G1705 — 148 wystąpień
G1705 · ἐμπίμπλημι (empimplēmi) · to fill up — ἐμ-πίπλημι ; (on ἐμπίμπ-, see LS, see word, Bl., § 6, 8), and ἐμπιπλάω ( Act.14:17 ), [in LXX chiefly for מָלֵא, שָׂבַע ;] ; to fill full, fill up, satisfy : with accusative of person(s) and genitive of thing(s), Luk.1:53 , Act.14:17 ; pass., L… [STEPBible CC BY]
Rdz 1Wj 6Kpł 1Lb 2Pwt 14Joz 1Sdz 1Rt 21 Sm 12 Krl 12 Krn 2Ne 2Jdt 12 Mch 2Hi 10Ps 10Prz 10Koh 5Mdr 2Syr 14Iz 23Jr 6Ba 1Ez 14Dn 1Oz 3Jl 2Am 1Mi 3Ha 1Łk 2J 1Dz 1Rz 1
-
Rdz 42,25
LXX · V.AAN
ἐνετείλατο δὲ Ιωσηφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου καὶ ἀποδοῦναι τὸ ἀργύριον ἑκάστου εἰς τὸν σάκκον αὐτοῦ καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν καὶ ἐγενήθη αὐτοῖς οὕτως -
Wj 15,9
LXX · V.FAI1S
εἶπεν ὁ ἐχθρός διώξας καταλήμψομαι μεριῶ σκῦλα ἐμπλήσω ψυχήν μου ἀνελῶ τῇ μαχαίρῃ μου κυριεύσει ἡ χείρ μου -
Wj 28,3
LXX · V.AAI1S
καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ οὓς ἐνέπλησα πνεύματος αἰσθήσεως καὶ ποιήσουσιν τὴν στολὴν τὴν ἁγίαν Ααρων εἰς τὸ ἅγιον ἐν ᾗ ἱερατεύσει μοι -
Wj 28,41
LXX · V.FAI2S
καὶ ἐνδύσεις αὐτὰ Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ μετ᾿ αὐτοῦ καὶ χρίσεις αὐτοὺς καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας καὶ ἁγιάσεις αὐτούς ἵνα ἱερατεύωσίν μοι -
Wj 31,3
LXX · V.AAI1S
καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ -
Wj 35,31
LXX · V.AAI3S
καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων -
Wj 35,35
LXX · V.AAI3S
ἐνέπλησεν αὐτοὺς σοφίας καὶ συνέσεως διανοίας πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας -
Kpł 26,26
LXX · V.APS2P
ἐν τῷ θλῖψαι ὑμᾶς σιτοδείᾳ ἄρτων καὶ πέψουσιν δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνὶ καὶ ἀποδώσουσιν τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ καὶ φάγεσθε καὶ οὐ μὴ ἐμπλησθῆτε -
Lb 14,21
LXX · V.FAI3S
ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα κυρίου πᾶσαν τὴν γῆν -
Lb 31,10
LXX · V.AAI3P
καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί -
Pwt 6,11
LXX · V.AAI2S
οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας λάκκους λελατομημένους οὓς οὐκ ἐξελατόμησας ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας καὶ φαγὼν καὶ ἐμπλησθεὶς -
Pwt 6,11
LXX · V.APPNSM
οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας λάκκους λελατομημένους οὓς οὐκ ἐξελατόμησας ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας καὶ φαγὼν καὶ ἐμπλησθεὶς -
Pwt 8,10
LXX · V.FPI2S
καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐλογήσεις κύριον τὸν θεόν σου ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς ἧς ἔδωκέν σοι -
Pwt 8,12
LXX · V.APPNSM
μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς -
Pwt 11,15
LXX · V.APPNSM
καὶ δώσει χορτάσματα ἐν τοῖς ἀγροῖς σου τοῖς κτήνεσίν σου καὶ φαγὼν καὶ ἐμπλησθεὶς -
Pwt 13,17
LXX · V.FAI2S
καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον κυρίου τοῦ θεοῦ σου καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα οὐκ ἀνοικοδομηθήσεται ἔτι -
Pwt 14,29
LXX · V.FPI3P
καὶ ἐλεύσεται ὁ λευίτης ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσίν σου καὶ φάγονται καὶ ἐμπλησθήσονται ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις οἷς ἐὰν ποιῇς -
Pwt 23,26
LXX · V.APN
ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου φάγῃ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς -
Pwt 26,12
LXX · V.FPI3P
ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων τῆς γῆς σου ἐν τῷ ἔτει τῷ τρίτῳ τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ καὶ φάγονται ἐν ταῖς πόλεσίν σου καὶ ἐμπλησθήσονται -
Pwt 27,7
LXX · V.FPI2S
καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου -
Pwt 31,20
LXX · V.APPNPM
εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσιν καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοῖς καὶ παροξυνοῦσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου -
Pwt 32,15
LXX · V.API3S
καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος ἐλιπάνθη ἐπαχύνθη ἐπλατύνθη καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ -
Pwt 33,23
LXX · V.APD3S
καὶ τῷ Νεφθαλι εἶπεν Νεφθαλι πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλασσαν καὶ λίβα κληρονομήσει -
Pwt 34,9
LXX · V.API3S
καὶ Ἰησοῦς υἱὸς Ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ᾿ αὐτόν καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τῷ Μωυσῇ -
Joz 6,24
LXX · V.API3S
καὶ ἡ πόλις ἐνεπρήσθη ἐμπυρισμῷ σὺν πᾶσιν τοῖς ἐν αὐτῇ πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν κυρίου εἰσενεχθῆναι -
Sdz 12,1
LXX · V.FAI1P
καὶ ἐβόησεν ἀνὴρ Εφραιμ καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ιεφθαε διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί -
Rt 2,14
LXX · V.API3S
καὶ εἶπεν αὐτῇ Βοος ἤδη ὥρᾳ τοῦ φαγεῖν πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει καὶ ἐκάθισεν Ρουθ ἐκ πλαγίων τῶν θεριζόντων καὶ ἐβούνισεν αὐτῇ Βοος ἄλφιτον καὶ ἔφαγεν καὶ ἐνεπλήσθη καὶ κατέλιπεν -
Rt 2,18
LXX · V.API3S
καὶ ἦρεν καὶ εἰσῆλθεν εἰς τὴν πόλιν καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξεν καὶ ἐξενέγκασα Ρουθ ἔδωκεν αὐτῇ ἃ κατέλιπεν ἐξ ὧν ἐνεπλήσθη -
1 Sm 20,3
LXX · V.XMI3S
καὶ ἀπεκρίθη Δαυιδ τῷ Ιωναθαν καὶ εἶπεν γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου καὶ εἶπεν μὴ γνώτω τοῦτο Ιωναθαν μὴ οὐ βούληται ἀλλὰ ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου ὅτι καθὼς εἶπον ἐμπέπλησται ἀνὰ μέσον μου καὶ τοῦ θανάτου -
2 Krl 3,25
LXX · V.AAI3P
καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν -
2 Krn 5,13
LXX · V.API3S
καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ κυρίῳ καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης κυρίου -
2 Krn 5,14
LXX · V.AAI3S
καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης ὅτι ἐνέπλησεν δόξα κυρίου τὸν οἶκον τοῦ θεοῦ -
Ne 1,3
LXX · V.API3P
καὶ εἴποσαν πρός με οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ καὶ τείχη Ιερουσαλημ καθῃρημένα καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί -
Ne 9,25
LXX · V.API3P
καὶ κατελάβοσαν πόλεις ὑψηλὰς καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθῶν λάκκους λελατομημένους ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ πᾶν ξύλον βρώσιμον εἰς πλῆθος καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνῃ σου τῇ μεγάλῃ -
Jdt 16,4
LXX · V.FAN
εἶπεν ἐμπρήσειν τὰ ὅριά μου καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ῥομφαίᾳ καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν καὶ τὰς παρθένους μου σκυλεῦσαι -
2 Mch 8,6
LXX · V.AAI3S
πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων οὐκ ὀλίγους τῶν πολεμίων τροπούμενος -
2 Mch 10,36
LXX · V.IAI3P
ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάπτοντες ζῶντας τοὺς βλασφήμους κατέκαιον οἱ δὲ τὰς πύλας διέκοπτον εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν -
Hi 8,21
LXX · V.FAI3S
ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως -
Hi 9,18
LXX · V.AAI3S
οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι ἐνέπλησεν δέ με πικρίας -
Hi 15,2
LXX · V.AAI3S
πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος καὶ ἐνέπλησεν πόνον γαστρὸς -
Hi 19,22
LXX · V.PPI2P
διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε -
Hi 20,11
LXX · V.API3P
ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ καὶ μετ᾿ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται -
Hi 22,18
LXX · V.AAI3S
ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾿ αὐτοῦ -
Hi 23,4
LXX · V.AAO1S
εἴποιμι δὲ ἐμαυτοῦ κρίμα τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων -
Hi 33,24
LXX · V.FAI3S
ἀνθέξεται τοῦ μὴ πεσεῖν αὐτὸν εἰς θάνατον ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ -
Hi 38,39
LXX · V.FAI2S
θηρεύσεις δὲ λέουσιν βοράν ψυχὰς δὲ δρακόντων ἐμπλήσεις -
Hi 40,13
LXX · V.AAD2S
κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον -
Ps 22,27
LXX · V.FPI3P
φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος -
Ps 63,6
LXX · V.APO3S
ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου -
Ps 78,29
LXX · V.API3P
καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν σφόδρα καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)