G2598 — 45 wystąpień
G2598 · καταβάλλω (kataballō) · to lay/throw down — κατα-βάλλω ; [in LXX chiefly for נָפַל hi. ;] ; __1. to cast down, prostrate : metaphorically, pass., 2Co.4:9. ; __2. to put down, lay down : metaphorically, mid., with accusative, θεμέλιον, Heb.6:1. †; (AS) [STEPBible CC BY]
2 Sm 12 Krl 42 Krn 1Jdt 11 Mch 12 Mch 4Hi 3Ps 5Prz 3Syr 5Iz 2Jr 1Ba 1Ez 112 Kor 1Hbr 1
-
2 Sm 20,15
LXX · V.FAN
καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ᾿ αὐτὸν τὴν Αβελ καὶ τὴν Βαιθμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τῷ προτειχίσματι καὶ πᾶς ὁ λαὸς ὁ μετὰ Ιωαβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος -
2 Krl 3,19
LXX · V.FAI2P
καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις -
2 Krl 3,25
LXX · V.AAI3P
καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν -
2 Krl 6,5
LXX · V.PAPNSM
καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ καὶ ἐβόησεν ὦ κύριε καὶ αὐτὸ κεχρημένον -
2 Krl 19,7
LXX · V.FAI1S
ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ -
2 Krn 32,21
LXX · V.AAI3P
καὶ ἀπέστειλεν κύριος ἄγγελον καὶ ἐξέτριψεν πᾶν δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ασσουρ καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ καὶ ἦλθεν εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ῥομφαίᾳ -
Jdt 9,8
LXX · V.AAN
κύριος ὄνομά σοι σὺ ῥάξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ θυμῷ σου ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου μιᾶναι τὸ σκήνωμα τῆς καταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου καταβαλεῖν σιδήρῳ κέρας θυσιαστηρίου σου -
1 Mch 4,33
LXX · V.AAD2S
κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις -
2 Mch 2,13
LXX · V.PMPNSM
ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραφαῖς καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμιαν τὰ αὐτὰ καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην ἐπισυνήγαγεν τὰ περὶ τῶν βασιλέων βιβλία καὶ προφητῶν καὶ τὰ τοῦ Δαυιδ καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθεμάτων -
2 Mch 4,42
LXX · V.AAI3P
δι᾿ ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν τινὰς δὲ καὶ κατέβαλον πάντας δὲ εἰς φυγὴν συνήλασαν αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο -
2 Mch 5,6
LXX · V.PMN
ὁ δὲ Ἰάσων ἐποιεῖτο σφαγὰς τῶν πολιτῶν τῶν ἰδίων ἀφειδῶς οὐ συννοῶν τὴν εἰς τοὺς συγγενεῖς εὐημερίαν δυσημερίαν εἶναι τὴν μεγίστην δοκῶν δὲ πολεμίων καὶ οὐχ ὁμοεθνῶν τρόπαια καταβάλλεσθαι -
2 Mch 8,18
LXX · V.FAN
οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις ἔφησεν ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι θεῷ δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφ᾿ ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἑνὶ νεύματι καταβαλεῖν πεποίθαμεν -
Hi 12,14
LXX · V.AAS3S
ἐὰν καταβάλῃ τίς οἰκοδομήσει ἐὰν κλείσῃ κατὰ ἀνθρώπων τίς ἀνοίξει -
Hi 16,9
LXX · V.AAI3S
ὀργῇ χρησάμενος κατέβαλέν με ἔβρυξεν ἐπ᾿ ἐμὲ τοὺς ὀδόντας βέλη πειρατῶν αὐτοῦ ἐπ᾿ ἐμοὶ ἔπεσεν -
Hi 16,14
LXX · V.AAI3P
κατέβαλόν με πτῶμα ἐπὶ πτώματι ἔδραμον πρός με δυνάμενοι -
Ps 37,14
LXX · V.AAN
ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ -
Ps 73,18
LXX · V.AAI2S
πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι -
Ps 106,26
LXX · V.FAN
καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ αὐτοῖς τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ -
Ps 106,27
LXX · V.FAN
καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσιν καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις -
Ps 140,11
LXX · V.FAI2S
πεσοῦνται ἐπ᾿ αὐτοὺς ἄνθρακες ἐν πυρὶ καταβαλεῖς αὐτούς ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν -
Prz 7,26
LXX · V.XAI3S
πολλοὺς γὰρ τρώσασα καταβέβληκεν καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν -
Prz 18,8
LXX · V.PAI3S
ὀκνηροὺς καταβάλλει φόβος ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν -
Prz 32,28
LXX · V.XPPNSF
ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει -
Syr 1,30
LXX · V.FAI3S
μὴ ἐξύψου σεαυτόν ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε ὅτι οὐ προσῆλθες φόβῳ κυρίου καὶ ἡ καρδία σου πλήρης δόλου -
Syr 7,7
LXX · V.AAS2S
μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ -
Syr 8,16
LXX · V.FAI3S
μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ᾿ αὐτοῦ τὴν ἔρημον ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλεῖ σε -
Syr 14,18
LXX · V.PAI3S
ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος τὰ μὲν καταβάλλει ἄλλα δὲ φύει οὕτως γενεὰ σαρκὸς καὶ αἵματος ἡ μὲν τελευτᾷ ἑτέρα δὲ γεννᾶται -
Syr 47,4
LXX · V.AAN
ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινεν γίγαντα καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιαθ -
Iz 16,9
LXX · V.AAI3S
διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ιαζηρ ἄμπελον Σεβαμα τὰ δένδρα σου κατέβαλεν Εσεβων καὶ Ελεαλη ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω καὶ πάντα πεσοῦνται -
Iz 26,5
LXX · V.FAI2S
ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους -
Jr 19,7
LXX · V.FAI1S
καὶ σφάξω τὴν βουλὴν Ιουδα καὶ τὴν βουλὴν Ιερουσαλημ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ ἐν χερσὶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς -
Ba 2,19
LXX · V.PAI1P
ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου κύριε ὁ θεὸς ἡμῶν -
Ez 6,4
LXX · V.FAI1S
καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμῶν καὶ τὰ τεμένη ὑμῶν καὶ καταβαλῶ τραυματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν -
Ez 23,25
LXX · V.FAI3P
καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί καὶ ποιήσουσιν μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσιν καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται -
Ez 26,4
LXX · V.FAI3P
καὶ καταβαλοῦσιν τὰ τείχη Σορ καὶ καταβαλοῦσι τοὺς πύργους σου καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ᾿ αὐτῆς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν -
Ez 26,4
LXX · V.FAI3P
καὶ καταβαλοῦσιν τὰ τείχη Σορ καὶ καταβαλοῦσι τοὺς πύργους σου καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ᾿ αὐτῆς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν -
Ez 26,9
LXX · V.FAI3S
τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ -
Ez 26,12
LXX · V.FAI3S
καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλεῖ σου τὰ τείχη καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης ἐμβαλεῖ -
Ez 29,5
LXX · V.FAI1S
καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα -
Ez 30,22
LXX · V.FAI1S
διὰ τοῦτο τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ -
Ez 31,12
LXX · V.AAI3P
καὶ ἐξωλέθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων ἐν πάσαις ταῖς φάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτοῦ καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτῶν πάντες οἱ λαοὶ τῶν ἐθνῶν καὶ ἠδάφισαν αὐτόν -
Ez 32,12
LXX · V.FAI1S
ἐν μαχαίραις γιγάντων καὶ καταβαλῶ τὴν ἰσχύν σου λοιμοὶ ἀπὸ ἐθνῶν πάντες καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς -
Ez 39,3
LXX · V.FAI1S
καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς καὶ καταβαλῶ σε -
2 Kor 4,9
SBLGNT · -PPPNPM-
διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι, -
Hbr 6,1
SBLGNT · -PMPNPM-
Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν,
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)