G1957 — 8 wystąpień
G1957 · ἐπιμαρτυρέω (epimartureō) · to testify to — ἐπι-μαρτυρέω , -ῶ ; to bear witness to : with accusative and inf., 1Pe.5:12 ,†; (AS) [STEPBible CC BY]
1 Krl 1Ne 3Syr 1Jr 1Am 11 P 1
-
1 Krl 2,42
LXX · V.AMI1S
καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμεϊ καὶ εἶπεν πρὸς αὐτόν οὐχὶ ὥρκισά σε κατὰ τοῦ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ιερουσαλημ καὶ πορευθῇς εἰς δεξιὰ ἢ εἰς ἀριστερά γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ -
Ne 9,29
LXX · V.AMI2S
καὶ ἐπεμαρτύρω αὐτοῖς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου καὶ οὐκ ἤκουσαν ἀλλὰ ἐν ταῖς ἐντολαῖς σου καὶ ἐν τοῖς κρίμασί σου ἡμάρτοσαν ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς καὶ ἔδωκαν νῶτον ἀπειθοῦντα καὶ τράχηλον αὐτῶν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν -
Ne 9,30
LXX · V.AMI2S
καὶ εἵλκυσας ἐπ᾿ αὐτοὺς ἔτη πολλὰ καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου καὶ οὐκ ἠνωτίσαντο καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαῶν τῆς γῆς -
Ne 13,15
LXX · V.AMI1S
ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ιουδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς Ιερουσαλημ ἐν ἡμέρᾳ τοῦ σαββάτου καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν -
Syr 46,19
LXX · V.AMI3S
καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι κυρίου καὶ χριστοῦ αὐτοῦ χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος -
Jr 39,25
LXX · V.AMI1S
καὶ σὺ λέγεις πρός με κτῆσαι σεαυτῷ ἀγρὸν ἀργυρίου καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων -
Am 3,13
LXX · V.AMD2P
ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ιακωβ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ -
1 P 5,12
SBLGNT · -PAPNSM-
Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν στῆτε.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)