G1887 — 40 wystąpień
G1887 · ἐπαύριον (epaurion) · the next day — ἐπ-αύριον , ; adv. [in LXX for מָחָר, Gen.30:33 , elsewhere, Exo.9:6 , al., for מׇחֳרָת ;] ; on the morrow : in NT, ἡ ἐ. (sc. ἡμέρα), Mat.27:62 , Mrk.11:12 , Jhn.1:29 , Act.10:9 , al ; (AS) [STEPBible CC BY]
Rdz 1Wj 3Kpł 3Lb 4Sdz 31 Sm 32 Sm 12 Krl 11 Krn 1Jdt 1Dn 1Jon 1Mt 1Mk 1J 5Dz 10
-
Rdz 19,34
LXX · D
ἐγένετο δὲ τῇ ἐπαύριον καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν ἰδοὺ ἐκοιμήθην ἐχθὲς μετὰ τοῦ πατρὸς ἡμῶν ποτίσωμεν αὐτὸν οἶνον καὶ τὴν νύκτα ταύτην καὶ εἰσελθοῦσα κοιμήθητι μετ᾿ αὐτοῦ καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα -
Wj 9,6
LXX · D
καὶ ἐποίησεν κύριος τὸ ῥῆμα τοῦτο τῇ ἐπαύριον καὶ ἐτελεύτησεν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐκ ἐτελεύτησεν οὐδέν -
Wj 18,13
LXX · D
καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισεν Μωυσῆς κρίνειν τὸν λαόν παρειστήκει δὲ πᾶς ὁ λαὸς Μωυσεῖ ἀπὸ πρωίθεν ἕως ἑσπέρας -
Wj 32,6
LXX · D
καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα καὶ προσήνεγκεν θυσίαν σωτηρίου καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν -
Kpł 23,11
LXX · D
καὶ ἀνοίσει τὸ δράγμα ἔναντι κυρίου δεκτὸν ὑμῖν τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς -
Kpł 23,15
LXX · D
καὶ ἀριθμήσετε ὑμεῖς ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος ἑπτὰ ἑβδομάδας ὁλοκλήρους -
Kpł 23,16
LXX · D
ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας καὶ προσοίσετε θυσίαν νέαν τῷ κυρίῳ -
Lb 11,32
LXX · D
καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν ὁ τὸ ὀλίγον συνήγαγεν δέκα κόρους καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς -
Lb 17,6
LXX · D
καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ισραηλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ααρων λέγοντες ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν κυρίου -
Lb 17,23
LXX · D
καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ααρων εἰς οἶκον Λευι καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα -
Lb 33,3
LXX · D
ἀπῆραν ἐκ Ραμεσση τῷ μηνὶ τῷ πρώτῳ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου τῇ ἐπαύριον τοῦ πασχα ἐξῆλθον οἱ υἱοὶ Ισραηλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων -
Sdz 6,38
LXX · D
καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν τῇ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον καὶ ἔσταξεν δρόσος ἀπὸ τοῦ πόκου πλήρης λεκάνη ὕδατος -
Sdz 9,42
LXX · D
καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸν ἀγρόν καὶ ἀνήγγειλεν τῷ Αβιμελεχ -
Sdz 21,4
LXX · D
καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας -
1 Sm 20,27
LXX · D
καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυιδ καὶ εἶπεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ιεσσαι καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν -
1 Sm 30,17
LXX · D
καὶ ἦλθεν ἐπ᾿ αὐτοὺς Δαυιδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ᾿ ἢ τετρακόσια παιδάρια ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον -
1 Sm 31,8
LXX · D
καὶ ἐγενήθη τῇ ἐπαύριον καὶ ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσιν τὸν Σαουλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουε -
2 Sm 11,12
LXX · D
καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν κάθισον ἐνταῦθα καί γε σήμερον καὶ αὔριον ἐξαποστελῶ σε καὶ ἐκάθισεν Ουριας ἐν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον -
2 Krl 8,15
LXX · D
καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸ μαχμα καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ καὶ ἀπέθανεν καὶ ἐβασίλευσεν Αζαηλ ἀντ᾿ αὐτοῦ -
1 Krn 29,21
LXX · D
καὶ ἔθυσεν Δαυιδ τῷ κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους κριοὺς χιλίους ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ισραηλ -
Jdt 7,1
LXX · D
τῇ δὲ ἐπαύριον παρήγγειλεν Ολοφέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ -
Dn 14,15
LXX · D
καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον οἱ δὲ ἱερεῖς τοῦ Βηλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βηλ καὶ ἐξέπιον τὸν οἶνον καὶ εἶπεν Δανιηλ ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν ἄνδρες ἱερεῖς καὶ σὺ δέ βασιλεῦ σκέψαι μή τί σοι ἀσύμφωνον γεγένηται καὶ εὗρον ὡς ἦν ἡ σφραγίς καὶ ἀπέβαλον τὴν σφραγῖδα -
Jon 4,7
LXX · D
καὶ προσέταξεν ὁ θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον καὶ ἐπάταξεν τὴν κολόκυνθαν καὶ ἀπεξηράνθη -
Mt 27,62
SBLGNT · --------
Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον -
Mk 11,12
SBLGNT · --------
Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. -
J 1,29
SBLGNT · --------
Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. -
J 1,35
SBLGNT · --------
Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, -
J 1,43
SBLGNT · --------
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθει μοι. -
J 6,22
SBLGNT · --------
Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· -
J 12,12
SBLGNT · --------
Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ⸁ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, -
Dz 10,9
SBLGNT · --------
Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. -
Dz 10,23
SBLGNT · --------
εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ. -
Dz 10,24
SBLGNT · --------
τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. -
Dz 14,20
SBLGNT · --------
κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην. -
Dz 20,7
SBLGNT · --------
Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. -
Dz 21,8
SBLGNT · --------
τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ’ αὐτῷ. -
Dz 22,30
SBLGNT · --------
Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς. -
Dz 23,32
SBLGNT · --------
τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· -
Dz 25,6
SBLGNT · --------
Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι. -
Dz 25,23
SBLGNT · --------
Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ’ ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)