G2606 — 23 wystąpień
G2606 · καταγελάω (katagelaō) · to mock — κατα-γελάω , -ῶ ; [in LXX chiefly for שָׂחַק, Job.5:22 , Pro.29:9 , al. ;] ; to deride, laugh scornfully at : with genitive of person(s), Mat.9:24 , Mrk.5:40 , Luk.8:53 .†; (AS) [STEPBible CC BY]
Rdz 12 Krn 1Jdt 1Est 11 Mch 1Hi 8Ps 1Prz 3Syr 2Mi 1Mt 1Mk 1Łk 1
-
Rdz 38,23
LXX · V.APS1P
εἶπεν δὲ Ιουδας ἐχέτω αὐτά ἀλλὰ μήποτε καταγελασθῶμεν ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον σὺ δὲ οὐχ εὕρηκας -
2 Krn 30,10
LXX · V.PAPNPM
καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει Εφραιμ καὶ Μανασση καὶ ἕως Ζαβουλων καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμωκώμενοι -
Jdt 12,12
LXX · V.FMI3S
ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα καταγελάσεται ἡμῶν -
Est 4,17
LXX · V.AAD3P
καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Εσθηρ καὶ ἐδεήθη κυρίου μνημονεύων πάντα τὰ ἔργα κυρίου καὶ εἶπεν κύριε κύριε βασιλεῦ πάντων κρατῶν ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ισραηλ ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπ᾿ οὐρανὸν καὶ κύριος εἶ πάντων καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ κυρίῳ σὺ πάντα γινώσκεις σὺ οἶδας κύριε ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Αμαν ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ισραηλ ἀλλὰ ἐποίησα τοῦτο ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης θεοῦ καὶ οὐ προσκυνήσω οὐδένα πλὴν σοῦ τοῦ κυρίου μου καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ καὶ νῦν κύριε ὁ θεὸς ὁ βασιλεὺς ὁ θεὸς Αβρααμ φεῖσαι τοῦ λαοῦ σου ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου μὴ ὑπερίδῃς τὴν μερίδα σου ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα κύριε καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σοι καὶ πᾶς Ισραηλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτῶν ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν καὶ Εσθηρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κοπριῶν ἔπλησεν τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσεν σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς καὶ ἐδεῖτο κυρίου θεοῦ Ισραηλ καὶ εἶπεν κύριέ μου ὁ βασιλεὺς ἡμῶν σὺ εἶ μόνος βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ ὅτι κίνδυνός μου ἐν χειρί μου ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου ὅτι σύ κύριε ἔλαβες τὸν Ισραηλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν ἀνθ᾿ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν δίκαιος εἶ κύριε καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν ἀλλὰ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν ἐξᾶραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστήριόν σου καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα μὴ παραδῷς κύριε τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπ᾿ αὐτούς τὸν δὲ ἀρξάμενον ἐφ᾿ ἡμᾶς παραδειγμάτισον μνήσθητι κύριε γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν καὶ ἐμὲ θάρσυνον βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ ἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ κύριε πάντων γνῶσιν ἔχεις καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου σὺ οἶδας τὴν ἀνάγκην μου ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Αμαν καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως οὐδὲ ἔπιον οἶνον σπονδῶν καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ᾿ ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί κύριε ὁ θεὸς Αβρααμ ὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου -
1 Mch 7,34
LXX · V.AAI3S
καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηφάνως -
Hi 5,22
LXX · V.FMI2S
ἀδίκων καὶ ἀνόμων καταγελάσῃ ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς -
Hi 9,23
LXX · V.PMI3P
ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ ἀλλὰ δίκαιοι καταγελῶνται -
Hi 21,3
LXX · V.FAI2P
ἄρατέ με ἐγὼ δὲ λαλήσω εἶτ᾿ οὐ καταγελάσετέ μου -
Hi 30,1
LXX · V.AAI3P
νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει ὧν ἐξουδένουν πατέρας αὐτῶν οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων -
Hi 39,7
LXX · V.PAPNSM
καταγελῶν πολυοχλίας πόλεως μέμψιν δὲ φορολόγου οὐκ ἀκούων -
Hi 39,18
LXX · V.FAI3S
κατὰ καιρὸν ἐν ὕψει ὑψώσει καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ -
Hi 39,22
LXX · V.PAI3S
συναντῶν βέλει καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου -
Hi 41,21
LXX · V.PAI3S
ὡς καλάμη ἐλογίσθησαν σφῦραι καταγελᾷ δὲ σεισμοῦ πυρφόρου -
Ps 25,2
LXX · V.AAD3P
ἐπὶ σοὶ πέποιθα μὴ καταισχυνθείην μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου -
Prz 17,5
LXX · V.PAPNSM
ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται -
Prz 30,17
LXX · V.PAPASM
ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν -
Prz 36,9
LXX · V.PMI3S
ἀνὴρ σοφὸς κρίνει ἔθνη ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει -
Syr 7,11
LXX · V.PAD2S
μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν -
Syr 20,17
LXX · V.FMI3P
οἱ ἔσθοντες τὸν ἄρτον αὐτοῦ φαῦλοι γλώσσῃ ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ -
Mi 3,7
LXX · V.FPI3P
καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια καὶ καταγελασθήσονται οἱ μάντεις καὶ καταλαλήσουσιν κατ᾿ αὐτῶν πάντες αὐτοί διότι οὐκ ἔσται ὁ εἰσακούων αὐτῶν -
Mt 9,24
SBLGNT · 3IAI-P--
ἔλεγεν· Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει· καὶ κατεγέλων αὐτοῦ. -
Mk 5,40
SBLGNT · 3IAI-P--
καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον· -
Łk 8,53
SBLGNT · 3IAI-P--
καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)