τῷ ταμιείῳ τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας καὶ οὐκ ἐθανατώθη -
2 Krn 22,11
LXX · V.AAI3S
καὶ ἔλαβεν Ιωσαβεθ ἡ θυγάτηρ τοῦ βασιλέως τὸν Ιωας υἱὸν Οχοζια καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμίειον τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν Ιωσαβεθ θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου γυνὴ Ιωδαε τοῦ ἱερέως καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας καὶ οὐκ ἀπέκτεινεν αὐτόν -
Tb 1,18
LXX · V.PAPNSM
καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ ὁ βασιλεύς ὅτε ἦλθεν φεύγων ἐκ τῆς Ιουδαίας ἔθαψα αὐτοὺς κλέπτων πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα καὶ οὐχ εὑρέθη -
Hi 17,3
LXX · V.AAI3P
ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι τίς ἐστιν οὗτος τῇ χειρί μου συνδεθήτω -
Prz 6,30
LXX · V.PAPNSM
οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν -
Prz 6,30
LXX · V.PAI3S
οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν -
Prz 30,9
LXX · V.FAI1S
ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω τίς με ὁρᾷ ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ -
Jr 7,9
LXX · V.PAI2P
καὶ φονεύετε καὶ μοιχᾶσθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ᾿ ἀδίκῳ καὶ ἐθυμιᾶτε τῇ Βααλ καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων ὧν οὐκ οἴδατε τοῦ κακῶς εἶναι ὑμῖν -
Jr 23,30
LXX · V.PAPAPM
διὰ τοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας λέγει κύριος ὁ θεός τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστος παρὰ τοῦ πλησίον αὐτοῦ -
Dn 13,12
LXX · V.IAI3P
καὶ ὡς ἐγίνετο ὄρθρος ἐρχόμενοι ἔκλεπτον ἀλλήλους σπεύδοντες τίς φανήσεται αὐτῇ πρότερος καὶ λαλήσει πρὸς αὐτήν -
Ab 1,5
LXX · V.AAI3P
εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτός ποῦ ἂν ἀπερρίφης οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα -
Mt 6,19
SBLGNT · 3PAI-P--
Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· -
Mt 6,20
SBLGNT · 3PAI-P--
θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· -
Mt 19,18
SBLGNT · 2FAI-S--
λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς εἶπεν· Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, -
Mt 27,64
SBLGNT · 3AAS-P--
κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. -
Mt 28,13
SBLGNT · 3AAI-P--
λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· -
Mk 10,19
SBLGNT · 2AAS-S--
τὰς ἐντολὰς οἶδας· Μὴ φονεύσῃς, Μὴ μοιχεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. -
Łk 18,20
SBLGNT · 2AAS-S--
τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. -
J 10,10
SBLGNT · 3AAS-S--
ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. -
Rz 2,21
SBLGNT · -PAN----
ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; -
Rz 2,21
SBLGNT · 2PAI-S--
ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; -
Rz 13,9
SBLGNT · 2FAI-S--
τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. -
Ef 4,28
SBLGNT · -PAPNSM-
ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. -
Ef 4,28
SBLGNT · 3PAD-S--
ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)