G1702 — 36 wystąpień
G1702 · ἐμπαίζω (empaizō) · to mock — ἐμ-παίζω ; [in LXX for עָלַל hithp., שָׂחַק, etc. ;] ; = Attic προσ-, καταπαίζω, ; to mock at, mock (Hdt.): with dative, Mat.27:29, 31 , Mrk.15:20 , Luk.14:29 22:63 23:36 ; pass., Mat.2:16 , Luk.18:32 ; absol., Mat.20:19 27:41 , Mrk.10:34 15:31… [STEPBible CC BY]
Rdz 2Wj 1Lb 1Sdz 11 Sm 21 Krn 12 Krn 11 Mch 12 Mch 2Ps 1Prz 2Iz 1Jr 1Ba 1Ez 1Na 1Ha 1Za 2Mt 5Mk 3Łk 5
-
Rdz 39,14
LXX · V.PAN
καὶ ἐκάλεσεν τοὺς ὄντας ἐν τῇ οἰκίᾳ καὶ εἶπεν αὐτοῖς λέγουσα ἴδετε εἰσήγαγεν ἡμῖν παῖδα Εβραῖον ἐμπαίζειν ἡμῖν εἰσῆλθεν πρός με λέγων κοιμήθητι μετ᾿ ἐμοῦ καὶ ἐβόησα φωνῇ μεγάλῃ -
Rdz 39,17
LXX · V.AAN
καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα λέγουσα εἰσῆλθεν πρός με ὁ παῖς ὁ Εβραῖος ὃν εἰσήγαγες πρὸς ἡμᾶς ἐμπαῖξαί μοι καὶ εἶπέν μοι κοιμηθήσομαι μετὰ σοῦ -
Wj 10,2
LXX · V.XAI1S
ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις καὶ τὰ σημεῖά μου ἃ ἐποίησα ἐν αὐτοῖς καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος -
Lb 22,29
LXX · V.XAI2S
καὶ εἶπεν Βαλααμ τῇ ὄνῳ ὅτι ἐμπέπαιχάς μοι καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί μου ἤδη ἂν ἐξεκέντησά σε -
Sdz 19,25
LXX · V.IAI3P
καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτῇ ὅλην τὴν νύκτα ἕως πρωί καὶ ἐξαπέστειλαν αὐτήν ὡς ἀνέβη τὸ πρωί -
1 Sm 6,6
LXX · V.AAI3S
καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραω τὴν καρδίαν αὐτῶν οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς ἐξαπέστειλαν αὐτούς καὶ ἀπῆλθον -
1 Sm 31,4
LXX · V.AAS3P
καὶ εἶπεν Σαουλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσίν με καὶ ἐμπαίξωσίν μοι καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἐφοβήθη σφόδρα καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν -
1 Krn 10,4
LXX · V.AAS3P
καὶ εἶπεν Σαουλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσίν μοι καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἐφοβεῖτο σφόδρα καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν -
2 Krn 36,16
LXX · V.PAPNPM
καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐξουδενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ ἕως ἀνέβη ὁ θυμὸς κυρίου ἐν τῷ λαῷ αὐτοῦ ἕως οὐκ ἦν ἴαμα -
1 Mch 9,26
LXX · V.IAI3S
καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς -
2 Mch 7,10
LXX · V.IMI3S
μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο καὶ τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλεν καὶ τὰς χεῖρας εὐθαρσῶς προέτεινεν -
2 Mch 8,17
LXX · V.PMPGSF
πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπ᾿ αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν -
Ps 104,26
LXX · V.PAN
ἐκεῖ πλοῖα διαπορεύονται δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ -
Prz 23,35
LXX · V.AAI3P
ἐρεῖς δέ τύπτουσίν με καὶ οὐκ ἐπόνεσα καὶ ἐνέπαιξάν μοι ἐγὼ δὲ οὐκ ᾔδειν πότε ὄρθρος ἔσται ἵνα ἐλθὼν ζητήσω μεθ᾿ ὧν συνελεύσομαι -
Prz 34,7
LXX · V.PAI3S
ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκεῖα φαίνεται -
Iz 33,4
LXX · V.FAI3P
νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας οὕτως ἐμπαίξουσιν ὑμῖν -
Jr 10,15
LXX · V.XPPNPN
μάταιά ἐστιν ἔργα ἐμπεπαιγμένα ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται -
Ba 3,17
LXX · V.PAPNPM
οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον ᾧ ἐπεποίθεισαν ἄνθρωποι καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν -
Ez 22,5
LXX · V.FMI3P
ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ καὶ ἐμπαίξονται ἐν σοί ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις -
Na 2,4
LXX · V.PAPAPM
ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ καὶ οἱ ἱππεῖς θορυβηθήσονται -
Ha 1,10
LXX · V.FMI3S
καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει καὶ τύραννοι παίγνια αὐτοῦ καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ -
Za 12,3
LXX · V.PAPNSM
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ιερουσαλημ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται καὶ ἐπισυναχθήσονται ἐπ᾿ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς -
Za 12,3
LXX · V.FMI3S
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ιερουσαλημ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται καὶ ἐπισυναχθήσονται ἐπ᾿ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς -
Mt 2,16
SBLGNT · 3API-S--
Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων. -
Mt 20,19
SBLGNT · -AAN----
καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. -
Mt 27,29
SBLGNT · 3AAI-P--
καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων, -
Mt 27,31
SBLGNT · 3AAI-P--
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. -
Mt 27,41
SBLGNT · -PAPNPM-
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον· -
Mk 10,34
SBLGNT · 3FAI-P--
καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. -
Mk 15,20
SBLGNT · 3AAI-P--
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. -
Mk 15,31
SBLGNT · -PAPNPM-
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· -
Łk 14,29
SBLGNT · -PAN----
ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν -
Łk 18,32
SBLGNT · 3FPI-S--
παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, -
Łk 22,63
SBLGNT · 3IAI-P--
Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, -
Łk 23,11
SBLGNT · -AAPNSM-
ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. -
Łk 23,36
SBLGNT · 3AAI-P--
ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)