G1817 — 38 wystąpień
G1817 · ἐξανίστημι (exanistēmi) · to raise up — ἐξ-ανίσημι ; [in LXX chiefly for קוּם ;] ; __1. trans., to raise up : σπέρμα (cf. Gen.38:8 ), Mrk.12:19 , Luk.20:28 . ; __2. In 2 aor. act., intrans., to rise : Act.15:5. †; (AS) [STEPBible CC BY]
Rdz 5Wj 2Kpł 1Lb 1Joz 3Sdz 11 Krl 3Est 11 Mch 32 Mch 1Hi 1Syr 2Iz 4Jr 1Ez 2Dn 1Oz 1Ab 1Jon 1Mk 1Łk 1Dz 1
-
Rdz 4,25
LXX · V.AAI3S
ἔγνω δὲ Αδαμ Ευαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σηθ λέγουσα ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Αβελ ὃν ἀπέκτεινεν Καιν -
Rdz 18,16
LXX · V.AAPNPM
ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδομων καὶ Γομορρας Αβρααμ δὲ συνεπορεύετο μετ᾿ αὐτῶν συμπροπέμπων αὐτούς -
Rdz 19,1
LXX · V.AAI3S
ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σοδομα ἑσπέρας Λωτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδομων ἰδὼν δὲ Λωτ ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησεν τῷ προσώπῳ ἐπὶ τὴν γῆν -
Rdz 19,32
LXX · V.AAS1P
δεῦρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον καὶ κοιμηθῶμεν μετ᾿ αὐτοῦ καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα -
Rdz 19,34
LXX · V.AAS1P
ἐγένετο δὲ τῇ ἐπαύριον καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν ἰδοὺ ἐκοιμήθην ἐχθὲς μετὰ τοῦ πατρὸς ἡμῶν ποτίσωμεν αὐτὸν οἶνον καὶ τὴν νύκτα ταύτην καὶ εἰσελθοῦσα κοιμήθητι μετ᾿ αὐτοῦ καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα -
Wj 10,23
LXX · V.AAI3S
καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας πᾶσι δὲ τοῖς υἱοῖς Ισραηλ ἦν φῶς ἐν πᾶσιν οἷς κατεγίνοντο -
Wj 21,19
LXX · V.AAPNSM
ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου ἀθῷος ἔσται ὁ πατάξας πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτείσει καὶ τὰ ἰατρεῖα -
Kpł 19,32
LXX · V.FMI2S
ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου καὶ φοβηθήσῃ τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν -
Lb 25,7
LXX · V.AAI3S
καὶ ἰδὼν Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ -
Joz 8,7
LXX · V.FMI2P
ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν -
Joz 8,18
LXX · V.FMI3P
καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν ἔκτεινον τὴν χεῖρά σου ἐν τῷ γαίσῳ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξέτεινεν Ἰησοῦς τὴν χεῖρα αὐτοῦ τὸν γαῖσον ἐπὶ τὴν πόλιν -
Joz 8,19
LXX · V.AAI3P
καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλθοσαν ὅτε ἐξέτεινεν τὴν χεῖρα καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί -
Sdz 3,20
LXX · V.AAI3S
καὶ Αωδ εἰσῆλθεν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος καὶ εἶπεν Αωδ λόγος θεοῦ μοι πρὸς σέ βασιλεῦ καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Εγλωμ ἐγγὺς αὐτοῦ -
1 Krl 1,49
LXX · V.AAI3P
καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ τοῦ Αδωνιου καὶ ἀπῆλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ -
1 Krl 2,19
LXX · V.AAI3S
καὶ εἰσῆλθεν Βηρσαβεε πρὸς τὸν βασιλέα Σαλωμων λαλῆσαι αὐτῷ περὶ Αδωνιου καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ -
1 Krl 18,27
LXX · V.FMI3S
καὶ ἐγένετο μεσημβρίᾳ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἶπεν ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ ὅτι θεός ἐστιν ὅτι ἀδολεσχία αὐτῷ ἐστιν καὶ ἅμα μήποτε χρηματίζει αὐτός ἢ μήποτε καθεύδει αὐτός καὶ ἐξαναστήσεται -
Est 7,7
LXX · V.AAI3S
ὁ δὲ βασιλεὺς ἐξανέστη ἐκ τοῦ συμποσίου εἰς τὸν κῆπον ὁ δὲ Αμαν παρῃτεῖτο τὴν βασίλισσαν ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα -
1 Mch 9,40
LXX · V.AAI3P
καὶ ἐξανέστησαν ἐπ᾿ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν -
1 Mch 11,69
LXX · V.AAI3P
τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν καὶ συνῆψαν πόλεμον -
1 Mch 16,16
LXX · V.AAI3S
καὶ ὅτε ἐμεθύσθη Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ ἐξανέστη Πτολεμαῖος καὶ οἱ παρ᾿ αὐτοῦ καὶ ἔλαβον τὰ ὅπλα αὐτῶν καὶ ἐπεισῆλθον τῷ Σιμωνι εἰς τὸ συμπόσιον καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς δύο υἱοὺς αὐτοῦ καί τινας τῶν παιδαρίων αὐτοῦ -
2 Mch 14,45
LXX · V.AAPNSM
ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων δρόμῳ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος -
Hi 4,4
LXX · V.AAI2S
ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας -
Syr 8,11
LXX · V.AAS2S
μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου -
Syr 17,23
LXX · V.FMI3S
μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει -
Iz 29,8
LXX · V.AAPNPM
καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πίνοντες καὶ ἔσθοντες καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων -
Iz 29,8
LXX · V.AAPNSM
καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πίνοντες καὶ ἔσθοντες καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων -
Iz 37,36
LXX · V.AAPNPM
καὶ ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ἐξαναστάντες τὸ πρωὶ εὗρον πάντα τὰ σώματα νεκρά -
Iz 61,4
LXX · V.FAI3P
καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας ἐξηρημωμένας πρότερον ἐξαναστήσουσιν καὶ καινιοῦσιν πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς -
Jr 28,29
LXX · V.AAI3S
ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσεν διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν -
Ez 7,10
LXX · V.XAI3S
ἰδοὺ τὸ πέρας ἥκει ἰδοὺ ἡμέρα κυρίου εἰ καὶ ἡ ῥάβδος ἤνθηκεν ἡ ὕβρις ἐξανέστηκεν -
Ez 25,15
LXX · V.AAI3P
διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ᾿ ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως αἰῶνος -
Dn 5,6
LXX · V.AAI3S
καὶ ἡ ὅρασις αὐτοῦ ἠλλοιώθη καὶ φόβοι καὶ ὑπόνοιαι αὐτὸν κατέσπευδον ἔσπευσεν οὖν ὁ βασιλεὺς καὶ ἐξανέστη καὶ ἑώρα τὴν γραφὴν ἐκείνην καὶ οἱ συνεταῖροι κύκλῳ αὐτοῦ ἐκαυχῶντο -
Oz 10,14
LXX · V.FMI3S
καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται ὡς ἄρχων Σαλαμαν ἐκ τοῦ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν -
Ab 1,1
LXX · V.AAS1P
ὅρασις Αβδιου τάδε λέγει κύριος ὁ θεὸς τῇ Ιδουμαίᾳ ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ᾿ αὐτὴν εἰς πόλεμον -
Jon 3,6
LXX · V.AAI3S
καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευη καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφ᾿ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ -
Mk 12,19
SBLGNT · 3AAS-S--
Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. -
Łk 20,28
SBLGNT · 3AAS-S--
λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. -
Dz 15,5
SBLGNT · 3AAI-P--
ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)