G1939 — 93 wystąpień
G1939 · ἐπιθυμία (epithumia) · desire — ἐπιθυμία , -ας, ἡ; (έπιθυμέω), [in LXX chiefly for תַּאֲוָה, אָוָה; also for חֶמֶד, etc. ;] ; desire, longing : Luk.22:15 (see: ἐπιθυμέω), Php.1:23 , 1Th.2:17 , Rev.18:14 ; p1., Mrk.4:19; esp. with ref. to forbidden things, desire, lust (Vg., conc… [STEPBible CC BY]
Rdz 2Lb 5Pwt 42 Krn 1Hi 1Ps 11Prz 9Pnp 1Mdr 6Syr 9Jr 1Dn 5Mk 1Łk 1J 1Rz 5Ga 2Ef 2Flp 1Kol 11 Tes 21 Tm 12 Tm 3Tt 2Jk 21 P 42 P 41 J 3Jud 2Ap 1
-
Rdz 31,30
LXX · N.DSF
νῦν οὖν πεπόρευσαι ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου ἵνα τί ἔκλεψας τοὺς θεούς μου -
Rdz 49,6
LXX · N.DSF
εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον -
Lb 11,4
LXX · N.ASF
καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησαν ἐπιθυμίαν καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ισραηλ καὶ εἶπαν τίς ἡμᾶς ψωμιεῖ κρέα -
Lb 11,34
LXX · N.GSF
καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου μνήματα τῆς ἐπιθυμίας ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν -
Lb 11,35
LXX · N.GSF
ἀπὸ μνημάτων ἐπιθυμίας ἐξῆρεν ὁ λαὸς εἰς Ασηρωθ καὶ ἐγένετο ὁ λαὸς ἐν Ασηρωθ -
Lb 33,16
LXX · N.GSF
καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σινα καὶ παρενέβαλον ἐν Μνήμασιν τῆς ἐπιθυμίας -
Lb 33,17
LXX · N.GSF
καὶ ἀπῆραν ἐκ Μνημάτων ἐπιθυμίας καὶ παρενέβαλον ἐν Ασηρωθ -
Pwt 9,22
LXX · N.GSF
καὶ ἐν τῷ Ἐμπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ καὶ ἐν τοῖς Μνήμασιν τῆς ἐπιθυμίας παροξύνοντες ἦτε κύριον τὸν θεὸν ὑμῶν -
Pwt 12,15
LXX · N.DSF
ἀλλ᾿ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις καὶ φάγῃ κρέα κατὰ τὴν εὐλογίαν κυρίου τοῦ θεοῦ σου ἣν ἔδωκέν σοι ἐν πάσῃ πόλει ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ ὡς δορκάδα ἢ ἔλαφον -
Pwt 12,20
LXX · N.DSF
ἐὰν δὲ ἐμπλατύνῃ κύριος ὁ θεός σου τὰ ὅριά σου καθάπερ ἐλάλησέν σοι καὶ ἐρεῖς φάγομαι κρέα ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα ἐν πάσῃ ἐπιθυμίᾳ τῆς ψυχῆς σου φάγῃ κρέα -
Pwt 12,21
LXX · N.ASF
ἐὰν δὲ μακρότερον ἀπέχῃ σου ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ θύσεις ἀπὸ τῶν βοῶν σου καὶ ἀπὸ τῶν προβάτων σου ὧν ἂν δῷ ὁ θεός σοι ὃν τρόπον ἐνετειλάμην σοι καὶ φάγῃ ἐν ταῖς πόλεσίν σου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου -
2 Krn 8,6
LXX · N.ASF
καὶ τὴν Βααλαθ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς αἳ ἦσαν τῷ Σαλωμων καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ τὰς πόλεις τῶν ἱππέων καὶ ὅσα ἐπεθύμησεν Σαλωμων κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν τῷ Λιβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ -
Hi 20,20
LXX · N.DSF
οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται -
Ps 10,3
LXX · N.DPF
ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ καὶ ὁ ἀδικῶν ἐνευλογεῖται -
Ps 10,17
LXX · N.ASF
τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν κύριος τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου -
Ps 21,3
LXX · N.ASF
τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν διάψαλμα -
Ps 38,10
LXX · N.NSF
κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἐκρύβη -
Ps 78,29
LXX · N.ASF
καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν σφόδρα καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς -
Ps 78,30
LXX · N.GSF
οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν -
Ps 103,5
LXX · N.ASF
τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου -
Ps 106,14
LXX · N.ASF
καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ καὶ ἐπείρασαν τὸν θεὸν ἐν ἀνύδρῳ -
Ps 112,10
LXX · N.NSF
ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται -
Ps 127,5
LXX · N.ASF
μακάριος ἄνθρωπος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν οὐ καταισχυνθήσονται ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ -
Ps 140,9
LXX · N.GSF
μὴ παραδῷς με κύριε ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ διελογίσαντο κατ᾿ ἐμοῦ μὴ ἐγκαταλίπῃς με μήποτε ὑψωθῶσιν διάψαλμα -
Prz 6,25
LXX · N.NSF
μή σε νικήσῃ κάλλους ἐπιθυμία μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων -
Prz 10,24
LXX · N.NSF
ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται ἐπιθυμία δὲ δικαίου δεκτή -
Prz 11,23
LXX · N.NSF
ἐπιθυμία δικαίων πᾶσα ἀγαθή ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται -
Prz 12,12
LXX · N.NPF
ἐπιθυμίαι ἀσεβῶν κακαί αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν -
Prz 13,4
LXX · N.DPF
ἐν ἐπιθυμίαις ἐστὶν πᾶς ἀεργός χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ -
Prz 13,12
LXX · N.NSF
κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή -
Prz 13,19
LXX · N.NPF
ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως -
Prz 21,25
LXX · N.NPF
ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι -
Prz 21,26
LXX · N.APF
ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτίρει ἀφειδῶς -
Pnp 5,16
LXX · N.NSF
φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου θυγατέρες Ιερουσαλημ -
Mdr 4,12
LXX · N.GSF
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον -
Mdr 6,17
LXX · N.NSF
ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία φροντὶς δὲ παιδείας ἀγάπη -
Mdr 6,20
LXX · N.NSF
ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν -
Mdr 16,2
LXX · N.ASF
ἀνθ᾿ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν τροφὴν ἡτοίμασας ὀρτυγομήτραν -
Mdr 16,21
LXX · N.DSF
ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν πρὸς τέκνα ἐνεφάνιζεν γλυκύτητα τῇ δὲ τοῦ προσφερομένου ἐπιθυμίᾳ ὑπηρετῶν πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο -
Mdr 19,11
LXX · N.DSF
ἐφ᾿ ὑστέρῳ δὲ εἶδον καὶ γένεσιν νέαν ὀρνέων ὅτε ἐπιθυμίᾳ προαχθέντες ᾐτήσαντο ἐδέσματα τρυφῆς -
Syr 3,29
LXX · N.NSF
καρδία συνετοῦ διανοηθήσεται παραβολήν καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ -
Syr 5,2
LXX · N.DPF
μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου -
Syr 6,37
LXX · N.NSF
διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός αὐτὸς στηριεῖ τὴν καρδίαν σου καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι -
Syr 14,14
LXX · N.GSF
μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω -
Syr 18,30
LXX · N.GPF
ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου -
Syr 18,31
LXX · N.GSF
ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου -
Syr 20,4
LXX · N.NSF
ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα -
Syr 23,5
LXX · N.ASF
καὶ ἐπιθυμίαν ἀπόστρεψον ἀπ᾿ ἐμοῦ -
Syr 36,22
LXX · N.ASF
κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει -
Jr 2,24
LXX · N.DPF
ἐπλάτυνεν ἐφ᾿ ὕδατα ἐρήμου ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο παρεδόθη τίς ἐπιστρέψει αὐτήν πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)