G2343 — 20 wystąpień
G2343 · θησαυρίζω (thēsaurizō) · to store up — θησαυρίζω ; [in LXX for צָפַן, etc. ;] ; to lay up, store up : of riches, Jas.5:3; id. with dative of person(s), Luk.12:21 , 2Co.12:14 ; with accusative of thing(s), 1Co.16:2; θησαυροὺς ἑαυτῷ, Mat.6:19-20; pass., 2Pe.3:7; metaphorically, ὀργ… [STEPBible CC BY]
2 Krl 1Tb 2Ps 1Prz 4Ba 1Am 1Mi 1Za 1Mt 2Łk 1Rz 11 Kor 12 Kor 1Jk 12 P 1
-
2 Krl 20,17
LXX · V.AAI3P
ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα ὃ εἶπεν κύριος -
Tb 4,9
LXX · V.PAI2S
θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης -
Tb 12,8
LXX · V.AAN
ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον -
Ps 39,7
LXX · V.PAI3S
μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος πλὴν μάτην ταράσσονται θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά -
Prz 1,18
LXX · V.PAI3P
αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή -
Prz 2,7
LXX · V.PAI3S
καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν -
Prz 13,22
LXX · V.PMI3S
ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβὼν -
Prz 16,27
LXX · V.PAI3S
ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ -
Ba 3,17
LXX · V.PAPNPM
οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον ᾧ ἐπεποίθεισαν ἄνθρωποι καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν -
Am 3,10
LXX · V.PAPNPM
καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς λέγει κύριος οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν -
Mi 6,10
LXX · V.PAPNSM
μὴ πῦρ καὶ οἶκος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους καὶ μετὰ ὕβρεως ἀδικία -
Za 9,3
LXX · V.AAI3S
καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν -
Mt 6,19
SBLGNT · 2PAD-P--
Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· -
Mt 6,20
SBLGNT · 2PAD-P--
θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· -
Łk 12,21
SBLGNT · -PAPNSM-
οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν. -
Rz 2,5
SBLGNT · 2PAI-S--
κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ, -
1 Kor 16,2
SBLGNT · -PAPNSM-
κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται. -
2 Kor 12,14
SBLGNT · -PAN----
Ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. -
Jk 5,3
SBLGNT · 2AAI-P--
ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν· ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. -
2 P 3,7
SBLGNT · -XPPNPM-
οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)