G2578 — 16 wystąpień
G2578 · κάμπτω (kamptō) · to bend/bow — κάμπτω ; [in LXX chiefly for כָּרַע, 4Ki.1:13 , 2Ch.29:29 , Isa.45:24 (23), al. ;] ; to bend, bow : with accusative of thing(s), γόνυ, τὰ γ.; with dative of person(s), τῇ Βάαλ, Rom.11:4 (LXX); πρὸς τ. πατέρα, Eph.3:14; by meton., πᾶν γόνυ for… [STEPBible CC BY]
2 Sm 12 Krl 21 Krn 12 Krn 1Hi 1Syr 4Iz 2Rz 2Ef 1Flp 1
-
2 Sm 22,40
LXX · V.FAI2S
καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου -
2 Krl 1,13
LXX · V.AAI3S
καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτὸν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ηλιου καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου -
2 Krl 9,24
LXX · V.AAI3S
καὶ ἔπλησεν Ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ καὶ ἐξῆλθεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ -
1 Krn 29,20
LXX · V.AAPNPM
καὶ εἶπεν Δαυιδ πάσῃ τῇ ἐκκλησίᾳ εὐλογήσατε κύριον τὸν θεὸν ὑμῶν καὶ εὐλόγησεν πᾶσα ἡ ἐκκλησία κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ κυρίῳ καὶ τῷ βασιλεῖ -
2 Krn 29,29
LXX · V.AAI3S
καὶ ὡς συνετέλεσαν ἀναφέροντες ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες καὶ προσεκύνησαν -
Hi 9,13
LXX · V.API3P
αὐτὸς γὰρ ἀπέστραπται ὀργήν ὑπ᾿ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ᾿ οὐρανόν -
Syr 7,23
LXX · V.AAD2S
τέκνα σοί ἐστιν παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν -
Syr 33,27
LXX · V.FAI3S
ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσιν καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι -
Syr 38,18
LXX · V.FAI3S
ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος καὶ λύπη καρδίας κάμψει ἰσχύν -
Syr 38,30
LXX · V.FAI3S
ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρῖσμα καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον -
Iz 45,23
LXX · V.FAI3S
κατ᾿ ἐμαυτοῦ ὀμνύω ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη οἱ λόγοι μου οὐκ ἀποστραφήσονται ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ -
Iz 58,5
LXX · V.AAS2S
οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ οὐδ᾿ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ οὐδ᾿ οὕτως καλέσετε νηστείαν δεκτήν -
Rz 11,4
SBLGNT · 3AAI-P--
ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. -
Rz 14,11
SBLGNT · 3FAI-S--
γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ. -
Ef 3,14
SBLGNT · 1PAI-S--
Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, -
Flp 2,10
SBLGNT · 3AAS-S--
ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)