G235 — 1112 wystąpień
G235 · ἀλλά (alla) · but — ἀλλά (ἀλλ᾽ usually bef. α and υ, often bef. ε and η, rarely bef. ο and ω, never bef. ι; Tdf., Pr. , 93 f.; WH, App. , 146), ; adversative particle , ; stronger than δέ ; prop. neuter pl. of ἄλλος, used adverbially, with changed accent; hen… [STEPBible CC BY]
Rdz 27Wj 11Kpł 7Lb 18Pwt 23Joz 17Sdz 31 Sm 232 Sm 71 Krl 112 Krl 121 Krn 52 Krn 23Ezd 2Ne 2Tb 12Jdt 21Est 71 Mch 132 Mch 15Hi 40Ps 10Prz 12Koh 1Mdr 22Syr 15Iz 55Jr 24Ba 5Ez 9Dn 12Oz 2Am 2Mi 1Za 2Ml 3Mt 37Mk 45Łk 35J 102Dz 30Rz 691 Kor 722 Kor 68Ga 23Ef 13Flp 15Kol 31 Tes 132 Tes 51 Tm 122 Tm 12Tt 4Flm 2Hbr 16Jk 51 P 162 P 61 J 132 J 43 J 3Jud 2Ap 13
-
Rdz 15,4
LXX · C
καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων οὐ κληρονομήσει σε οὗτος ἀλλ᾿ ὃς ἐξελεύσεται ἐκ σοῦ οὗτος κληρονομήσει σε -
Rdz 17,5
LXX · C
καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Αβραμ ἀλλ᾿ ἔσται τὸ ὄνομά σου Αβρααμ ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε -
Rdz 17,15
LXX · C
εἶπεν δὲ ὁ θεὸς τῷ Αβρααμ Σαρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σαρα ἀλλὰ Σαρρα ἔσται τὸ ὄνομα αὐτῆς -
Rdz 18,15
LXX · C
ἠρνήσατο δὲ Σαρρα λέγουσα οὐκ ἐγέλασα ἐφοβήθη γάρ καὶ εἶπεν οὐχί ἀλλὰ ἐγέλασας -
Rdz 19,2
LXX · C
καὶ εἶπεν ἰδού κύριοι ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε καὶ νίψασθε τοὺς πόδας ὑμῶν καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν εἶπαν δέ οὐχί ἀλλ᾿ ἐν τῇ πλατείᾳ καταλύσομεν -
Rdz 20,12
LXX · C
καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός ἀλλ᾿ οὐκ ἐκ μητρός ἐγενήθη δέ μοι εἰς γυναῖκα -
Rdz 21,23
LXX · C
νῦν οὖν ὄμοσόν μοι τὸν θεὸν μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου μηδὲ τὸ ὄνομά μου ἀλλὰ κατὰ τὴν δικαιοσύνην ἣν ἐποίησα μετὰ σοῦ ποιήσεις μετ᾿ ἐμοῦ καὶ τῇ γῇ ᾗ σὺ παρῴκησας ἐν αὐτῇ -
Rdz 21,26
LXX · C
καὶ εἶπεν αὐτῷ Αβιμελεχ οὐκ ἔγνων τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο οὐδὲ σύ μοι ἀπήγγειλας οὐδὲ ἐγὼ ἤκουσα ἀλλ᾿ ἢ σήμερον -
Rdz 24,4
LXX · C
ἀλλὰ εἰς τὴν γῆν μου οὗ ἐγενόμην πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ισαακ ἐκεῖθεν -
Rdz 24,38
LXX · C
ἀλλ᾿ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν -
Rdz 28,17
LXX · C
καὶ ἐφοβήθη καὶ εἶπεν ὡς φοβερὸς ὁ τόπος οὗτος οὐκ ἔστιν τοῦτο ἀλλ᾿ ἢ οἶκος θεοῦ καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ -
Rdz 32,29
LXX · C
εἶπεν δὲ αὐτῷ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ιακωβ ἀλλὰ Ισραηλ ἔσται τὸ ὄνομά σου ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός -
Rdz 34,31
LXX · C
οἱ δὲ εἶπαν ἀλλ᾿ ὡσεὶ πόρνῃ χρήσωνται τῇ ἀδελφῇ ἡμῶν -
Rdz 35,10
LXX · C
καὶ εἶπεν αὐτῷ ὁ θεός τὸ ὄνομά σου Ιακωβ οὐ κληθήσεται ἔτι Ιακωβ ἀλλ᾿ Ισραηλ ἔσται τὸ ὄνομά σου -
Rdz 38,23
LXX · C
εἶπεν δὲ Ιουδας ἐχέτω αὐτά ἀλλὰ μήποτε καταγελασθῶμεν ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον σὺ δὲ οὐχ εὕρηκας -
Rdz 40,14
LXX · C
ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ ὅταν εὖ σοι γένηται καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησθήσῃ περὶ ἐμοῦ Φαραω καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου -
Rdz 40,15
LXX · C
ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Εβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν ἀλλ᾿ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον -
Rdz 40,23
LXX · C
οὐκ ἐμνήσθη δὲ ὁ ἀρχιοινοχόος τοῦ Ιωσηφ ἀλλὰ ἐπελάθετο αὐτοῦ -
Rdz 42,12
LXX · C
εἶπεν δὲ αὐτοῖς οὐχί ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθατε ἰδεῖν -
Rdz 42,34
LXX · C
καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε ἀλλ᾿ ὅτι εἰρηνικοί ἐστε καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν καὶ τῇ γῇ ἐμπορεύεσθε -
Rdz 44,26
LXX · C
ἡμεῖς δὲ εἴπαμεν οὐ δυνησόμεθα καταβῆναι ἀλλ᾿ εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθ᾿ ἡμῶν καταβησόμεθα οὐ γὰρ δυνησόμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου τοῦ ἀδελφοῦ τοῦ νεωτέρου μὴ ὄντος μεθ᾿ ἡμῶν -
Rdz 45,1
LXX · C
καὶ οὐκ ἠδύνατο Ιωσηφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ ἀλλ᾿ εἶπεν ἐξαποστείλατε πάντας ἀπ᾿ ἐμοῦ καὶ οὐ παρειστήκει οὐδεὶς ἔτι τῷ Ιωσηφ ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ -
Rdz 45,8
LXX · C
νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε ἀλλ᾿ ἢ ὁ θεός καὶ ἐποίησέν με ὡς πατέρα Φαραω καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου -
Rdz 47,18
LXX · C
ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ μήποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ᾿ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν -
Rdz 47,30
LXX · C
ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου καὶ ἀρεῖς με ἐξ Αἰγύπτου καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν ὁ δὲ εἶπεν ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου -
Rdz 48,19
LXX · C
καὶ οὐκ ἠθέλησεν ἀλλὰ εἶπεν οἶδα τέκνον οἶδα καὶ οὗτος ἔσται εἰς λαόν καὶ οὗτος ὑψωθήσεται ἀλλὰ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν -
Rdz 48,19
LXX · C
καὶ οὐκ ἠθέλησεν ἀλλὰ εἶπεν οἶδα τέκνον οἶδα καὶ οὗτος ἔσται εἰς λαόν καὶ οὗτος ὑψωθήσεται ἀλλὰ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν -
Wj 8,24
LXX · C
καὶ εἶπεν Φαραω ἐγὼ ἀποστέλλω ὑμᾶς καὶ θύσατε κυρίῳ τῷ θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ ἀλλ᾿ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον -
Wj 9,2
LXX · C
εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου ἀλλ᾿ ἔτι ἐγκρατεῖς αὐτοῦ -
Wj 10,25
LXX · C
καὶ εἶπεν Μωυσῆς ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃ ποιήσομεν κυρίῳ τῷ θεῷ ἡμῶν -
Wj 12,9
LXX · C
οὐκ ἔδεσθε ἀπ᾿ αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι ἀλλ᾿ ἢ ὀπτὰ πυρί κεφαλὴν σὺν τοῖς ποσὶν καὶ τοῖς ἐνδοσθίοις -
Wj 16,8
LXX · C
καὶ εἶπεν Μωυσῆς ἐν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν ὃν ὑμεῖς διαγογγύζετε καθ᾿ ἡμῶν ἡμεῖς δὲ τί ἐσμεν οὐ γὰρ καθ᾿ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν ἀλλ᾿ ἢ κατὰ τοῦ θεοῦ -
Wj 16,20
LXX · C
καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀλλὰ κατέλιπόν τινες ἀπ᾿ αὐτοῦ εἰς τὸ πρωί καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν καὶ ἐπικράνθη ἐπ᾿ αὐτοῖς Μωυσῆς -
Wj 21,13
LXX · C
ὁ δὲ οὐχ ἑκών ἀλλὰ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας -
Wj 23,5
LXX · C
ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ οὐ παρελεύσῃ αὐτό ἀλλὰ συνεγερεῖς αὐτὸ μετ᾿ αὐτοῦ -
Wj 23,24
LXX · C
οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν ἀλλὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν -
Wj 32,18
LXX · C
καὶ λέγει οὐκ ἔστιν φωνὴ ἐξαρχόντων κατ᾿ ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω -
Wj 33,16
LXX · C
καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοί ἐγώ τε καὶ ὁ λαός σου ἀλλ᾿ ἢ συμπορευομένου σου μεθ᾿ ἡμῶν καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ τῆς γῆς ἐστιν -
Kpł 11,21
LXX · C
ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν ἃ πορεύεται ἐπὶ τέσσαρα ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ πηδᾶν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς -
Kpł 21,2
LXX · C
ἀλλ᾿ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν ἐπὶ πατρὶ καὶ μητρὶ καὶ υἱοῖς καὶ θυγατράσιν ἐπ᾿ ἀδελφῷ -
Kpł 21,14
LXX · C
χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην ταύτας οὐ λήμψεται ἀλλ᾿ ἢ παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήμψεται γυναῖκα -
Kpł 26,15
LXX · C
ἀλλὰ ἀπειθήσητε αὐτοῖς καὶ τοῖς κρίμασίν μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου ὥστε διασκεδάσαι τὴν διαθήκην μου -
Kpł 26,23
LXX · C
καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευθῆτε ἀλλὰ πορεύησθε πρός με πλάγιοι -
Kpł 27,21
LXX · C
ἀλλ᾿ ἔσται ὁ ἀγρὸς ἐξεληλυθυίας τῆς ἀφέσεως ἅγιος τῷ κυρίῳ ὥσπερ ἡ γῆ ἡ ἀφωρισμένη τῷ ἱερεῖ ἔσται κατάσχεσις -
Kpł 27,29
LXX · C
καὶ πᾶν ὃ ἐὰν ἀνατεθῇ ἀπὸ τῶν ἀνθρώπων οὐ λυτρωθήσεται ἀλλὰ θανάτῳ θανατωθήσεται -
Lb 10,30
LXX · C
καὶ εἶπεν πρὸς αὐτόν οὐ πορεύσομαι ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου -
Lb 13,28
LXX · C
ἀλλ᾿ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ᾿ αὐτῆς καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα καὶ τὴν γενεὰν Εναχ ἑωράκαμεν ἐκεῖ -
Lb 13,30
LXX · C
καὶ κατεσιώπησεν Χαλεβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ οὐχί ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς -
Lb 13,33
LXX · C
καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν -
Lb 14,9
LXX · C
ἀλλὰ ἀπὸ τοῦ κυρίου μὴ ἀποστάται γίνεσθε ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς ὅτι κατάβρωμα ἡμῖν ἐστιν ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ᾿ αὐτῶν ὁ δὲ κύριος ἐν ἡμῖν μὴ φοβηθῆτε αὐτούς
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)