G1801 — 36 wystąpień
G1801 · ἐνωτίζομαι (enōtizomai) · to listen to — ἐνωτίζομαι ; (οὖς), ; depon. mid., ; [in LXX chiefly for אָזַן hi. ;] ; to give ear to, hearken to : with accusative, Act.2:14. †; Also used for יָחַל שָׁמַע ; (AS) [STEPBible CC BY]
Rdz 1Wj 1Lb 1Sdz 1Ne 1Hi 6Ps 11Mdr 1Syr 1Iz 5Jr 3Ba 1Oz 1Jl 1Dz 1
-
Rdz 4,23
LXX · V.AMD2P
εἶπεν δὲ Λαμεχ ταῖς ἑαυτοῦ γυναιξίν Αδα καὶ Σελλα ἀκούσατέ μου τῆς φωνῆς γυναῖκες Λαμεχ ἐνωτίσασθέ μου τοὺς λόγους ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί -
Wj 15,26
LXX · V.AMS2S
καὶ εἶπεν ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε -
Lb 23,18
LXX · V.AMD2S
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀνάστηθι Βαλακ καὶ ἄκουε ἐνώτισαι μάρτυς υἱὸς Σεπφωρ -
Sdz 5,3
LXX · V.PMD2P
ἀκούσατε βασιλεῖς καὶ ἐνωτίσασθε σατράπαι ἐγώ εἰμι τῷ κυρίῳ ἐγώ εἰμι ᾄσομαι ψαλῶ τῷ κυρίῳ τῷ θεῷ Ισραηλ -
Ne 9,30
LXX · V.AMI3P
καὶ εἵλκυσας ἐπ᾿ αὐτοὺς ἔτη πολλὰ καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου καὶ οὐκ ἠνωτίσαντο καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαῶν τῆς γῆς -
Hi 32,11
LXX · V.PMD2P
ἐνωτίζεσθέ μου τὰ ῥήματα ἐρῶ γὰρ ὑμῶν ἀκουόντων ἄχρι οὗ ἐτάσητε λόγους -
Hi 33,1
LXX · V.PMD2S
οὐ μὴν δὲ ἀλλὰ ἄκουσον Ιωβ τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου -
Hi 33,31
LXX · V.PMD2S
ἐνωτίζου Ιωβ καὶ ἄκουέ μου κώφευσον καὶ ἐγώ εἰμι λαλήσω -
Hi 34,2
LXX · V.PMD2P
ἀκούσατέ μου σοφοί ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν -
Hi 34,16
LXX · V.PMD2S
εἰ δὲ μὴ νουθετῇ ἄκουε ταῦτα ἐνωτίζου φωνὴν ῥημάτων -
Hi 37,14
LXX · V.PMD2S
ἐνωτίζου ταῦτα Ιωβ στῆθι νουθετοῦ δύναμιν κυρίου -
Ps 5,2
LXX · V.AMD2S
τὰ ῥήματά μου ἐνώτισαι κύριε σύνες τῆς κραυγῆς μου -
Ps 17,1
LXX · V.AAN
προσευχὴ τοῦ Δαυιδ εἰσάκουσον κύριε τῆς δικαιοσύνης μου πρόσχες τῇ δεήσει μου ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις -
Ps 39,13
LXX · V.AMD2S
εἰσάκουσον τῆς προσευχῆς μου κύριε καὶ τῆς δεήσεώς μου ἐνώτισαι τῶν δακρύων μου μὴ παρασιωπήσῃς ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου -
Ps 49,2
LXX · V.AMD2P
ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην -
Ps 54,4
LXX · V.AMD2S
ὁ θεός εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου -
Ps 55,2
LXX · V.AMD2S
ἐνώτισαι ὁ θεός τὴν προσευχὴν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου -
Ps 84,9
LXX · V.AMD2S
κύριε ὁ θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι ὁ θεὸς Ιακωβ διάψαλμα -
Ps 86,6
LXX · V.AMD2S
ἐνώτισαι κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου -
Ps 135,17
LXX · V.FPI3P
ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν -
Ps 140,7
LXX · V.AAD2S
εἶπα τῷ κυρίῳ θεός μου εἶ σύ ἐνώτισαι κύριε τὴν φωνὴν τῆς δεήσεώς μου -
Ps 143,1
LXX · V.AMD2S
ψαλμὸς τῷ Δαυιδ ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου -
Mdr 6,2
LXX · V.AMD2P
ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν -
Syr 33,19
LXX · V.AMD2P
ἀκούσατέ μου μεγιστᾶνες λαοῦ καὶ οἱ ἡγούμενοι ἐκκλησίας ἐνωτίσασθε -
Iz 1,2
LXX · V.PMD2S
ἄκουε οὐρανέ καὶ ἐνωτίζου γῆ ὅτι κύριος ἐλάλησεν υἱοὺς ἐγέννησα καὶ ὕψωσα αὐτοὶ δέ με ἠθέτησαν -
Iz 28,23
LXX · V.PMD2P
ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου -
Iz 42,23
LXX · V.FMI3S
τίς ἐν ὑμῖν ὃς ἐνωτιεῖται ταῦτα εἰσακούσεται εἰς τὰ ἐπερχόμενα -
Iz 44,8
LXX · V.AMI2P
μὴ παρακαλύπτεσθε οὐκ ἀπ᾿ ἀρχῆς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμῖν μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ καὶ οὐκ ἦσαν τότε -
Iz 51,4
LXX · V.AMD2P
ἀκούσατέ μου ἀκούσατε λαός μου καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε ὅτι νόμος παρ᾿ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν -
Jr 8,6
LXX · V.AMD2P
ἐνωτίσασθε δὴ καὶ ἀκούσατε οὐχ οὕτως λαλήσουσιν οὐκ ἔστιν ἄνθρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ λέγων τί ἐποίησα διέλιπεν ὁ τρέχων ἀπὸ τοῦ δρόμου αὐτοῦ ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ -
Jr 13,15
LXX · V.AMD2P
ἀκούσατε καὶ ἐνωτίσασθε καὶ μὴ ἐπαίρεσθε ὅτι κύριος ἐλάλησεν -
Jr 23,18
LXX · V.AMI3S
ὅτι τίς ἔστη ἐν ὑποστήματι κυρίου καὶ εἶδεν τὸν λόγον αὐτοῦ τίς ἐνωτίσατο καὶ ἤκουσεν -
Ba 3,9
LXX · V.AMD2P
ἄκουε Ισραηλ ἐντολὰς ζωῆς ἐνωτίσασθε γνῶναι φρόνησιν -
Oz 5,1
LXX · V.PMD2P
ἀκούσατε ταῦτα οἱ ἱερεῖς καὶ προσέχετε οἶκος Ισραηλ καὶ ὁ οἶκος τοῦ βασιλέως ἐνωτίζεσθε διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον -
Jl 1,2
LXX · V.AMD2P
ἀκούσατε δὴ ταῦτα οἱ πρεσβύτεροι καὶ ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν γῆν εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν -
Dz 2,14
SBLGNT · 2AMD-P--
Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)