G1841 — 67 wystąpień
G1841 · ἔξοδος (exodos) · departure — ἔξ-οδος , -ου, ὁ; (ὁδός), [in LXX chiefly for מוֹצָא also חוּץ, etc. ;] ; a going out, departure : Heb.11:22; of death, Luk.9:31 , 2Pe.1:15 .†; (AS) [STEPBible CC BY]
Wj 2Lb 2Sdz 21 Sm 12 Sm 31 Krl 62 Krl 11 Krn 22 Krn 5Ne 1Jdt 2Hi 1Ps 7Prz 8Mdr 2Syr 5Iz 2Jr 1Lm 6Ez 4Mi 1Łk 1Hbr 12 P 1
-
Wj 19,1
LXX · N.GSF
τοῦ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου τῇ ἡμέρᾳ ταύτῃ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ Σινα -
Wj 23,16
LXX · N.GSF
καὶ ἑορτὴν θερισμοῦ πρωτογενημάτων ποιήσεις τῶν ἔργων σου ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου καὶ ἑορτὴν συντελείας ἐπ᾿ ἐξόδου τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων σου τῶν ἐκ τοῦ ἀγροῦ σου -
Lb 33,38
LXX · N.GSF
καὶ ἀνέβη Ααρων ὁ ἱερεὺς διὰ προστάγματος κυρίου καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός -
Lb 35,26
LXX · N.DSF
ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ ὁ φονεύσας τὰ ὅρια τῆς πόλεως εἰς ἣν κατέφυγεν ἐκεῖ -
Sdz 5,4
LXX · N.DSF
κύριε ἐν τῇ ἐξόδῳ σου ἐν Σηιρ ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ -
Sdz 5,31
LXX · N.NSF
οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη -
1 Sm 29,6
LXX · N.NSF
καὶ ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἶπεν αὐτῷ ζῇ κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ᾿ ἐμοῦ ἐν τῇ παρεμβολῇ καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾿ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ -
2 Sm 1,20
LXX · N.DPF
μὴ ἀναγγείλητε ἐν Γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκαλῶνος μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων -
2 Sm 3,25
LXX · N.ASF
ἦ οὐκ οἶδας τὴν κακίαν Αβεννηρ υἱοῦ Νηρ ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα ὅσα σὺ ποιεῖς -
2 Sm 22,43
LXX · N.GPF
καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς -
1 Krl 2,37
LXX · N.GSF
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κεδρων γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ -
1 Krl 3,7
LXX · N.ASF
καὶ νῦν κύριε ὁ θεός μου σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου -
1 Krl 6,1
LXX · N.GSF
καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν Ισραηλ ἐξ Αἰγύπτου τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμων ἐπὶ Ισραηλ καὶ ἐνετείλατο ὁ βασιλεὺς καὶ αἴρουσιν λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου καὶ λίθους ἀπελεκήτους καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμων καὶ οἱ υἱοὶ Χιραμ καὶ ἔβαλαν αὐτούς ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐθεμελίωσεν τὸν οἶκον κυρίου ἐν μηνὶ Νισω τῷ δευτέρῳ μηνί ἐν ἑνδεκάτῳ ἐνιαυτῷ ἐν μηνὶ Βααλ οὗτος ὁ μὴν ὁ ὄγδοος συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ -
1 Krl 10,28
LXX · N.NSF
καὶ ἡ ἔξοδος τῶν ἵππων Σαλωμων ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουε ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐκ Θεκουε ἐν ἀλλάγματι -
1 Krl 10,29
LXX · N.NSF
καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου καὶ οὕτω πᾶσιν τοῖς βασιλεῦσιν Χεττιιν καὶ βασιλεῦσιν Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο -
1 Krl 21,34
LXX · N.APF
καὶ εἶπεν πρὸς αὐτόν τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου ἀποδώσω σοι καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν -
2 Krl 19,27
LXX · N.ASF
καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ᾿ ἐμέ -
1 Krn 5,16
LXX · N.GSF
κατῴκουν ἐν Γαλααδ ἐν Βασαν καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρων ἕως ἐξόδου -
1 Krn 20,1
LXX · N.DSF
καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν Ιωαβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς καὶ ἔφθειραν τὴν χώραν υἱῶν Αμμων καὶ ἦλθεν καὶ περιεκάθισεν τὴν Ραββα καὶ Δαυιδ ἐκάθητο ἐν Ιερουσαλημ καὶ ἐπάταξεν Ιωαβ τὴν Ραββα καὶ κατέσκαψεν αὐτήν -
2 Krn 1,16
LXX · N.NSF
καὶ ἡ ἔξοδος τῶν ἵππων τῶν Σαλωμων ἐξ Αἰγύπτου καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως ἐμπορεύεσθαι ἠγόραζον -
2 Krn 9,28
LXX · N.NSF
καὶ ἡ ἔξοδος τῶν ἵππων ἐξ Αἰγύπτου τῷ Σαλωμων καὶ ἐκ πάσης τῆς γῆς -
2 Krn 16,1
LXX · N.ASF
καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ασα ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ᾠκοδόμησεν τὴν Ραμα τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ασα βασιλεῖ Ιουδα -
2 Krn 23,8
LXX · N.GSF
καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς Ιουδα κατὰ πάντα ὅσα ἐνετείλατο Ιωδαε ὁ ἱερεύς καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ᾿ ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου ὅτι οὐ κατέλυσεν Ιωδαε τὰς ἐφημερίας -
2 Krn 32,30
LXX · N.ASF
αὐτὸς Εζεκιας ἐνέφραξεν τὴν ἔξοδον τοῦ ὕδατος Γιων τὸ ἄνω καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυιδ καὶ εὐοδώθη Εζεκιας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ -
Ne 4,15
LXX · N.GSF
καὶ ἡμεῖς ποιοῦντες τὸ ἔργον καὶ ἥμισυ αὐτῶν κρατοῦντες τὰς λόγχας ἀπὸ ἀναβάσεως τοῦ ὄρθρου ἕως ἐξόδου τῶν ἄστρων -
Jdt 1,4
LXX · N.APF
καὶ ἐποίησεν τὰς πύλας αὐτῆς πύλας διεγειρομένας εἰς ὕψος πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτῆς πήχεις τεσσαράκοντα εἰς ἐξόδους δυνάμεως δυνατῶν αὐτοῦ καὶ διατάξεις τῶν πεζῶν αὐτοῦ -
Jdt 13,3
LXX · N.ASF
καὶ εἶπεν Ιουδιθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς καθάπερ καθ᾿ ἡμέραν ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς καὶ τῷ Βαγώᾳ ἐλάλησεν κατὰ τὰ ῥήματα ταῦτα -
Hi 38,27
LXX · N.ASF
τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης -
Ps 19,7
LXX · N.NSF
ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ -
Ps 65,9
LXX · N.APF
καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις -
Ps 75,7
LXX · N.GPF
ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων -
Ps 105,38
LXX · N.DSF
εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ᾿ αὐτούς -
Ps 114,1
LXX · N.DSF
αλληλουια ἐν ἐξόδῳ Ισραηλ ἐξ Αἰγύπτου οἴκου Ιακωβ ἐκ λαοῦ βαρβάρου -
Ps 121,8
LXX · N.ASF
κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος -
Ps 144,13
LXX · N.DPF
τὰ ταμίεια αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο τὰ πρόβατα αὐτῶν πολυτόκα πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν -
Prz 1,20
LXX · N.DPF
σοφία ἐν ἐξόδοις ὑμνεῖται ἐν δὲ πλατείαις παρρησίαν ἄγει -
Prz 4,23
LXX · N.NPF
πάσῃ φυλακῇ τήρει σὴν καρδίαν ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς -
Prz 8,35
LXX · N.NPF
αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ κυρίου -
Prz 8,35
LXX · N.NPF
αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ κυρίου -
Prz 24,27
LXX · N.ASF
ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου -
Prz 30,12
LXX · N.ASF
ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν -
Prz 32,13
LXX · N.NSF
ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ -
Prz 32,26
LXX · N.ASF
ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς -
Mdr 3,2
LXX · N.NSF
ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν -
Mdr 7,6
LXX · N.NSF
μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση -
Syr 38,23
LXX · N.DSF
ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ -
Syr 40,1
LXX · N.GSF
ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ᾿ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων -
Syr 43,2
LXX · N.DSF
ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν ἔργον ὑψίστου -
Syr 50,5
LXX · N.DSF
ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ ἐν ἐξόδῳ οἴκου καταπετάσματος -
Syr 50,8
LXX · N.DSF
ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων ὡς κρίνα ἐπ᾿ ἐξόδῳ ὕδατος ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις θέρους
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)