G2411 — 35 wystąpień
G2411 · ἱερόν (hieros) · temple — ἱερός , -ά, όν ; [in LXX: Eze.28:18 (מִקְדָּשׁ); τό ἱ, 1Ch.29:4 (בַּיִת), Eze.45:19 (עֲזָרָה); very frequently in I Est.1:1-58 -4 Mac ;] ; __1. in Hom., marvellous, mighty, divine. ; __2. (Also in Hom, and later cl.) consecrated to the deity, sacred … [STEPBible CC BY]
1 Mch 72 Mch 26Ez 1Dn 1
-
1 Mch 6,2
LXX · N.NSN
καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ θώρακες καὶ ὅπλα ἃ κατέλιπεν ἐκεῖ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ὁ βασιλεὺς ὁ Μακεδών ὃς ἐβασίλευσεν πρῶτος ἐν τοῖς Ἕλλησι -
1 Mch 10,43
LXX · N.ASN
καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ιεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ ὀφείλων βασιλικὰ καὶ πᾶν πρᾶγμα ἀπολελύσθωσαν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου -
1 Mch 10,84
LXX · N.ASN
καὶ ἐνεπύρισεν Ιωναθαν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγων καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισεν πυρί -
1 Mch 11,4
LXX · N.ASN
ὡς δὲ ἤγγισαν Αζώτου ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγων ἐμπεπυρισμένον καὶ Ἄζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ ἐποίησαν γὰρ θιμωνιὰς αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ -
1 Mch 13,52
LXX · N.GSN
καὶ ἔστησεν κατ᾿ ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετὰ εὐφροσύνης καὶ προσωχύρωσεν τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρ᾿ αὐτοῦ -
1 Mch 15,9
LXX · N.ASN
ὡς δ᾿ ἂν κρατήσωμεν τῆς βασιλείας ἡμῶν δοξάσομέν σε καὶ τὸ ἔθνος σου καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ -
1 Mch 16,20
LXX · N.GSN
καὶ ἑτέρους ἀπέστειλεν καταλαβέσθαι τὴν Ιερουσαλημ καὶ τὸ ὄρος τοῦ ἱεροῦ -
2 Mch 1,13
LXX · N.DSN
εἰς τὴν Περσίδα γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων -
2 Mch 1,15
LXX · N.ASN
καὶ προθέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προσελθόντος μετ᾿ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους συγκλείσαντες τὸ ἱερόν ὡς εἰσῆλθεν Ἀντίοχος -
2 Mch 1,18
LXX · N.GSN
μέλλοντες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκεν θυσίας -
2 Mch 1,18
LXX · N.ASN
μέλλοντες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκεν θυσίας -
2 Mch 1,34
LXX · N.ASN
περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα -
2 Mch 2,9
LXX · N.GSN
διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ -
2 Mch 2,19
LXX · N.GSN
τὰ δὲ κατὰ τὸν Ιουδαν τὸν Μακκαβαῖον καὶ τοὺς τούτου ἀδελφοὺς καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγίστου καθαρισμὸν καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμὸν -
2 Mch 2,22
LXX · N.ASN
καὶ τὸ περιβόητον καθ᾿ ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασθαι καὶ τὴν πόλιν ἐλευθερῶσαι καὶ τοὺς μέλλοντας καταλύεσθαι νόμους ἐπανορθῶσαι τοῦ κυρίου μετὰ πάσης ἐπιεικείας ἵλεω γενομένου αὐτοῖς -
2 Mch 3,2
LXX · N.ASN
συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾶν τὸν τόπον καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν -
2 Mch 3,4
LXX · N.GSN
Σιμων δέ τις ἐκ τῆς Βενιαμιν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας -
2 Mch 3,12
LXX · N.GSN
ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι -
2 Mch 3,30
LXX · N.ASN
οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιφανέντος κυρίου χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο -
2 Mch 4,32
LXX · N.GSN
νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυῆ χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσφισάμενος ἐχαρίσατο τῷ Ἀνδρονίκῳ καὶ ἕτερα ἐτύγχανεν πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις -
2 Mch 5,15
LXX · N.ASN
οὐκ ἀρκεσθεὶς δὲ τούτοις κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελθεῖν ὁδηγὸν ἔχων τὸν Μενέλαον τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα -
2 Mch 5,21
LXX · N.GSN
ὁ γοῦν Ἀντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα θᾶττον εἰς τὴν Ἀντιόχειαν ἐχωρίσθη οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μὲν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι διὰ τὸν μετεωρισμὸν τῆς καρδίας -
2 Mch 6,4
LXX · N.NSN
τὸ μὲν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμων ὑπὸ τῶν ἐθνῶν ἐπεπληροῦτο ῥᾳθυμούντων μεθ᾿ ἑταιρῶν καὶ ἐν τοῖς ἱεροῖς περιβόλοις γυναιξὶ πλησιαζόντων ἔτι δὲ τὰ μὴ καθήκοντα ἔνδον εἰσφερόντων -
2 Mch 10,1
LXX · N.ASN
Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ τοῦ κυρίου προάγοντος αὐτοὺς τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν -
2 Mch 11,3
LXX · N.ASN
τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν -
2 Mch 11,25
LXX · N.ASN
αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι κρίνομεν τό τε ἱερὸν ἀποκατασταθῆναι αὐτοῖς καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη -
2 Mch 13,10
LXX · N.GSN
μεταλαβὼν δὲ Ιουδας ταῦτα παρήγγειλεν τῷ πλήθει δι᾿ ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσθαι τὸν κύριον εἴ ποτε καὶ ἄλλοτε καὶ νῦν ἐπιβοηθεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλλουσιν -
2 Mch 13,14
LXX · N.GSN
δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων ἱεροῦ πόλεως πατρίδος πολιτείας περὶ δὲ Μωδεϊν ἐποιήσατο τὴν στρατοπεδείαν -
2 Mch 14,4
LXX · N.GSN
ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν -
2 Mch 14,13
LXX · N.GSN
δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ -
2 Mch 14,31
LXX · N.ASN
συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα -
2 Mch 14,33
LXX · N.ASN
προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταῦτ᾿ ὤμοσεν ἐὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδῶτε τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω -
2 Mch 15,17
LXX · N.ASN
παρακληθέντες δὲ τοῖς Ιουδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ᾿ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι διέγνωσαν μὴ στρατεύεσθαι γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν -
Ez 28,18
LXX · N.APN
διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσας τὰ ἱερά σου καὶ ἐξάξω πῦρ ἐκ μέσου σου τοῦτο καταφάγεταί σε καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε -
Dn 14,8
LXX · N.GSN
καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βηλ εἰ δὲ μή γε ἀποθανεῖσθε ἢ Δανιηλ ὁ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπ᾿ αὐτοῦ οἱ δὲ εἶπαν αὐτὸς ὁ Βηλ ἐστὶν ὁ κατεσθίων αὐτά
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)