G2446 — 221 wystąpień
G2446 · Ἰορδάνης (Iordanēs) · Jordan — Ἰορδάνης , -ου, ὁ (Heb. יַרְדֵּן), ; the Jordan : Mat.3:5 , Mrk.1:5 , al ; (AS) [STEPBible CC BY]
Rdz 5Lb 21Pwt 31Joz 73Sdz 131 Sm 22 Sm 161 Krl 52 Krl 111 Krn 62 Krn 1Jdt 21 Mch 8Hi 1Ps 3Syr 1Iz 2Jr 3Ez 1Za 1Mt 6Mk 4Łk 2J 3
-
Rdz 13,10
LXX · N.GSM
καὶ ἐπάρας Λωτ τοὺς ὀφθαλμοὺς αὐτοῦ εἶδεν πᾶσαν τὴν περίχωρον τοῦ Ιορδάνου ὅτι πᾶσα ἦν ποτιζομένη πρὸ τοῦ καταστρέψαι τὸν θεὸν Σοδομα καὶ Γομορρα ὡς ὁ παράδεισος τοῦ θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου ἕως ἐλθεῖν εἰς Ζογορα -
Rdz 13,11
LXX · N.GSM
καὶ ἐξελέξατο ἑαυτῷ Λωτ πᾶσαν τὴν περίχωρον τοῦ Ιορδάνου καὶ ἀπῆρεν Λωτ ἀπὸ ἀνατολῶν καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ -
Rdz 32,11
LXX · N.ASM
ἱκανοῦταί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας ἧς ἐποίησας τῷ παιδί σου ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ιορδάνην τοῦτον νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς -
Rdz 50,10
LXX · N.GSM
καὶ παρεγένοντο ἐφ᾿ ἅλωνα Αταδ ὅ ἐστιν πέραν τοῦ Ιορδάνου καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα καὶ ἐποίησεν τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας -
Rdz 50,11
LXX · N.GSM
καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χανααν τὸ πένθος ἐν ἅλωνι Αταδ καὶ εἶπαν πένθος μέγα τοῦτό ἐστιν τοῖς Αἰγυπτίοις διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Πένθος Αἰγύπτου ὅ ἐστιν πέραν τοῦ Ιορδάνου -
Lb 13,29
LXX · N.ASM
καὶ Αμαληκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ὁ Χετταῖος καὶ ὁ Ευαῖος καὶ ὁ Ιεβουσαῖος καὶ ὁ Αμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ιορδάνην ποταμόν -
Lb 22,1
LXX · N.ASM
καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω -
Lb 26,3
LXX · N.GSM
καὶ ἐλάλησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγων -
Lb 26,63
LXX · N.GSM
καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ελεαζαρ τοῦ ἱερέως οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω -
Lb 31,12
LXX · N.GSM
καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς Ισραηλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Αραβωθ Μωαβ ἥ ἐστιν ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω -
Lb 32,5
LXX · N.ASM
καὶ ἔλεγον εἰ εὕρομεν χάριν ἐνώπιόν σου δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ιορδάνην -
Lb 32,19
LXX · N.GSM
καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ ἐπέκεινα ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν ἀνατολαῖς -
Lb 32,19
LXX · N.GSM
καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ ἐπέκεινα ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν ἀνατολαῖς -
Lb 32,21
LXX · N.ASM
καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ιορδάνην ἔναντι κυρίου ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ -
Lb 32,29
LXX · N.ASM
καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ μεθ᾿ ὑμῶν τὸν Ιορδάνην πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλααδ ἐν κατασχέσει -
Lb 32,32
LXX · N.GSM
ἡμεῖς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι κυρίου εἰς γῆν Χανααν καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ιορδάνου -
Lb 33,48
LXX · N.GSM
καὶ ἀπῆραν ἀπὸ ὀρέων Αβαριμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω -
Lb 33,49
LXX · N.ASM
καὶ παρενέβαλον παρὰ τὸν Ιορδάνην ἀνὰ μέσον Αισιμωθ ἕως Βελσαττιμ κατὰ δυσμὰς Μωαβ -
Lb 33,50
LXX · N.ASM
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων -
Lb 33,51
LXX · N.ASM
λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν -
Lb 34,12
LXX · N.ASM
καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ -
Lb 34,15
LXX · N.GSM
δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ᾿ ἀνατολάς -
Lb 35,1
LXX · N.ASM
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων -
Lb 35,10
LXX · N.ASM
λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν -
Lb 35,14
LXX · N.GSM
τὰς τρεῖς πόλεις δώσετε ἐν τῷ πέραν τοῦ Ιορδάνου καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν γῇ Χανααν -
Lb 36,13
LXX · N.GSM
αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω -
Pwt 1,1
LXX · N.GSM
οὗτοι οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ισραηλ πέραν τοῦ Ιορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ μέσον Φαραν Τοφολ καὶ Λοβον καὶ Αυλων καὶ καταχρύσεα -
Pwt 1,5
LXX · N.GSM
ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν γῇ Μωαβ ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων -
Pwt 2,29
LXX · N.ASM
καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ησαυ οἱ κατοικοῦντες ἐν Σηιρ καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν Αροηρ ἕως παρέλθω τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν -
Pwt 3,8
LXX · N.GSM
καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου ἀπὸ τοῦ χειμάρρου Αρνων καὶ ἕως Αερμων -
Pwt 3,17
LXX · N.NSM
καὶ ἡ Αραβα καὶ ὁ Ιορδάνης ὅριον Μαχαναρεθ καὶ ἕως θαλάσσης Αραβα θαλάσσης ἁλυκῆς ὑπὸ Ασηδωθ τὴν Φασγα ἀνατολῶν -
Pwt 3,20
LXX · N.NSM
ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ιορδάνου καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ ἣν ἔδωκα ὑμῖν -
Pwt 3,25
LXX · N.GSM
διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Ιορδάνου τὸ ὄρος τοῦτο τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον -
Pwt 3,27
LXX · N.GSM
ἀνάβηθι ἐπὶ κορυφὴν Λελαξευμένου καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς κατὰ θάλασσαν καὶ βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου ὅτι οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον -
Pwt 4,21
LXX · N.ASM
καὶ κύριος ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ᾿ ὑμῶν καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ιορδάνην τοῦτον καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς δίδωσίν σοι ἐν κλήρῳ -
Pwt 4,22
LXX · N.ASM
ἐγὼ γὰρ ἀποθνῄσκω ἐν τῇ γῇ ταύτῃ καὶ οὐ διαβαίνω τὸν Ιορδάνην τοῦτον ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην -
Pwt 4,26
LXX · N.ASM
διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπ᾿ αὐτῆς ἀλλ᾿ ἢ ἐκτριβῇ ἐκτριβήσεσθε -
Pwt 4,41
LXX · N.GSM
τότε ἀφώρισεν Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ιορδάνου ἀπὸ ἀνατολῶν ἡλίου -
Pwt 4,46
LXX · N.GSM
ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν φάραγγι ἐγγὺς οἴκου Φογωρ ἐν γῇ Σηων βασιλέως τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων οὓς ἐπάταξεν Μωυσῆς καὶ οἱ υἱοὶ Ισραηλ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου -
Pwt 4,47
LXX · N.GSM
καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Ωγ βασιλέως τῆς Βασαν δύο βασιλέων τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου κατ᾿ ἀνατολὰς ἡλίου -
Pwt 4,49
LXX · N.GSM
πᾶσαν τὴν Αραβα πέραν τοῦ Ιορδάνου κατ᾿ ἀνατολὰς ἡλίου ὑπὸ Ασηδωθ τὴν λαξευτήν -
Pwt 9,1
LXX · N.ASM
ἄκουε Ισραηλ σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ -
Pwt 11,8
LXX · N.ASM
καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν -
Pwt 11,30
LXX · N.GSM
οὐκ ἰδοὺ ταῦτα πέραν τοῦ Ιορδάνου ὀπίσω ὁδὸν δυσμῶν ἡλίου ἐν γῇ Χανααν τὸ κατοικοῦν ἐπὶ δυσμῶν ἐχόμενον τοῦ Γολγολ πλησίον τῆς δρυὸς τῆς ὑψηλῆς -
Pwt 11,31
LXX · N.ASM
ὑμεῖς γὰρ διαβαίνετε τὸν Ιορδάνην εἰσελθόντες κληρονομῆσαι τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας καὶ κληρονομήσετε αὐτὴν καὶ κατοικήσετε ἐν αὐτῇ -
Pwt 12,10
LXX · N.ASM
καὶ διαβήσεσθε τὸν Ιορδάνην καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεὸς ὑμῶν κατακληρονομεῖ ὑμῖν καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ καὶ κατοικήσετε μετὰ ἀσφαλείας -
Pwt 27,2
LXX · N.ASM
καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ -
Pwt 27,3
LXX · N.ASM
καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου ὡς ἂν διαβῆτε τὸν Ιορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι γῆν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων σού σοι -
Pwt 27,4
LXX · N.ASM
καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ -
Pwt 27,12
LXX · N.ASM
οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην Συμεων Λευι Ιουδας Ισσαχαρ Ιωσηφ καὶ Βενιαμιν
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)