G240 — 136 wystąpień
G240 · ἀλλήλων (allēlōn) · one another — ἀλλήλων (genitive pl.), dative -οις, -αις, accusative -ους, -ας, -α (no nom.), recipr. pron. ; (ἄλλος), ; of one another, mutually : Mat.25:32 , Mrk.4:41 , Jhn.13:22 , al. ; (AS) [STEPBible CC BY]
Rdz 2Wj 82 Krn 2Tb 11 Mch 42 Mch 2Hi 2Prz 2Mdr 1Iz 1Ez 2Dn 8Am 1Mt 3Mk 5Łk 11J 15Dz 8Rz 141 Kor 42 Kor 1Ga 7Ef 4Flp 1Kol 21 Tes 52 Tes 1Tt 1Hbr 1Jk 41 P 41 J 62 J 1Ap 2
-
Rdz 15,10
LXX · RD.DPM
ἔλαβεν δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις τὰ δὲ ὄρνεα οὐ διεῖλεν -
Rdz 42,28
LXX · RD.APM
καὶ εἶπεν τοῖς ἀδελφοῖς αὐτοῦ ἀπεδόθη μοι τὸ ἀργύριον καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου καὶ ἐξέστη ἡ καρδία αὐτῶν καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες τί τοῦτο ἐποίησεν ὁ θεὸς ἡμῖν -
Wj 4,27
LXX · RD.APM
εἶπεν δὲ κύριος πρὸς Ααρων πορεύθητι εἰς συνάντησιν Μωυσεῖ εἰς τὴν ἔρημον καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ θεοῦ καὶ κατεφίλησαν ἀλλήλους -
Wj 14,20
LXX · RD.DPM
καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς Ισραηλ καὶ ἔστη καὶ ἐγένετο σκότος καὶ γνόφος καὶ διῆλθεν ἡ νύξ καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα -
Wj 18,7
LXX · RD.APM
ἐξῆλθεν δὲ Μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ ἐφίλησεν αὐτόν καὶ ἠσπάσαντο ἀλλήλους καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν σκηνήν -
Wj 25,20
LXX · RD.APN
ἔσονται οἱ χερουβιμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν συσκιάζοντες ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν χερουβιμ -
Wj 26,3
LXX · RD.GPM
πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τῆς ἑτέρας καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμεναι ἑτέρα τῇ ἑτέρᾳ -
Wj 26,5
LXX · RD.DPF
πεντήκοντα ἀγκύλας ποιήσεις τῇ αὐλαίᾳ τῇ μιᾷ καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ τοῦ μέρους τῆς αὐλαίας κατὰ τὴν συμβολὴν τῆς δευτέρας ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην -
Wj 36,12
LXX · RD.APN
ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθ᾿ ἑαυτὸ ἐξ αὐτοῦ ἐποίησαν κατὰ τὴν αὐτοῦ ποίησιν ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ -
Wj 38,15
LXX · RD.DPM
ἐκ τῶν καλαμίσκων αὐτῆς οἱ βλαστοὶ ἐξέχοντες τρεῖς ἐκ τούτου καὶ τρεῖς ἐκ τούτου ἐξισούμενοι ἀλλήλοις -
2 Krn 20,23
LXX · RD.APM
καὶ ἀνέστησαν οἱ υἱοὶ Αμμων καὶ Μωαβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηιρ ἐξολεθρεῦσαι καὶ ἐκτρῖψαι καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηιρ ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολεθρευθῆναι -
2 Krn 25,21
LXX · RD.DPM
καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς ἥ ἐστιν τοῦ Ιουδα -
Tb 5,10
LXX · RD.APM
καὶ ἐκάλεσεν αὐτόν καὶ εἰσῆλθεν καὶ ἠσπάσαντο ἀλλήλους -
1 Mch 4,34
LXX · RD.DPM
καὶ συνέβαλλον ἀλλήλοις καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν -
1 Mch 7,29
LXX · RD.APM
καὶ ἦλθεν πρὸς Ιουδαν καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς καὶ οἱ πολέμιοι ἕτοιμοι ἦσαν ἐξαρπάσαι τὸν Ιουδαν -
1 Mch 10,56
LXX · RD.APM
καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα ὅπως ἴδωμεν ἀλλήλους καὶ ἐπιγαμβρεύσω σοι καθὼς εἴρηκας -
1 Mch 11,6
LXX · RD.APM
καὶ συνήντησεν Ιωναθαν τῷ βασιλεῖ εἰς Ιοππην μετὰ δόξης καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήθησαν ἐκεῖ -
2 Mch 7,5
LXX · RD.APM
ἄχρηστον δὲ αὐτὸν τοῖς ὅλοις γενόμενον ἐκέλευσεν τῇ πυρᾷ προσάγειν ἔμπνουν καὶ τηγανίζειν τῆς δὲ ἀτμίδος ἐφ᾿ ἱκανὸν διαδιδούσης τοῦ τηγάνου ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾶν λέγοντες οὕτως -
2 Mch 14,26
LXX · RD.APM
ὁ δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἧκεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ιουδαν αὐτοῦ διάδοχον ἀναδεῖξαι -
Hi 1,4
LXX · RD.APM
συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ᾿ ἑκάστην ἡμέραν συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ᾿ αὐτῶν -
Hi 4,11
LXX · RD.APM
μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους -
Prz 22,2
LXX · RD.DPM
πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν -
Prz 36,13
LXX · RD.DPM
δανιστοῦ καὶ χρεοφειλέτου ἀλλήλοις συνελθόντων ἐπισκοπὴν ποιεῖται ἀμφοτέρων ὁ κύριος -
Mdr 18,23
LXX · RD.GPM
σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπ᾿ ἀλλήλων νεκρῶν μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν -
Iz 34,15
LXX · RD.GPM
ἐκεῖ ἐνόσσευσεν ἐχῖνος καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας ἐκεῖ ἔλαφοι συνήντησαν καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων -
Ez 1,11
LXX · RD.APF
καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν -
Ez 37,17
LXX · RD.APF
καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ῥάβδον μίαν τοῦ δῆσαι αὐτάς καὶ ἔσονται ἐν τῇ χειρί σου -
Dn 2,43
LXX · RD.DPM
καὶ ὡς εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ συμμειγεῖς ἔσονται εἰς γένεσιν ἀνθρώπων οὐκ ἔσονται δὲ ὁμονοοῦντες οὔτε εὐνοοῦντες ἀλλήλοις ὥσπερ οὐδὲ ὁ σίδηρος δύναται συγκραθῆναι τῷ ὀστράκῳ -
Dn 6,5
LXX · RD.APM
ὅτε δὲ ἐβουλεύσατο ὁ βασιλεὺς καταστῆσαι τὸν Δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ τότε βουλὴν καὶ γνώμην ἐβουλεύσαντο ἐν ἑαυτοῖς οἱ δύο νεανίσκοι πρὸς ἀλλήλους λέγοντες ἐπεὶ οὐδεμίαν ἁμαρτίαν οὐδὲ ἄγνοιαν ηὕρισκον κατὰ τοῦ Δανιηλ περὶ ἧς κατηγορήσουσιν αὐτοῦ πρὸς τὸν βασιλέα -
Dn 13,12
LXX · RD.APM
καὶ ὡς ἐγίνετο ὄρθρος ἐρχόμενοι ἔκλεπτον ἀλλήλους σπεύδοντες τίς φανήσεται αὐτῇ πρότερος καὶ λαλήσει πρὸς αὐτήν -
Dn 13,13
LXX · RD.APM
καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει καὶ ὁ εἷς τῶν πρεσβυτέρων ἐληλύθει καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο καὶ εἷς τὸν ἕτερον ἀνέκρινε λέγων τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβών με καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ -
Dn 13,37
LXX · RD.DPM
καὶ κυκλοῦντες τὸ στάδιον εἴδομεν ταύτην ἀναπαυομένην μετὰ ἀνδρὸς καὶ στάντες ἐθεωροῦμεν αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις -
Dn 13,38
LXX · RD.DPM
καὶ αὐτοὶ οὐκ ᾔδεισαν ὅτι εἱστήκειμεν τότε συνειπάμεθα ἀλλήλοις λέγοντες μάθωμεν τίνες εἰσὶν οὗτοι -
Dn 13,51
LXX · RD.GPM
καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπ᾿ ἀλλήλων μακράν ἵνα ἐτάσω αὐτούς -
Dn 13,58
LXX · RD.DPM
νῦν οὖν λέγε μοι ὑπὸ τί δένδρον καὶ ἐν ποίῳ τοῦ κήπου τόπῳ κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ πρῖνον -
Am 4,3
LXX · RD.GPM
καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων καὶ ἀπορριφήσεσθε εἰς τὸ ὄρος τὸ Ρεμμαν λέγει κύριος ὁ θεός -
Mt 24,10
SBLGNT · ----APM-
καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· -
Mt 24,10
SBLGNT · ----APM-
καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· -
Mt 25,32
SBLGNT · ----GPM-
καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, -
Mk 4,41
SBLGNT · ----APM-
καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ; -
Mk 8,16
SBLGNT · ----APM-
καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν. -
Mk 9,34
SBLGNT · ----APM-
οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. -
Mk 9,50
SBLGNT · ----DPM-
καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις. -
Mk 15,31
SBLGNT · ----APM-
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· -
Łk 2,15
SBLGNT · ----APM-
Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. -
Łk 4,36
SBLGNT · ----APM-
καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται; -
Łk 6,11
SBLGNT · ----APM-
αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ. -
Łk 7,32
SBLGNT · ----DPM-
ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε· -
Łk 8,25
SBLGNT · ----APM-
εἶπεν δὲ αὐτοῖς· Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ; -
Łk 12,1
SBLGNT · ----APM-
Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)