G2487 — 32 wystąpień
G2487 · ἴχνος (ichnos) · track — ἴχνος , -εος (-ους), τό ; [in LXX for כַּף, etc. ;] ; a track, footstep : metaphorically (as frequently in cl.), στοιχεῖν τοῖς ἴ., Rom.4:12; περιπατεῖν τοῖς ἴ., 2Co.12:18; ἐπακολουθεῖν τοῖς ἴ., 1Pe.2:21 (cf. MM, Exp. , xv).†; (AS) [STEPBible CC BY]
Rdz 2Pwt 3Joz 11 Sm 12 Sm 11 Krl 22 Krl 2Jdt 1Hi 3Ps 2Mdr 2Syr 5Ez 2Dn 2Rz 12 Kor 11 P 1
-
Rdz 42,9
LXX · N.APN
καὶ ἐμνήσθη Ιωσηφ τῶν ἐνυπνίων ὧν εἶδεν αὐτός καὶ εἶπεν αὐτοῖς κατάσκοποί ἐστε κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε -
Rdz 42,12
LXX · N.APN
εἶπεν δὲ αὐτοῖς οὐχί ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθατε ἰδεῖν -
Pwt 11,24
LXX · N.NSN
πάντα τὸν τόπον οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν ὑμῖν ἔσται ἀπὸ τῆς ἐρήμου καὶ Ἀντιλιβάνου καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου καὶ ἕως τῆς θαλάσσης τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου -
Pwt 28,35
LXX · N.GSN
πατάξαι σε κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας ὥστε μὴ δύνασθαί σε ἰαθῆναι ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου -
Pwt 28,65
LXX · N.DSN
ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε οὐδ᾿ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου καὶ δώσει σοι κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν -
Joz 1,3
LXX · N.DSN
πᾶς ὁ τόπος ἐφ᾿ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν ὑμῖν δώσω αὐτόν ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ -
1 Sm 5,4
LXX · N.APN
καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης κυρίου καὶ ἡ κεφαλὴ Δαγων καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τὰ ἐμπρόσθια αμαφεθ ἕκαστον καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον πλὴν ἡ ῥάχις Δαγων ὑπελείφθη -
2 Sm 14,25
LXX · N.GSN
καὶ ὡς Αβεσσαλωμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ισραηλ αἰνετὸς σφόδρα ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος -
1 Krl 5,17
LXX · N.APN
σὺ οἶδας Δαυιδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ -
1 Krl 18,44
LXX · N.ASN
καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ καὶ εἶπεν ἀνάβηθι καὶ εἰπὸν τῷ Αχααβ ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι μὴ καταλάβῃ σε ὁ ὑετός -
2 Krl 9,35
LXX · N.APN
καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν -
2 Krl 19,24
LXX · N.DSN
ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς -
Jdt 6,4
LXX · N.NSN
κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς καὶ τὰ ὄρη αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι αὐτῶν καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται τῶν νεκρῶν αὐτῶν καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται λέγει ὁ βασιλεὺς Ναβουχοδονοσορ ὁ κύριος πάσης τῆς γῆς εἶπεν γάρ οὐ ματαιωθήσεται τὰ ῥήματα τῶν λόγων αὐτοῦ -
Hi 9,26
LXX · N.NSN
ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν -
Hi 11,7
LXX · N.ASN
ἦ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ -
Hi 38,16
LXX · N.DPN
ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας -
Ps 18,37
LXX · N.NPN
ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου -
Ps 77,20
LXX · N.NPN
ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται -
Mdr 2,4
LXX · N.NPN
καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνῳ καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης καὶ ὡς ὁμίχλη διασκεδασθήσεται διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα -
Mdr 5,10
LXX · N.ASN
ὡς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν -
Syr 13,26
LXX · N.NSN
ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπων -
Syr 21,6
LXX · N.DSN
μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ -
Syr 37,17
LXX · N.NSN
ἴχνος ἀλλοιώσεως καρδίας τέσσαρα μέρη ἀνατέλλει -
Syr 42,19
LXX · N.APN
ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων -
Syr 50,29
LXX · N.NSN
ἐὰν γὰρ αὐτὰ ποιήσῃ πρὸς πάντα ἰσχύσει ὅτι φῶς κυρίου τὸ ἴχνος αὐτοῦ -
Ez 32,13
LXX · N.NSN
καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀφ᾿ ὕδατος πολλοῦ καὶ οὐ μὴ ταράξῃ αὐτὸ ἔτι ποὺς ἀνθρώπου καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό -
Ez 43,7
LXX · N.GSN
καὶ εἶπεν πρός με ἑώρακας υἱὲ ἀνθρώπου τὸν τόπον τοῦ θρόνου μου καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου ἐν οἷς κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ισραηλ τὸν αἰῶνα καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἶκος Ισραηλ τὸ ὄνομα τὸ ἅγιόν μου αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν ἐν τῇ πορνείᾳ αὐτῶν καὶ ἐν τοῖς φόνοις τῶν ἡγουμένων ἐν μέσῳ αὐτῶν -
Dn 10,10
LXX · N.APN
καὶ ἰδοὺ χεῖρα προσήγαγέ μοι καὶ ἤγειρέ με ἐπὶ τῶν γονάτων ἐπὶ τὰ ἴχνη τῶν ποδῶν μου -
Dn 14,19
LXX · N.NPN
καὶ ἐγέλασε Δανιηλ σφόδρα καὶ εἶπεν τῷ βασιλεῖ δεῦρο ἰδὲ τὸν δόλον τῶν ἱερέων καὶ εἶπεν Δανιηλ βασιλεῦ ταῦτα τὰ ἴχνη τίνος ἐστί -
Rz 4,12
SBLGNT · ----DPN-
καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. -
2 Kor 12,18
SBLGNT · ----DPN-
παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν; -
1 P 2,21
SBLGNT · ----DPN-
εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)