G2190 — 450 wystąpień
G2190 · ἐχθρός (echthros) · enemy — ἐχθρός , -ά, -όν; (ἔχθος, hatred), [in LXX chiefly for אֵיבָה, also for עָר, etc. ;] ; __1. hated, hateful (Hom.): opposite to ἀγαπητός, Rom.11:28. ; __2. Actively, hating, hostile : Rom.5:10 , 1Co.15:25 , 2Th.3:15 ; with genitive of person(s… [STEPBible CC BY]
Rdz 2Wj 5Kpł 12Lb 10Pwt 29Joz 11Sdz 81 Sm 212 Sm 191 Krl 72 Krl 31 Krn 72 Krn 7Ezd 2Ne 6Jdt 12Est 61 Mch 162 Mch 2Hi 8Ps 104Prz 11Mdr 15Syr 31Iz 5Jr 21Lm 16Ba 6Ez 3Dn 3Oz 1Am 1Mi 3Na 4So 1Mt 7Mk 1Łk 8Dz 2Rz 31 Kor 2Ga 1Flp 1Kol 12 Tes 1Hbr 2Jk 1Ap 2
-
Rdz 14,20
LXX · N.APM
καὶ εὐλογητὸς ὁ θεὸς ὁ ὕψιστος ὃς παρέδωκεν τοὺς ἐχθρούς σου ὑποχειρίους σοι καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων -
Rdz 49,8
LXX · N.GPM
Ιουδα σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου -
Wj 15,6
LXX · N.APM
ἡ δεξιά σου κύριε δεδόξασται ἐν ἰσχύι ἡ δεξιά σου χείρ κύριε ἔθραυσεν ἐχθρούς -
Wj 15,9
LXX · N.NSM
εἶπεν ὁ ἐχθρός διώξας καταλήμψομαι μεριῶ σκῦλα ἐμπλήσω ψυχήν μου ἀνελῶ τῇ μαχαίρῃ μου κυριεύσει ἡ χείρ μου -
Wj 23,4
LXX · N.GSM
ἐὰν δὲ συναντήσῃς τῷ βοὶ τοῦ ἐχθροῦ σου ἢ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις ἀποστρέψας ἀποδώσεις αὐτῷ -
Wj 23,5
LXX · N.GSM
ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ οὐ παρελεύσῃ αὐτό ἀλλὰ συνεγερεῖς αὐτὸ μετ᾿ αὐτοῦ -
Wj 23,22
LXX · N.DPM
ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ ποιήσῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ισραηλ ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου καὶ ποιήσῃς πάντα ὅσα ἂν εἴπω σοι ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι -
Kpł 26,7
LXX · N.APM
καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμῶν καὶ πεσοῦνται ἐναντίον ὑμῶν φόνῳ -
Kpł 26,8
LXX · N.NPM
καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ -
Kpł 26,17
LXX · N.GPM
καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν καὶ διώξονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς καὶ φεύξεσθε οὐθενὸς διώκοντος ὑμᾶς -
Kpł 26,25
LXX · N.GPM
καὶ ἐπάξω ἐφ᾿ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς καὶ παραδοθήσεσθε εἰς χεῖρας ἐχθρῶν -
Kpł 26,32
LXX · N.NPM
καὶ ἐξερημώσω ἐγὼ τὴν γῆν ὑμῶν καὶ θαυμάσονται ἐπ᾿ αὐτῇ οἱ ἐχθροὶ ὑμῶν οἱ ἐνοικοῦντες ἐν αὐτῇ -
Kpł 26,34
LXX · N.GPM
τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν τότε σαββατιεῖ ἡ γῆ καὶ εὐδοκήσει τὰ σάββατα αὐτῆς -
Kpł 26,36
LXX · N.GPM
καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου καὶ πεσοῦνται οὐθενὸς διώκοντος -
Kpł 26,37
LXX · N.DPM
καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμῳ οὐθενὸς κατατρέχοντος καὶ οὐ δυνήσεσθε ἀντιστῆναι τοῖς ἐχθροῖς ὑμῶν -
Kpł 26,38
LXX · N.GPM
καὶ ἀπολεῖσθε ἐν τοῖς ἔθνεσιν καὶ κατέδεται ὑμᾶς ἡ γῆ τῶν ἐχθρῶν ὑμῶν -
Kpł 26,39
LXX · N.GPM
καὶ οἱ καταλειφθέντες ἀφ᾿ ὑμῶν καταφθαρήσονται διὰ τὰς ἁμαρτίας ὑμῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται -
Kpł 26,41
LXX · N.GPM
καὶ ἐγὼ ἐπορεύθην μετ᾿ αὐτῶν ἐν θυμῷ πλαγίῳ καὶ ἀπολῶ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τότε ἐντραπήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος καὶ τότε εὐδοκήσουσιν τὰς ἁμαρτίας αὐτῶν -
Kpł 26,44
LXX · N.GPM
καὶ οὐδ᾿ ὧς ὄντων αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν οὐχ ὑπερεῖδον αὐτοὺς οὐδὲ προσώχθισα αὐτοῖς ὥστε ἐξαναλῶσαι αὐτοὺς τοῦ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν -
Lb 10,9
LXX · N.GPM
ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν καὶ σημανεῖτε ταῖς σάλπιγξιν καὶ ἀναμνησθήσεσθε ἔναντι κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν -
Lb 10,34
LXX · N.NPM
καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπεν Μωυσῆς ἐξεγέρθητι κύριε διασκορπισθήτωσαν οἱ ἐχθροί σου φυγέτωσαν πάντες οἱ μισοῦντές σε -
Lb 14,42
LXX · N.GPM
μὴ ἀναβαίνετε οὐ γάρ ἐστιν κύριος μεθ᾿ ὑμῶν καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν -
Lb 23,11
LXX · N.GPM
καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ τί πεποίηκάς μοι εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν -
Lb 24,8
LXX · N.GPM
θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν -
Lb 24,8
LXX · N.ASM
θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν -
Lb 24,10
LXX · N.ASM
καὶ ἐθυμώθη Βαλακ ἐπὶ Βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο -
Lb 24,18
LXX · N.NSM
καὶ ἔσται Εδωμ κληρονομία καὶ ἔσται κληρονομία Ησαυ ὁ ἐχθρὸς αὐτοῦ καὶ Ισραηλ ἐποίησεν ἐν ἰσχύι -
Lb 32,21
LXX · N.NSM
καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ιορδάνην ἔναντι κυρίου ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ -
Lb 35,23
LXX · N.NSM
ἢ παντὶ λίθῳ ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδώς καὶ ἐπιπέσῃ ἐπ᾿ αὐτόν καὶ ἀποθάνῃ αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν -
Pwt 1,42
LXX · N.GPM
καὶ εἶπεν κύριος πρός με εἰπὸν αὐτοῖς οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε οὐ γάρ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν -
Pwt 6,19
LXX · N.APM
ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου καθὰ ἐλάλησεν -
Pwt 12,10
LXX · N.GPM
καὶ διαβήσεσθε τὸν Ιορδάνην καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεὸς ὑμῶν κατακληρονομεῖ ὑμῖν καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ καὶ κατοικήσετε μετὰ ἀσφαλείας -
Pwt 20,1
LXX · N.APM
ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου οὐ φοβηθήσῃ ἀπ᾿ αὐτῶν ὅτι κύριος ὁ θεός σου μετὰ σοῦ ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου -
Pwt 20,3
LXX · N.APM
καὶ ἐρεῖ πρὸς αὐτούς ἄκουε Ισραηλ ὑμεῖς προσπορεύεσθε σήμερον εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν μὴ φοβεῖσθε μηδὲ θραύεσθε μηδὲ ἐκκλίνητε ἀπὸ προσώπου αὐτῶν -
Pwt 20,4
LXX · N.APM
ὅτι κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος μεθ᾿ ὑμῶν συνεκπολεμῆσαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν διασῶσαι ὑμᾶς -
Pwt 20,14
LXX · N.GPM
πλὴν τῶν γυναικῶν καὶ τῆς ἀποσκευῆς καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἂν ὑπάρχῃ ἐν τῇ πόλει καὶ πᾶσαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτῷ καὶ φάγῃ πᾶσαν τὴν προνομὴν τῶν ἐχθρῶν σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι -
Pwt 21,10
LXX · N.APM
ἐὰν δὲ ἐξελθὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ παραδῷ σοι κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου καὶ προνομεύσεις τὴν προνομὴν αὐτῶν -
Pwt 23,10
LXX · N.APM
ἐὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν ἐπὶ τοὺς ἐχθρούς σου καὶ φυλάξῃ ἀπὸ παντὸς ῥήματος πονηροῦ -
Pwt 23,15
LXX · N.ASM
ὅτι κύριος ὁ θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου καὶ ἔσται ἡ παρεμβολή σου ἁγία καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος καὶ ἀποστρέψει ἀπὸ σοῦ -
Pwt 25,19
LXX · N.GPM
καὶ ἔσται ἡνίκα ἐὰν καταπαύσῃ σε κύριος ὁ θεός σου ἀπὸ πάντων τῶν ἐχθρῶν σου τῶν κύκλῳ σου ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ κατακληρονομῆσαι ἐξαλείψεις τὸ ὄνομα Αμαληκ ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν καὶ οὐ μὴ ἐπιλάθῃ -
Pwt 28,7
LXX · N.APM
παραδῷ κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου -
Pwt 28,25
LXX · N.GPM
δῴη σε κύριος ἐπικοπὴν ἐναντίον τῶν ἐχθρῶν σου ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτοὺς καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς -
Pwt 28,31
LXX · N.DPM
ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου καὶ οὐ φάγῃ ἐξ αὐτοῦ ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ καὶ οὐκ ἀποδοθήσεταί σοι τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν -
Pwt 28,48
LXX · N.DPM
καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου οὓς ἐπαποστελεῖ κύριος ἐπὶ σέ ἐν λιμῷ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων καὶ ἐπιθήσει κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου ἕως ἂν ἐξολεθρεύσῃ σε -
Pwt 28,53
LXX · N.NSM
καὶ φάγῃ τὰ ἔκγονα τῆς κοιλίας σου κρέα υἱῶν σου καὶ θυγατέρων σου ὅσα ἔδωκέν σοι κύριος ὁ θεός σου ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου -
Pwt 28,55
LXX · N.NPM
ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ ὧν ἂν κατέσθῃ διὰ τὸ μὴ καταλειφθῆναι αὐτῷ μηθὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ ἂν θλίψωσίν σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσίν σου -
Pwt 28,57
LXX · N.NSM
καὶ τὸ χόριον αὐτῆς τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον ὃ ἂν τέκῃ καταφάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν πάντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου ἐν πάσαις ταῖς πόλεσίν σου -
Pwt 28,68
LXX · N.DPM
καὶ ἀποστρέψει σε κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τῇ ὁδῷ ᾗ εἶπα οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτήν καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας καὶ οὐκ ἔσται ὁ κτώμενος -
Pwt 30,7
LXX · N.APM
καὶ δώσει κύριος ὁ θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε οἳ ἐδίωξάν σε -
Pwt 32,27
LXX · N.GPM
εἰ μὴ δι᾿ ὀργὴν ἐχθρῶν ἵνα μὴ μακροχρονίσωσιν καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι μὴ εἴπωσιν ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ καὶ οὐχὶ κύριος ἐποίησεν ταῦτα πάντα
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)