G20236 — 42 wystąpień
G20236 · διασκεδάζω (diaskedazō) · to disperse — disperse [STEPBible CC BY]
Rdz 1Wj 2Kpł 2Lb 1Pwt 2Sdz 12 Sm 31 Krl 22 Krn 1Ezd 2Ne 11 Mch 2Hi 2Ps 3Koh 1Mdr 1Iz 7Jr 2Dn 1Ha 1Za 3Ml 1
-
Rdz 17,14
LXX · V.AAI3S
καὶ ἀπερίτμητος ἄρσην ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς ὅτι τὴν διαθήκην μου διεσκέδασεν -
Wj 32,25
LXX · V.XPI3S
καὶ ἰδὼν Μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται διεσκέδασεν γὰρ αὐτοὺς Ααρων ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτῶν -
Wj 32,25
LXX · V.AAI3S
καὶ ἰδὼν Μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται διεσκέδασεν γὰρ αὐτοὺς Ααρων ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτῶν -
Kpł 26,15
LXX · V.AAN
ἀλλὰ ἀπειθήσητε αὐτοῖς καὶ τοῖς κρίμασίν μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου ὥστε διασκεδάσαι τὴν διαθήκην μου -
Kpł 26,44
LXX · V.AAN
καὶ οὐδ᾿ ὧς ὄντων αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν οὐχ ὑπερεῖδον αὐτοὺς οὐδὲ προσώχθισα αὐτοῖς ὥστε ἐξαναλῶσαι αὐτοὺς τοῦ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν -
Lb 15,31
LXX · V.AAI3S
ὅτι τὸ ῥῆμα κυρίου ἐφαύλισεν καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ -
Pwt 31,16
LXX · V.FAI3P
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου καὶ ἀναστὰς ὁ λαὸς οὗτος ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς εἰς ἣν οὗτος εἰσπορεύεται ἐκεῖ εἰς αὐτήν καὶ ἐγκαταλείψουσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου ἣν διεθέμην αὐτοῖς -
Pwt 31,20
LXX · V.FAI3P
εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσιν καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοῖς καὶ παροξυνοῦσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου -
Sdz 2,1
LXX · V.FAI1S
καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθηλ καὶ ἐπὶ τὸν οἶκον Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς τάδε λέγει κύριος ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν καὶ εἶπα οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα -
2 Sm 15,31
LXX · V.AAD2S
καὶ ἀνηγγέλη Δαυιδ λέγοντες καὶ Αχιτοφελ ἐν τοῖς συστρεφομένοις μετὰ Αβεσσαλωμ καὶ εἶπεν Δαυιδ διασκέδασον δὴ τὴν βουλὴν Αχιτοφελ κύριε ὁ θεός μου -
2 Sm 15,34
LXX · V.FAI2S
καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς καὶ ἐρεῖς τῷ Αβεσσαλωμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νῦν παῖς σού εἰμι βασιλεῦ ἔασόν με ζῆσαι παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νῦν ἐγὼ δοῦλος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ -
2 Sm 17,14
LXX · V.AAN
καὶ εἶπεν Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ ἀγαθὴ ἡ βουλὴ Χουσι τοῦ Αραχι ὑπὲρ τὴν βουλὴν Αχιτοφελ καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν Αχιτοφελ τὴν ἀγαθήν ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Αβεσσαλωμ τὰ κακὰ πάντα -
1 Krl 12,24
LXX · V.AAI3S
τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ ὅτι παρ᾿ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα κυρίου καὶ ὁ βασιλεὺς Σαλωμων κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν Ιερουσαλημ υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααναν θυγάτηρ Αναν υἱοῦ Ναας βασιλέως υἱῶν Αμμων καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἦν ἄνθρωπος ἐξ ὄρους Εφραιμ δοῦλος τῷ Σαλωμων καὶ ὄνομα αὐτῷ Ιεροβοαμ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρα γυνὴ πόρνη καὶ ἔδωκεν αὐτὸν Σαλωμων εἰς ἄρχοντα σκυτάλης ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηφ καὶ ᾠκοδόμησεν τῷ Σαλωμων τὴν Σαριρα τὴν ἐν ὄρει Εφραιμ καὶ ἦσαν αὐτῷ ἅρματα τριακόσια ἵππων οὗτος ᾠκοδόμησεν τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Εφραιμ οὗτος συνέκλεισεν τὴν πόλιν Δαυιδ καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν καὶ ἐζήτει Σαλωμων θανατῶσαι αὐτόν καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἦν μετ᾿ αὐτοῦ ἕως ἀπέθανεν Σαλωμων καὶ ἤκουσεν Ιεροβοαμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκεν Σαλωμων καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακιμ βασιλέως Αἰγύπτου λέγων ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου καὶ εἶπεν αὐτῷ Σουσακιμ αἴτησαί τι αἴτημα καὶ δώσω σοι καὶ Σουσακιμ ἔδωκεν τῷ Ιεροβοαμ τὴν Ανω ἀδελφὴν Θεκεμινας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως καὶ ἔτεκεν τῷ Ιεροβοαμ τὸν Αβια υἱὸν αὐτοῦ καὶ εἶπεν Ιεροβοαμ πρὸς Σουσακιμ ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι καὶ ἐξῆλθεν Ιεροβοαμ ἐξ Αἰγύπτου καὶ ἦλθεν εἰς γῆν Σαριρα τὴν ἐν ὄρει Εφραιμ καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Εφραιμ καὶ ᾠκοδόμησεν Ιεροβοαμ ἐκεῖ χάρακα καὶ ἠρρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σφόδρα καὶ ἐπορεύθη Ιεροβοαμ ἐπερωτῆσαι ὑπὲρ τοῦ παιδαρίου καὶ εἶπε πρὸς Ανω τὴν γυναῖκα αὐτοῦ ἀνάστηθι καὶ πορεύου ἐπερώτησον τὸν θεὸν ὑπὲρ τοῦ παιδαρίου εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ καὶ ἄνθρωπος ἦν ἐν Σηλω καὶ ὄνομα αὐτῷ Αχια καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν καὶ ῥῆμα κυρίου μετ᾿ αὐτοῦ καὶ εἶπεν Ιεροβοαμ πρὸς τὴν γυναῖκα αὐτοῦ ἀνάστηθι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος καὶ ἀνέστη ἡ γυνὴ καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τῷ Αχια καὶ ὁ ἄνθρωπος πρεσβύτερος καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ βλέπειν καὶ ἀνέστη ἐκ Σαριρα καὶ πορεύεται καὶ ἐγένετο εἰσελθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς Αχια τὸν Σηλωνίτην καὶ εἶπεν Αχια τῷ παιδαρίῳ αὐτοῦ ἔξελθε δὴ εἰς ἀπαντὴν Ανω τῇ γυναικὶ Ιεροβοαμ καὶ ἐρεῖς αὐτῇ εἴσελθε καὶ μὴ στῇς ὅτι τάδε λέγει κύριος σκληρὰ ἐγὼ ἐπαποστελῶ ἐπὶ σέ καὶ εἰσῆλθεν Ανω πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ καὶ εἶπεν αὐτῇ Αχια ἵνα τί μοι ἐνήνοχας ἄρτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος τάδε λέγει κύριος ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ᾿ ἐμοῦ καὶ ἔσται εἰσελθούσης σου τὴν πύλην εἰς Σαριρα καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσίν σοι τὸ παιδάριον τέθνηκεν ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξολεθρεύσω τοῦ Ιεροβοαμ οὐροῦντα πρὸς τοῖχον καὶ ἔσονται οἱ τεθνηκότες τοῦ Ιεροβοαμ ἐν τῇ πόλει καταφάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὸ παιδάριον κόψονται οὐαὶ κύριε ὅτι εὑρέθη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ κυρίου καὶ ἀπῆλθεν ἡ γυνή ὡς ἤκουσεν καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρα καὶ τὸ παιδάριον ἀπέθανεν καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν καὶ ἐπορεύθη Ιεροβοαμ εἰς Σικιμα τὴν ἐν ὄρει Εφραιμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ισραηλ καὶ ἀνέβη ἐκεῖ Ροβοαμ υἱὸς Σαλωμων καὶ λόγος κυρίου ἐγένετο πρὸς Σαμαιαν τὸν Ελαμι λέγων λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα καὶ δώσεις τῷ Ιεροβοαμ καὶ ἐρεῖς αὐτῷ τάδε λέγει κύριος λαβὲ σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσθαι σε καὶ ἔλαβεν Ιεροβοαμ καὶ εἶπεν Σαμαιας τάδε λέγει κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ισραηλ καὶ εἶπεν ὁ λαὸς πρὸς Ροβοαμ υἱὸν Σαλωμων ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ καὶ νῦν εἰ κουφιεῖς σὺ ἐφ᾿ ἡμᾶς καὶ δουλεύσομέν σοι καὶ εἶπεν Ροβοαμ πρὸς τὸν λαόν ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα καὶ εἶπεν Ροβοαμ εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους καὶ συμβουλεύσομαι μετ᾿ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐλάλησεν Ροβοαμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτόν καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ οὕτως ἐλάλησεν πρὸς σὲ ὁ λαός καὶ διεσκέδασεν Ροβοαμ τὴν βουλὴν αὐτῶν καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά καὶ ταῦτα ἀπέστειλεν πρός με λέγων ὁ λαός καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν ἐγὼ δὲ κατάρξω ὑμῶν ἐν σκορπίοις καὶ ἤρεσεν τὸ ῥῆμα ἐνώπιον Ροβοαμ καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια καὶ εἶπεν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς ἕκαστος τῷ πλησίον αὐτοῦ καὶ ἀνέκραξαν ἅπαντες λέγοντες οὐ μερὶς ἡμῖν ἐν Δαυιδ οὐδὲ κληρονομία ἐν υἱῷ Ιεσσαι εἰς τὰ σκηνώματά σου Ισραηλ ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικιμων καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ καὶ κατεκράτησεν Ροβοαμ καὶ ἀπῆλθεν καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς Ιερουσαλημ καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ιουδα καὶ πᾶν σκῆπτρον Βενιαμιν καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισεν Ροβοαμ πάντα ἄνδρα Ιουδα καὶ Βενιαμιν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ιεροβοαμ εἰς Σικιμα καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων εἰπὸν τῷ Ροβοαμ βασιλεῖ Ιουδα καὶ πρὸς πάντα οἶκον Ιουδα καὶ Βενιαμιν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ισραηλ ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ὅτι παρ᾿ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ ἀνέσχον τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα κυρίου -
1 Krl 15,19
LXX · V.AAD2S
διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον δεῦρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασα βασιλέα Ισραηλ καὶ ἀναβήσεται ἀπ᾿ ἐμοῦ -
2 Krn 16,3
LXX · V.AAD2S
διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον δεῦρο καὶ διασκέδασον ἀπ᾿ ἐμοῦ τὸν Βαασα βασιλέα Ισραηλ καὶ ἀπελθέτω ἀπ᾿ ἐμοῦ -
Ezd 4,5
LXX · V.AAN
καὶ μισθούμενοι ἐπ᾿ αὐτοὺς βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσῶν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσῶν -
Ezd 9,14
LXX · V.AAN
ὅτι ἐπεστρέψαμεν διασκεδάσαι ἐντολάς σου καὶ ἐπιγαμβρεῦσαι τοῖς λαοῖς τῶν γαιῶν μὴ παροξυνθῇς ἐν ἡμῖν ἕως συντελείας τοῦ μὴ εἶναι ἐγκατάλειμμα καὶ διασῳζόμενον -
Ne 4,9
LXX · V.AAI3S
καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν ὅτι ἐγνώσθη ἡμῖν καὶ διεσκέδασεν ὁ θεὸς τὴν βουλὴν αὐτῶν καὶ ἐπεστρέψαμεν πάντες ἡμεῖς εἰς τὸ τεῖχος ἀνὴρ εἰς τὸ ἔργον αὐτοῦ -
1 Mch 2,31
LXX · V.AAI3P
καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν αἳ ἦσαν ἐν Ιερουσαλημ πόλει Δαυιδ ὅτι κατέβησαν ἄνδρες οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ -
1 Mch 6,59
LXX · V.AAI1P
καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον χάριν γὰρ τῶν νομίμων αὐτῶν ὧν διεσκεδάσαμεν ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα -
Hi 16,12
LXX · V.AAI3S
εἰρηνεύοντα διεσκέδασέν με λαβών με τῆς κόμης διέτιλεν κατέστησέν με ὥσπερ σκοπόν -
Hi 38,24
LXX · V.PPI3S
πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ᾿ οὐρανόν -
Ps 33,10
LXX · V.PAI3S
κύριος διασκεδάζει βουλὰς ἐθνῶν ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων -
Ps 89,34
LXX · V.AAS1S
τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾿ αὐτοῦ οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου -
Ps 119,126
LXX · V.AAI3P
καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ διεσκέδασαν τὸν νόμον σου -
Koh 12,5
LXX · V.APS3S
καί γε ἀπὸ ὕψους ὄψονται καὶ θάμβοι ἐν τῇ ὁδῷ καὶ ἀνθήσῃ τὸ ἀμύγδαλον καὶ παχυνθῇ ἡ ἀκρίς καὶ διασκεδασθῇ ἡ κάππαρις ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι -
Mdr 2,4
LXX · V.FPI3S
καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνῳ καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης καὶ ὡς ὁμίχλη διασκεδασθήσεται διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα -
Iz 8,10
LXX · V.FAI3S
καὶ ἣν ἂν βουλεύσησθε βουλήν διασκεδάσει κύριος καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ὑμῖν ὅτι μεθ᾿ ἡμῶν κύριος ὁ θεός -
Iz 9,3
LXX · V.AAI3S
διότι ἀφῄρηται ὁ ζυγὸς ὁ ἐπ᾿ αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν κύριος ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιαμ -
Iz 9,10
LXX · V.FAI3S
καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπ᾿ ὄρος Σιων ἐπ᾿ αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει -
Iz 14,27
LXX · V.FAI3S
ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται τίς διασκεδάσει καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει -
Iz 19,3
LXX · V.FAI1S
καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους -
Iz 32,7
LXX · V.AAN
ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει -
Iz 44,25
LXX · V.FAI3S
διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων -
Jr 11,10
LXX · V.AAI3P
ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον οἳ οὐκ ἤθελον εἰσακοῦσαι τῶν λόγων μου καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ διεσκέδασαν οἶκος Ισραηλ καὶ οἶκος Ιουδα τὴν διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν -
Jr 14,21
LXX · V.AAS2S
κόπασον διὰ τὸ ὄνομά σου μὴ ἀπολέσῃς θρόνον δόξης σου μνήσθητι μὴ διασκεδάσῃς τὴν διαθήκην σου τὴν μεθ᾿ ἡμῶν -
Dn 3,34
LXX · V.AAS2S
μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς σου τὴν διαθήκην -
Ha 1,4
LXX · V.XMI3S
διὰ τοῦτο διεσκέδασται νόμος καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον -
Za 11,10
LXX · V.AAN
καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλὴν καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς -
Za 11,11
LXX · V.FPI3S
καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα διότι λόγος κυρίου ἐστίν -
Za 11,14
LXX · V.AAN
καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ Σχοίνισμα τοῦ διασκεδάσαι τὴν κατάσχεσιν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τοῦ Ισραηλ -
Ml 2,2
LXX · V.AAS1S
ἐὰν μὴ ἀκούσητε καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου λέγει κύριος παντοκράτωρ καὶ ἐξαποστελῶ ἐφ᾿ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν καὶ οὐκ ἔσται ἐν ὑμῖν ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)