G2039 — 50 wystąpień
G2039 · ἐργασία (ergasia) · work — ἐργασία , -ας, ἡ; (ἔργον), [in LXX for מְלָאכָה, עֲבֹדָה, etc. ;] ; __1. work, business : Act.16:16, 19 19:24-25 ; δὸς ἐ. (Lat. da operam), Luk.12:58. ; __2. working, performance : Eph.4:19. †; (AS) [STEPBible CC BY]
Rdz 1Wj 2Kpł 1Lb 1Rt 11 Krn 82 Krn 9Ps 2Prz 1Koh 1Mdr 3Syr 7Iz 2Ez 4Jon 1Łk 1Dz 4Ef 1
-
Rdz 29,27
LXX · N.GSF
συντέλεσον οὖν τὰ ἕβδομα ταύτης καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας ἧς ἐργᾷ παρ᾿ ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα -
Wj 26,1
LXX · N.DSF
καὶ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου χερουβιμ ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς -
Wj 39,1
LXX · N.ASF
πᾶν τὸ χρυσίον ὃ κατειργάσθη εἰς τὰ ἔργα κατὰ πᾶσαν τὴν ἐργασίαν τῶν ἁγίων ἐγένετο χρυσίου τοῦ τῆς ἀπαρχῆς ἐννέα καὶ εἴκοσι τάλαντα καὶ ἑπτακόσιοι εἴκοσι σίκλοι κατὰ τὸν σίκλον τὸν ἅγιον -
Kpł 13,51
LXX · N.DSF
καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐὰν δὲ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ ἢ ἐν τῷ δέρματι κατὰ πάντα ὅσα ἂν ποιηθῇ δέρματα ἐν τῇ ἐργασίᾳ λέπρα ἔμμονός ἐστιν ἡ ἁφή ἀκάθαρτός ἐστιν -
Lb 31,20
LXX · N.ASF
καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε -
Rt 2,12
LXX · N.ASF
ἀποτείσαι κύριος τὴν ἐργασίαν σου καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ κυρίου θεοῦ Ισραηλ πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ -
1 Krn 6,33
LXX · N.ASF
καὶ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν οἱ Λευῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ -
1 Krn 6,34
LXX · N.ASF
καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ θεοῦ -
1 Krn 9,13
LXX · N.ASF
καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ -
1 Krn 26,8
LXX · N.DSF
πάντες ἀπὸ τῶν υἱῶν Αβδεδομ αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ οἱ πάντες ἑξήκοντα δύο τῷ Αβδεδομ -
1 Krn 26,29
LXX · N.GSF
τῷ Ισσαρι Χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν -
1 Krn 26,30
LXX · N.ASF
τῷ Χεβρωνι Ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ισραηλ πέραν τοῦ Ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως -
1 Krn 28,13
LXX · N.ASF
καὶ τῶν καταλυμάτων τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν τῆς λατρείας οἴκου κυρίου -
1 Krn 28,20
LXX · N.ASF
καὶ εἶπεν Δαυιδ Σαλωμων τῷ υἱῷ αὐτοῦ ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει μὴ φοβοῦ μηδὲ πτοηθῇς ὅτι κύριος ὁ θεός μου μετὰ σοῦ οὐκ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου -
2 Krn 4,11
LXX · N.ASF
καὶ ἐποίησεν Χιραμ τὰς κρεάγρας καὶ τὰ πυρεῖα καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ συνετέλεσεν Χιραμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν ἣν ἐποίησεν Σαλωμων τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ θεοῦ -
2 Krn 5,1
LXX · N.NSF
καὶ συνετελέσθη πᾶσα ἡ ἐργασία ἣν ἐποίησεν Σαλωμων ἐν οἴκῳ κυρίου καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς θησαυρὸν οἴκου κυρίου -
2 Krn 8,16
LXX · N.NSF
καὶ ἡτοιμάσθη πᾶσα ἡ ἐργασία ἀφ᾿ ἧς ἡμέρας ἐθεμελιώθη ἕως οὗ ἐτελείωσεν Σαλωμων τὸν οἶκον κυρίου -
2 Krn 15,7
LXX · N.DSF
καὶ ὑμεῖς ἰσχύσατε καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν ὅτι ἔστιν μισθὸς τῇ ἐργασίᾳ ὑμῶν -
2 Krn 24,12
LXX · N.ASF
καὶ ἔδωκεν αὐτὸ ὁ βασιλεὺς καὶ Ιωδαε ὁ ἱερεὺς τοῖς ποιοῦσιν τὰ ἔργα εἰς τὴν ἐργασίαν οἴκου κυρίου καὶ ἐμισθοῦντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἶκον κυρίου καὶ χαλκεῖς σιδήρου καὶ χαλκοῦ ἐπισκευάσαι τὸν οἶκον κυρίου -
2 Krn 31,21
LXX · N.DSF
καὶ ἐν παντὶ ἔργῳ ἐν ᾧ ἤρξατο ἐν ἐργασίᾳ ἐν οἴκῳ κυρίου καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐξεζήτησεν τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ καὶ ἐποίησεν καὶ εὐοδώθη -
2 Krn 34,13
LXX · N.DSF
καὶ ἐπὶ τῶν νωτοφόρων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασίᾳ καὶ ἐργασίᾳ καὶ ἀπὸ τῶν Λευιτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί -
2 Krn 34,13
LXX · N.DSF
καὶ ἐπὶ τῶν νωτοφόρων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασίᾳ καὶ ἐργασίᾳ καὶ ἀπὸ τῶν Λευιτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί -
2 Krn 34,17
LXX · N.ASF
καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου καὶ ἔδωκαν ἐπὶ χεῖρα τῶν ἐπισκόπων καὶ ἐπὶ χεῖρα τῶν ποιούντων ἐργασίαν -
Ps 104,23
LXX · N.ASF
ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας -
Ps 107,23
LXX · N.ASF
οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς -
Prz 6,8
LXX · N.ASF
ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶν τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής τὴν σοφίαν τιμήσασα προήχθη -
Koh 9,1
LXX · N.NPF
ὅτι σὺν πᾶν τοῦτο ἔδωκα εἰς καρδίαν μου καὶ καρδία μου σὺν πᾶν εἶδεν τοῦτο ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ θεοῦ καί γε ἀγάπην καί γε μῖσος οὐκ ἔστιν εἰδὼς ὁ ἄνθρωπος τὰ πάντα πρὸ προσώπου αὐτῶν -
Mdr 13,12
LXX · N.GSF
τὰ δὲ ἀποβλήματα τῆς ἐργασίας εἰς ἑτοιμασίαν τροφῆς ἀναλώσας ἐνεπλήσθη -
Mdr 13,19
LXX · N.GSF
περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται -
Mdr 14,20
LXX · N.GSF
τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νῦν σέβασμα ἐλογίσαντο -
Syr 6,19
LXX · N.DSF
ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς -
Syr 7,15
LXX · N.ASF
μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην -
Syr 33,28
LXX · N.ASF
ἔμβαλε αὐτὸν εἰς ἐργασίαν ἵνα μὴ ἀργῇ πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία -
Syr 37,11
LXX · N.GSF
μετὰ γυναικὸς περὶ τῆς ἀντιζήλου αὐτῆς καὶ μετὰ δειλοῦ περὶ πολέμου μετὰ ἐμπόρου περὶ μεταβολίας καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου καὶ μετὰ μισθίου ἐφετίου περὶ συντελείας οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας -
Syr 38,29
LXX · N.NSF
οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ -
Syr 38,34
LXX · N.DSF
οὐδὲ μὴ ἐκφάνωσιν παιδείαν καὶ κρίμα καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσιν καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης -
Syr 51,8
LXX · N.GSF
καὶ ἐμνήσθην τοῦ ἐλέους σου κύριε καὶ τῆς ἐργασίας σου τῆς ἀπ᾿ αἰῶνος ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν -
Iz 1,31
LXX · N.NPF
καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οὐκ ἔσται ὁ σβέσων -
Iz 41,24
LXX · N.NSF
ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς -
Ez 15,3
LXX · N.ASF
εἰ λήμψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν εἰ λήμψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ᾿ αὐτὸν πᾶν σκεῦος -
Ez 15,4
LXX · N.ASF
πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν τὴν κατ᾿ ἐνιαυτὸν κάθαρσιν ἀπ᾿ αὐτῆς ἀναλίσκει τὸ πῦρ καὶ ἐκλείπει εἰς τέλος μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν -
Ez 15,5
LXX · N.ASF
οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος εἰ ἔσται ἔτι εἰς ἐργασίαν -
Ez 15,5
LXX · N.ASF
οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος εἰ ἔσται ἔτι εἰς ἐργασίαν -
Jon 1,8
LXX · N.NSF
καὶ εἶπον πρὸς αὐτόν ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν τίς σου ἡ ἐργασία ἐστίν καὶ πόθεν ἔρχῃ καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ -
Łk 12,58
SBLGNT · ----ASF-
ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ’ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν. -
Dz 16,16
SBLGNT · ----ASF-
Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη· -
Dz 16,19
SBLGNT · ----GSF-
Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, -
Dz 19,24
SBLGNT · ----ASF-
Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν, -
Dz 19,25
SBLGNT · ----GSF-
οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν, -
Ef 4,19
SBLGNT · ----ASF-
οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)