G2117 — 125 wystąpień
G2117 · εὐθύς (euthus) · Straight — εὐθύς , -εῖα, -ύ ; [in LXX chiefly for יָשַׁר ;] ; __1. straight, direct : τρίβοι, Mat.3:3 , Mrk.1:3 , Luk.3:4 " (LXX) ; εἰς εὐθειας, (sc. ὁδούς), Luk.3:5; εὐ. ὐδός, figuratively, Act.13:10 , 2Pe.2:15 ; as (Proper name) of a street, Act.9:11.… [STEPBible CC BY]
Rdz 4Lb 1Joz 1Sdz 11 Sm 11 Krl 22 Krl 1Ezd 1Ne 1Tb 1Jdt 2Hi 1Ps 24Prz 7Mdr 1Syr 2Iz 7Jr 1Ez 5Dn 1Oz 1Mt 6Mk 42Łk 3J 3Dz 42 P 1
-
Rdz 15,4
LXX · D
καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων οὐ κληρονομήσει σε οὗτος ἀλλ᾿ ὃς ἐξελεύσεται ἐκ σοῦ οὗτος κληρονομήσει σε -
Rdz 24,45
LXX · D
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ εὐθὺς Ρεβεκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο εἶπα δὲ αὐτῇ πότισόν με -
Rdz 33,12
LXX · A.ASF
καὶ εἶπεν ἀπάραντες πορευσόμεθα ἐπ᾿ εὐθεῖαν -
Rdz 38,29
LXX · D
ὡς δὲ ἐπισυνήγαγεν τὴν χεῖρα καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ ἡ δὲ εἶπεν τί διεκόπη διὰ σὲ φραγμός καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φαρες -
Lb 23,3
LXX · A.ASF
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ παράστηθι ἐπὶ τῆς θυσίας σου καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει καὶ ῥῆμα ὃ ἐάν μοι δείξῃ ἀναγγελῶ σοι καὶ παρέστη Βαλακ ἐπὶ τῆς θυσίας αὐτοῦ καὶ Βαλααμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθεῖαν -
Joz 8,14
LXX · A.GSF
καὶ ἐγένετο ὡς εἶδεν βασιλεὺς Γαι ἔσπευσεν καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῖς ἐπ᾿ εὐθείας εἰς τὸν πόλεμον αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως -
Sdz 14,3
LXX · A.NSF
καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ μὴ οὔκ εἰσιν θυγατέρες τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων καὶ εἶπεν Σαμψων πρὸς τὸν πατέρα αὐτοῦ ταύτην λαβέ μοι ὅτι αὕτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου -
1 Sm 12,23
LXX · A.ASF
καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν καὶ δουλεύσω τῷ κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν -
1 Krl 21,23
LXX · A.ASN
καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ᾿ εὐθύ εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς -
1 Krl 21,25
LXX · A.ASN
καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾿ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως -
2 Krl 10,15
LXX · A.NSF
καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρεν τὸν Ιωναδαβ υἱὸν Ρηχαβ ἐν τῇ ὁδῷ εἰς ἀπαντὴν αὐτοῦ καὶ εὐλόγησεν αὐτόν καὶ εἶπεν πρὸς αὐτὸν Ιου εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου καὶ εἶπεν Ιωναδαβ ἔστιν καὶ εἶπεν Ιου καὶ εἰ ἔστιν δὸς τὴν χεῖρά σου καὶ ἔδωκεν τὴν χεῖρα αὐτοῦ καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα -
Ezd 8,21
LXX · A.ASF
καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν Αουε τοῦ ταπεινωθῆναι ἐνώπιον θεοῦ ἡμῶν ζητῆσαι παρ᾿ αὐτοῦ ὁδὸν εὐθεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτήσει ἡμῶν -
Ne 9,13
LXX · A.APN
καὶ ἐπὶ ὄρος Σινα κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα καὶ νόμους ἀληθείας προστάγματα καὶ ἐντολὰς ἀγαθάς -
Tb 4,19
LXX · A.NPF
καὶ ἐν παντὶ καιρῷ εὐλόγει κύριον τὸν θεὸν καὶ παρ᾿ αὐτοῦ αἴτησον ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωθῶσιν διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν ἀλλὰ αὐτὸς ὁ κύριος δίδωσιν πάντα τὰ ἀγαθὰ καὶ ὃν ἐὰν θέλῃ ταπεινοῖ καθὼς βούλεται καὶ νῦν παιδίον μνημόνευε τῶν ἐντολῶν μου καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου -
Jdt 10,11
LXX · A.ASF
καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐθεῖαν καὶ συνήντησεν αὐτῇ προφυλακὴ τῶν Ἀσσυρίων -
Jdt 13,20
LXX · A.ASF
καὶ ποιήσαι σοι αὐτὰ ὁ θεὸς εἰς ὕψος αἰώνιον τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς ἀνθ᾿ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν ἀλλ᾿ ἐπεξῆλθες τῷ πτώματι ἡμῶν ἐπ᾿ εὐθεῖαν πορευθεῖσα ἐνώπιον τοῦ θεοῦ ἡμῶν καὶ εἶπαν πᾶς ὁ λαός γένοιτο γένοιτο -
Hi 3,11
LXX · D
διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην -
Ps 7,11
LXX · A.APM
δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ -
Ps 11,2
LXX · A.APM
ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ -
Ps 19,9
LXX · A.NSF
τὰ δικαιώματα κυρίου εὐθεῖα εὐφραίνοντα καρδίαν ἡ ἐντολὴ κυρίου τηλαυγής φωτίζουσα ὀφθαλμούς -
Ps 25,21
LXX · A.NPM
ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι ὅτι ὑπέμεινά σε κύριε -
Ps 27,11
LXX · A.DSF
νομοθέτησόν με κύριε τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου -
Ps 32,11
LXX · A.NPM
εὐφράνθητε ἐπὶ κύριον καὶ ἀγαλλιᾶσθε δίκαιοι καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ -
Ps 33,1
LXX · A.DPM
τῷ Δαυιδ ἀγαλλιᾶσθε δίκαιοι ἐν τῷ κυρίῳ τοῖς εὐθέσι πρέπει αἴνεσις -
Ps 36,11
LXX · A.DPM
παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ -
Ps 37,14
LXX · A.APM
ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ -
Ps 49,15
LXX · A.NPM
ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο θάνατος ποιμαίνει αὐτούς καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωί καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν -
Ps 58,2
LXX · A.NSF
εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε εὐθεῖα κρίνετε οἱ υἱοὶ τῶν ἀνθρώπων -
Ps 64,11
LXX · A.NPM
εὐφρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ -
Ps 73,1
LXX · A.DPM
ψαλμὸς τῷ Ασαφ ὡς ἀγαθὸς τῷ Ισραηλ ὁ θεός τοῖς εὐθέσι τῇ καρδίᾳ -
Ps 78,37
LXX · A.NSF
ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ᾿ αὐτοῦ οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ -
Ps 94,15
LXX · A.NPM
ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ διάψαλμα -
Ps 97,11
LXX · A.DPM
φῶς ἀνέτειλεν τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη -
Ps 107,7
LXX · A.ASF
καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου -
Ps 107,42
LXX · A.NPM
ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς -
Ps 111,1
LXX · A.GPF
αλληλουια ἐξομολογήσομαί σοι κύριε ἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐθείων καὶ συναγωγῇ -
Ps 112,2
LXX · A.GPF
δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ γενεὰ εὐθείων εὐλογηθήσεται -
Ps 112,4
LXX · A.DPM
ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος -
Ps 125,4
LXX · A.DPM
ἀγάθυνον κύριε τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ -
Ps 140,14
LXX · A.NPM
πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου -
Ps 143,10
LXX · A.DSF
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ θεός μου τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ -
Prz 2,13
LXX · A.GSF
ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους -
Prz 2,16
LXX · A.GSF
τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης -
Prz 2,19
LXX · A.GSF
πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς -
Prz 2,21
LXX · A.NPM
χρηστοὶ ἔσονται οἰκήτορες γῆς ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ -
Prz 20,11
LXX · A.NSF
καὶ ὁ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθήσεται νεανίσκος μετὰ ὁσίου καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ -
Prz 35,10
LXX · A.APM
ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά -
Prz 36,10
LXX · A.NPM
ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ -
Mdr 10,10
LXX · A.DPF
αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐθείαις ἔδειξεν αὐτῷ βασιλείαν θεοῦ καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων εὐπόρησεν αὐτὸν ἐν μόχθοις καὶ ἐπλήθυνεν τοὺς πόνους αὐτοῦ -
Syr 4,18
LXX · A.ASF
καὶ πάλιν ἐπανήξει κατ᾿ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ αὐτὸν καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)